§27ἵνα δʼ εἰδῆθʼ ὅτι καὶ τὸν χλῆδον εἰς τὴν ὁδὸν ἐκβεβλήκασιν, καὶ τὴν αἱμασιὰν προαγαγόντες στενοτέραν τὴν ὁδὸν πεποιήκασιν, ἔτι δʼ ὡς ὅρκον ἐδίδουν ἐγὼ τῇ τούτων μητρί, καὶ τὴν ἐμαυτοῦ τὸν αὐτὸν ὀμόσαι προὐκαλούμην, λαβέ μοι τάς τε μαρτυρίας καὶ τὴν πρόκλησιν.
为了让你们知道他们既把碎石垃圾扔在路上,又通过将石墙向外延伸使道路变窄,而且还知道我如何向他们的母亲提出誓言,并要求我自己的母亲发同样的誓,请帮我拿来证词和对决提案。
ΜΑΡΤΥΡΙΑΙ. ΠΡΟΚΛΗΣΙΣ. §28εἶτα τούτων ἀναισχυντότεροι γένοιντʼ ἂν ἄνθρωποι ἢ περιφανέστερον συκοφαντοῦντες, οἵτινες αὐτοὶ τὴν αἱμασιὰν προαγαγόντες καὶ τὴν ὁδὸν ἀνακεχωκότες ἑτέροις βλάβης δικάζονται, καὶ ταῦτα χιλίων δραχμῶν ἀτίμητον, οἵ γʼ οὐδὲ πεντήκοντα δραχμῶν τὸ παράπαν ἅπαντʼ ἀπολωλέκασιν;
【证词】【对决提案】那么,难道还有比这些人更厚颜无耻,或者更明显地进行诬告的人吗? 他们自己将石墙外推,在道路上堆土垫高,却反过来起诉他人要求赔偿损失,而且还是在一共根本没有损失价值五十德拉克马的东西的情况下,提起了一千德拉克马且未估定赔偿额的诉讼?
καίτοι σκοπεῖτʼ, ὦ ἄνδρες δικασταί, πόσους ὑπὸ τῶν ὑδάτων ἐν τοῖς ἀγροῖς βεβλάφθαι συμβέβηκεν, τὰ μὲν Ἐλευσῖνι, τὰ δʼ ἐν τοῖς ἄλλοις τόποις.
然而,陪审员们,请想想在乡下有多少人曾因水灾而遭受损失,有的在埃勒乌西斯,有的在其他地方。
ἀλλʼ οὐ δήπου τούτων, ὦ γῆ καὶ θεοί, παρὰ τῶν γειτόνων ἕκαστος ἀξιώσει τὰς βλάβας κομίζεσθαι.
但是,噢,大地和神明啊,他们当中绝对没有一个人会指望从邻居那里收回损失。
§29καὶ ἐγὼ μέν, ὃν προσῆκεν ἀγανακτεῖν τῆς ὁδοῦ στενοτέρας καὶ μετεωροτέρας γεγενημένης, ἡσυχίαν ἔχω· τούτοις δὲ τοσοῦτον περίεστιν ὡς ἔοικεν, ὥστε τοὺς ἠδικημένους πρὸς συκοφαντοῦσιν.
道路被变窄、垫高,本该感到愤慨的我,却保持着沉默;而这些人,似乎有如此多余的傲慢,以至于还要对受害者进行诬告。
καίτοι, ὦ Καλλίκλεις, εἰ καὶ ὑμῖν περιοικοδομεῖν ἔξεστιν τὸ ὑμέτερον αὐτῶν χωρίον, καὶ ἡμῖν δήπου τὸ ἡμέτερον ἐξῆν.
然而,卡利克勒斯,如果你们被允许围起你们自己的土地,我们当然也被允许围起我们的土地。
εἰ δʼ ὁ πατὴρ ὁ ἐμὸς ἠδίκει περιοικοδομῶν ὑμᾶς, καὶ νῦν ὑμεῖς ἔμʼ ἀδικεῖτε περιοικοδομοῦντες οὕτως· §30δῆλον γὰρ ὅτι μεγάλοις λίθοις ἀποικοδομηθέντος πάλιν τὸ ὕδωρ εἰς τὸ ἐμὸν ἥξει χωρίον, εἶθʼ ὅταν τύχῃ καταβαλεῖ τὴν αἱμασιὰν ἀπροσδοκήτως.
如果我父亲因为围起土地而对你们犯下不公,那么你们现在这样围起土地也同样是对我犯下不公;因为很明显,如果用大石头把路堵死,水就会再次流向我的土地,然后,无论何时,都会出乎意料地冲倒我的石墙。
ἀλλʼ οὐδὲν μᾶλλον ἐγκαλῶ τούτοις ἐγὼ διὰ τοῦτο, ἀλλὰ στέργω τὴν τύχην καὶ τἀμαυτοῦ φυλάττειν πειράσομαι.
但我并不因此而对他们提出更多指责,而是默默承受运气,并努力保护我自己的财产。
καὶ γὰρ τοῦτον φράττοντα μὲν τὰ ἑαυτοῦ σωφρονεῖν ἡγοῦμαι, δικαζόμενον δέ μοι πονηρότατόν τʼ εἶναι καὶ διεφθαρμένον ὑπὸ νόσου νομίζω.
因为我认为,这家伙筑墙保护自己的财产是明智的,但对我提起诉讼则是极其恶劣的,简直是被某种狂妄的病症所毁。
§31μὴ θαυμάζετε δʼ, ὦ ἄνδρες δικασταί, τὴν τούτου προθυμίαν, μηδʼ εἰ τὰ ψευδῆ κατηγορεῖν νῦν τετόλμηκεν.
陪审员们,不要对他的热心感到惊讶,也不要对他现在胆敢提出虚假指控感到惊讶。
καὶ γὰρ τὸ πρότερον πείσας τὸν ἀνεψιὸν ἀμφισβητεῖν μοι τοῦ χωρίου, συνθήκας οὐ γενομένας ἀπήνεγκεν, καὶ νῦν αὐτὸς ἐρήμην μου καταδεδιῄτηται τοιαύτην ἑτέραν δίκην, Κάλλαρον ἐπιγραψάμενος τῶν ἐμῶν δούλων.
因为在上一次,他也曾教唆他的堂兄与我争夺土地,并出示了一份根本不存在的契约;而现在,他自己又通过指控我的奴隶卡拉罗斯,在缺席审判中对我取得了另一场类似诉讼的裁决。
πρὸς γὰρ τοῖς ἄλλοις κακοῖς καὶ τοῦθʼ ηὕρηνται σόφισμα· Καλλάρῳ τὴν αὐτὴν δίκην δικάζονται.
因为除了其他的恶行之外,他们还想出了这样一个花招:他们对卡拉罗斯提起了同样的诉讼。
§32καίτοι τίς ἂν οἰκέτης τὸ τοῦ δεσπότου χωρίον περιοικοδομήσειεν μὴ προστάξαντος τοῦ δεσπότου;
然而,如果没有主人的命令,哪个奴仆会去围起主人的土地呢?
Καλλάρῳ δʼ ἕτερον ἐγκαλεῖν οὐδὲν ἔχοντες, ὑπὲρ ὧν ὁ πατὴρ πλέον ἢ πεντεκαίδεκʼ ἔτη φράξας ἐπεβίω δικάζονται.
但由于他们没有别的事可以指控卡拉罗斯,他们便对我父亲在筑墙围地后又活了十五年以上的这件事情提起诉讼。
κἂν μὲν ἐγὼ τῶν χωρίων ἀποστῶ τούτοις ἀποδόμενος ἢ πρὸς ἕτερα χωρία ἀλλαξάμενος, οὐδὲν ἀδικεῖ Κάλλαρος· ἂν δʼ ἐγὼ μὴ βούλωμαι τἀμαυτοῦ τούτοις προέσθαι, πάντα τὰ δεινόταθʼ ὑπὸ Καλλάρου πάσχουσιν οὗτοι, καὶ ζητοῦσιν καὶ διαιτητὴν ὅστις αὐτοῖς τὰ χωρία προσκαταγνώσεται, καὶ διαλύσεις τοιαύτας ἐξ ὧν τὰ χωρίʼ ἕξουσιν.
如果我把土地卖给他们或换成其他土地而退出,卡拉罗斯就没有犯下任何不公;但如果我不愿意向他们放弃我的财产,他们就说从卡拉罗斯那里遭受了所有最可怕的待遇,并且他们既在寻找一个能把土地判定给他们的仲裁人,也在寻找能让他们占有土地的和解方案。
§33εἰ μὲν οὖν, ὦ ἄνδρες δικασταί, τοὺς ἐπιβουλεύοντας καὶ συκοφαντοῦντας δεῖ πλέον ἔχειν, οὐδὲν ἂν ὄφελος εἴη τῶν εἰρημένων· εἰ δʼ ὑμεῖς τοὺς μὲν τοιούτους μισεῖτε, τὰ δὲ δίκαια ψηφίζεσθε, μήτʼ ἀπολωλεκότος Καλλικλέους μηδὲν μήτʼ ἠδικημένου μήθʼ ὑπὸ Καλλάρου μήθʼ ὑπὸ τοῦ πατρός, οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν.
陪审员们,如果企图阴谋和诬告的人应该占便宜,那么所说的一切就毫无用处;但如果你们憎恨这样的人并依法公正投票,既然卡利克勒斯没有损失任何东西,也没有受到卡拉罗斯或我父亲的任何不公对待,我不知道还有什么必要多说。
§34ἵνα δʼ εἰδῆθʼ ὅτι καὶ πρότερον ἐπιβουλεύων μου τοῖς χωρίοις τὸν ἀνεψιὸν κατεσκεύασεν, καὶ νῦν τὴν ἑτέραν αὐτὸς κατεδιῃτήσατο Καλλάρου ταύτην τὴν δίκην, ἐπηρεάζων ἐμοὶ διότι τὸν ἄνθρωπον περὶ πολλοῦ ποιοῦμαι, καὶ Καλλικράτης Καλλάρῳ πάλιν εἴληχεν ἑτέραν, ἁπάντων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας.
为了让你们知道,上一次他也是觊觎我的土地并指使他的堂兄,而现在他自己又通过缺席审判取得了针对卡拉罗斯的这另一场判决,这完全是为了折磨我,因为我非常器重那个人,而且卡利克拉特斯又对卡拉罗斯提起了另一场诉讼,他将向你们宣读关于所有这些事情的证词。
ΜΑΡΤΥΡΙΑΙ. §35μὴ οὖν πρὸς Διὸς καὶ θεῶν, ὦ ἄνδρες δικασταί, προῆσθέ με τούτοις μηδὲν ἀδικοῦντα.
【证词】因此,陪审员们,看在宙斯和诸神的份上,请不要遗弃没有任何过错的我。
οὐ γὰρ τῆς ζημίας τοσοῦτόν τί μοι μέλει, χαλεπὸν ὂν πᾶσι τοῖς μικρὰν οὐσίαν ἔχουσιν· ἀλλʼ ἐκβάλλουσιν ὅλως ἐκ τοῦ δήμου μʼ ἐλαύνοντες καὶ συκοφαντοῦντες.
因为我并不那么在意罚金,尽管这对于所有财产微薄的人来说都是一件难事;但他们通过驱逐和诬告,完全是要把我彻底赶出本区。
ὅτι δʼ οὐκ ἀδικοῦμεν οὐδέν, ἕτοιμοι μὲν ἦμεν ἐπιτρέπειν τοῖς εἰδόσιν, τοῖς ἴσοις καὶ κοινοῖς, ἕτοιμοι δʼ ὀμνύναι τὸν νόμιμον ὅρκον· ταῦτα γὰρ ᾠόμεθʼ ἰσχυρότατʼ ἂν παρασχέσθαι τοῖς αὐτοῖς ὑμῖν ὀμωμοκόσιν.
而为了表明我们没有任何过错,我们本准备将其委托给知情者、公正无私的人,也准备进行合法的宣誓;因为我们认为,这对于和你们一样宣过誓的陪审员来说,将是能提供的最强有力的证据。
καί μοι λαβὲ τήν τε πρόκλησιν καὶ τὰς ὑπολοίπους ἔτι μαρτυρίας.
请帮我拿来对决提案和剩余的证词。
ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑΙ.
【对决提案】【证词】