Humanitext Reader

狄摩西尼 · 控诉科农 §7-12

广场遭袭经过与重伤濒死的病状

第 2 段,共 6 段 · 希腊语

内容简介

原告详细述说了自己在傍晚的广场上遭受科农之子克特西亚斯等人的残酷围殴和侮辱的经过,以及事后被送往浴室和梅迪亚斯家救治、随后因伤势严重引发高烧而濒临死亡的病况,并出示了相关证人及医生的证言。

§7ὧν μὲν τοίνυν οὐδένʼ ᾤμην δεῖν λόγον ποιεῖσθαι, ταῦτʼ ἐστίν.
那么,这些就是我认为不值一提的事情。
χρόνῳ δʼ ὕστερον οὐ πολλῷ περιπατοῦντος, ὥσπερ εἰώθειν, ἑσπέρας ἐν ἀγορᾷ μου μετὰ Φανοστράτου τοῦ Κηφισιέως, τῶν ἡλικιωτῶν τινός, παρέρχεται Κτησίας ὁ υἱὸς ὁ τούτου, μεθύων, κατὰ τὸ Λεωκόριον, ἐγγὺς τῶν Πυθοδώρου.
不久之后,正像我平时习惯的那样,傍晚我和同龄人之一、凯菲西亚的法诺斯特拉托斯在广场上散步,而这人的儿子克特西亚斯醉醺醺地从莱奥科里翁附近、皮托多罗斯家旁经过。
κατιδὼν δʼ ἡμᾶς καὶ κραυγάσας, καὶ διαλεχθείς τι πρὸς αὑτὸν οὕτως ὡς ἂν μεθύων, ὥστε μὴ μαθεῖν ὅ τι λέγοι, παρῆλθε πρὸς Μελίτην ἄνω.
他看见我们便大喊大叫,并像醉汉那样自言自语,以至于根本听不清他在说什么,然后朝上方的梅利特走去。
ἔπινον δʼ ἄρʼ ἐνταῦθα (ταῦτα γὰρ ὕστερον ἐπυθόμεθα) παρὰ Παμφίλῳ τῷ γναφεῖ Κόνων οὑτοσί, Θεότιμός τις, Ἀρχεβιάδης, Σπίνθαρος ὁ Εὐβούλου, Θεογένης ὁ Ἀνδρομένους, πολλοί τινες, οὓς ἐξαναστήσας ὁ Κτησίας ἐπορεύετʼ εἰς τὴν ἀγοράν.
原来,他们当时正(我们也是后来才知道的)在漂洗工潘菲洛斯家里喝酒,其中包括这里的科农、一个叫泰奥蒂莫斯的人、阿尔克比亚德斯、埃乌布洛斯之子斯宾塔罗斯、安德罗梅内斯之子泰奥格内斯以及其他许多人。 克特西亚斯叫起他们,一同前往广场。
§8καὶ ἡμῖν συμβαίνει ἀναστρέφουσιν ἀπὸ τοῦ Φερρεφαττίου καὶ περιπατοῦσιν πάλιν κατʼ αὐτό πως τὸ Λεωκόριον εἶναι, καὶ τούτοις περιτυγχάνομεν.
当当我们从费雷法提翁折返,再次走到莱奥科里翁附近时,正巧遇到了他们。
ὡς δʼ ἀνεμείχθημεν, εἷς μὲν αὐτῶν, ἀγνώς τις, Φανοστράτῳ προσπίπτει καὶ κατεῖχεν ἐκεῖνον, Κόνων δʼ οὑτοσὶ καὶ ὁ υἱὸς αὐτοῦ καὶ ὁ Ἀνδρομένους υἱὸς ἐμοὶ προσπεσόντες τὸ μὲν πρῶτον ἐξέδυσαν, εἶθʼ ὑποσκελίσαντες καὶ ῥάξαντες εἰς τὸν βόρβορον οὕτω διέθηκαν ἐναλλόμενοι καὶ ὑβρίζοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι, τοὺς δʼ ὀφθαλμοὺς συγκλεῖσαι·
我们一撞上,他们中的一个陌生人就扑向法诺斯特拉托斯并紧紧揪住他;而这里的科农、他的儿子以及安德罗梅内斯的儿子则扑向我,起初剥光了我的衣服,接着绊倒我并把我摔在泥地里,然后踩在我身上,对我进行侮辱和施暴,把我折磨得嘴唇开裂、双眼肿胀紧闭。
οὕτω δὲ κακῶς ἔχοντα κατέλιπον, ὥστε μήτʼ ἀναστῆναι μήτε φθέγξασθαι δύνασθαι.
他们把我丢在如此悲惨的境地中离去,以至于我既无法站立也无法出声。
κείμενος δʼ αὐτῶν ἤκουον πολλὰ καὶ δεινὰ λεγόντων.
我躺在地上,听见他们说着许多不堪入目的恶毒话。
§9καὶ τὰ μὲν ἄλλα καὶ βλασφημίαν ἔχει τινὰ καὶ ὀνομάζειν ὀκνήσαιμʼ ἂν ἐν ὑμῖν ἔνια, ὃ δὲ τῆς ὕβρεώς ἐστι τῆς τούτου σημεῖον καὶ τεκμήριον τοῦ πᾶν τὸ πρᾶγμʼ ὑπὸ τούτου γεγενῆσθαι, τοῦθʼ ὑμῖν ἐρῶ·
至于其他的话,其中包含了一些污言秽语,在你们面前我有些羞于启齿。
ᾖδε γὰρ τοὺς ἀλεκτρυόνας μιμούμενος τοὺς νενικηκότας, οἱ δὲ κροτεῖν τοῖς ἀγκῶσιν αὐτὸν ἠξίουν ἀντὶ πτερύγων τὰς πλευράς.
但我将告诉你们此人狂妄自大的铁证,以及整个事件是由他主导的证据:因为他模仿获胜的雄鸡引颈长鸣,而其他人则怂恿他用双肘拍打两侧肋骨来代替翅膀。
καὶ μετὰ ταῦτʼ ἐγὼ μὲν ἀπεκομίσθην ὑπὸ τῶν παρατυχόντων γυμνός, οὗτοι δʼ ᾤχοντο θοἰμάτιον λαβόντες μου.
此后,我被当时在场的人光着身子抬走,而这些家伙则夺走了我的外衣扬长而去。
ὡς δʼ ἐπὶ τὴν θύραν ἦλθον, κραυγὴ καὶ βοὴ τῆς μητρὸς καὶ τῶν θεραπαινίδων ἦν, καὶ μόγις ποτʼ εἰς βαλανεῖον ἐνεγκόντες με καὶ περιπλύναντες ἔδειξαν τοῖς ἰατροῖς.
当我来到家门前时,母亲和女仆们哭喊嚎啕,她们好不容易把我抬到公共浴室,洗净了全身,并送给医生诊治。
ὡς οὖν ταῦτʼ ἀληθῆ λέγω, τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι.
为了证明我所说的是真话,我将向你们提供这些事情的证人。
ΜΑΡΤΥΡΕΣ.
证人。
§10συνέβη τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ Εὐξίθεον τουτονὶ τὸν Χολλῄδην, ὄνθʼ ἡμῖν συγγενῆ, καὶ Μειδίαν μετὰ τούτου ἀπὸ δείπνου ποθὲν ἀπιόντας περιτυχεῖν πλησίον ὄντι μοι τῆς οἰκίας ἤδη, καὶ εἴς τε τὸ βαλανεῖον φερομένῳ παρακολουθῆσαι, καὶ ἰατρὸν ἄγουσιν παραγενέσθαι.
诸位陪审员,正好,我们的亲戚、霍拉戈斯区的埃乌克西泰奥斯和与他在一起的梅迪亚斯在从某处吃完晚饭回来的路上,在我已经快到家的地方遇到了我。 他们陪同着被抬往浴室的我,并且在带医生来的人到达时也在场。
οὕτω δʼ εἶχον ἀσθενῶς ὥστε, ἵνα μὴ μακρὰν φεροίμην οἴκαδʼ ἐκ τοῦ βαλανείου, ἐδόκει τοῖς παροῦσιν ὡς τὸν Μειδίαν ἐκείνην τὴν ἑσπέραν κομίσαι, καὶ ἐποίησαν οὕτω.
当时我十分虚弱,为了不让我从浴室再被抬回遥远的家中,在场的人认为那天晚上最好把我送到梅迪亚斯家里,他们也确实这么做了。
λάβʼ οὖν καὶ τὰς τούτων μαρτυρίας, ἵνʼ εἰδῆθʼ ὅτι πολλοὶ συνίσασιν ὡς ὑπὸ τούτων ὑβρίσθην.
那么,请拿取这些人的证言,好让你们知道有许多人都证实我遭到了这些人的侮辱。
ΜΑΡΤΥΡΙΑΙ. λαβὲ δὴ καὶ τὴν τοῦ ἰατροῦ μαρτυρίαν.
证言。 也请拿取医生的证言。
ΜΑΡΤΥΡΙΑ.
证言。
§11τότε μὲν τοίνυν παραχρῆμʼ ὑπὸ τῶν πληγῶν ἃς ἔλαβον καὶ τῆς ὕβρεως οὕτω διετέθην, ὡς ἀκούετε καὶ μεμαρτύρηται παρὰ πάντων ὑμῖν τῶν εὐθὺς ἰδόντων.
在那时,由于我遭受的殴打和侮辱,我顿时陷入了如你们所听到的、以及所有立刻看到我的人向你们证实的境地。
μετὰ δὲ ταῦτα τῶν μὲν οἰδημάτων τῶν ἐν τῷ προσώπῳ καὶ τῶν ἑλκῶν οὐδὲν ἔφη φοβεῖσθαι λίαν ὁ ἰατρός, πυρετοὶ δὲ παρηκολούθουν μοι συνεχεῖς καὶ ἀλγήματα, ὅλου μὲν τοῦ σώματος πάνυ σφοδρὰ καὶ δεινά, μάλιστα δὲ τῶν πλευρῶν καὶ τοῦ ἤτρου, καὶ τῶν σιτίων ἀπεκεκλείμην.
但在此之后,虽然医生说脸上的肿胀和伤口不用过于担心,但我却接连发起了高烧,全身剧烈而可怕地疼痛,特别是两侧肋骨和下腹部,而且我也无法进食。
§12καὶ ὡς μὲν ὁ ἰατρὸς ἔφη, εἰ μὴ κάθαρσις αἵματος αὐτομάτη μοι πάνυ πολλὴ συνέβη περιωδύνῳ ὄντι καὶ ἀπορουμένῳ ἤδη, κἂν ἔμπυος γενόμενος διεφθάρην·
正如医生所说,要不是在我极度痛苦且已无药可救时,自然排出了极大量的淤血,我可能就会因化脓而送命了。
νῦν δὲ τοῦτʼ ἔσῳσεν τὸ αἷμʼ ἀποχωρῆσαν.
而实际上,正是这排出的血救了我。
ὡς οὖν καὶ ταῦτʼ ἀληθῆ λέγω, καὶ παρηκολούθησέ μοι τοιαύτη νόσος ἐξ ἧς εἰς τοὔσχατον ἦλθον, ἐξ ὧν ὑπὸ τούτων ἔλαβον πληγῶν, λέγε τὴν τοῦ ἰατροῦ μαρτυρίαν καὶ τὴν τῶν ἐπισκοπούντων.
为了证明我说的这些也是真话,并且由于从这些人那里遭受的殴打,我随后患上了如此严重的疾病以至于濒临死亡,请宣读医生的证言以及探视我的人的证言。
ΜΑΡΤΥΡΙΑΙ.
证言。

词汇与语法注释

  1. §7περιπατοῦντος ... μου — 以 μου 为主语的属格绝对句,用以交代主句动词 παρέρχεται 所描述行动的背景状况。
  2. §8ἡμῖν συμβαίνει ... εἶναι — 非人称动词 συμβαίνει(发生)接与格 ἡμῖν 及不定式 εἶναι 的结构。分词 ἀναστρέφουσιν 和 περιπατοῦσιν 在格上与作为不定式逻辑主语的与格 ἡμῖν 保持一致。
  3. §10ὡς τὸν Μειδίαν — 介词 ὡς 与人称宾格名词(τὸν Μειδίαν)连用,表示方向(“到梅迪亚斯家”或“到梅迪亚斯那里”),这是古典雅典方言的特征用法。
  4. §12κἂν ... διεφθάρην — 这里的缩合词 κἂν 代表 καὶ ἄν,其中的 ἄν 是主句中与直陈式不定过去时(διεφθάρην)连用的语气助词。它表示过去虚拟条件句的结论,意为“(要不是……)我就已经死去了”。

引用这一段

狄摩西尼, 控诉科农 §7-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg054.humanitext-grc2:7-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。