Humanitext Reader

狄摩西尼 · 控诉科农 §1-6

诉讼背景与驻军期间遭受的骚扰

第 1 段,共 6 段 · 希腊语

内容简介

阿里斯通向陪审团说明了他遭受科农袭击的经过以及提起诉讼的背景。他首先叙述了在执行守备任务期间,科农的儿子们对他们进行的持续骚扰和夜间袭击。

§1ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος τουτουὶ τοιαῦτα, ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφεύξεσθαί με, ὑγιάνας καὶ σωθεὶς ἀπροσδοκήτως ἔλαχον αὐτῷ τὴν δίκην τῆς αἰκείας ταυτηνί.
诸位陪审员,我遭受了坐在这里的科农的侮辱和伤害,以至于在很长一段时间里,我的亲属和医生们都不指望我能活下来。 然而,出乎意料地,我康复并保住了性命,于是对他提起了这桩人身侵害的私诉。
πάντων δὲ τῶν φίλων καὶ τῶν οἰκείων, οἷς συνεβουλευόμην, ἔνοχον μὲν φασκόντων αὐτὸν ἐκ τῶν πεπραγμένων εἶναι καὶ τῇ τῶν λωποδυτῶν ἀπαγωγῇ καὶ ταῖς τῆς ὕβρεως γραφαῖς, συμβουλευόντων δέ μοι καὶ παραινούντων μὴ μείζω πράγματʼ ἢ δυνήσομαι φέρειν ἐπάγεσθαι, μηδʼ ὑπὲρ τὴν ἡλικίαν περὶ ὧν ἐπεπόνθειν ἐγκαλοῦντα φαίνεσθαι, οὕτως ἐποίησα καὶ διʼ ἐκείνους ἰδίαν ἔλαχον δίκην, ἥδιστʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, θανάτου κρίνας τουτονί.
在我咨询的所有朋友和亲属中,他们一方面声称,从其所作所为来看,他理应因强盗罪被径行逮捕,并因侮辱罪面临公诉;但另一方面,他们又建议并极力劝告我,不要招惹超出我承受能力的更大麻烦,也不要在我的年纪,因自己所遭受的伤害而显得是在过度控诉。 因此,我听从了他们的意见,提起的是私诉,尽管,雅典的公民们,我最乐意以死刑罪起诉他。
§2καὶ τούτου συγγνώμην ἕξετε, εὖ οἶδʼ ὅτι, πάντες, ἐπειδὰν ἃ πέπονθʼ ἀκούσητε· δεινῆς γὰρ οὔσης τῆς τότε συμβάσης ὕβρεως οὐκ ἐλάττων ἡ μετὰ ταῦτʼ ἀσέλγειʼ ἐστὶ τουτουί.
我确信,一旦你们听到了我的遭遇,你们所有人都会对此表示宽恕;因为当时发生的侮辱虽然可怕,但此人随后的肆无忌惮也同样严重。
ἀξιῶ δὴ καὶ δέομαι πάντων ὁμοίως ὑμῶν πρῶτον μὲν εὐνοϊκῶς ἀκοῦσαί μου περὶ ὧν πέπονθα λέγοντος, εἶτα, ἐὰν ἠδικῆσθαι καὶ παρανενομῆσθαι δοκῶ, βοηθῆσαί μοι τὰ δίκαια.
因此,我请求并恳求你们所有人,首先怀着善意听我讲述我的遭遇,其次,如果你们认为我确实遭受了不公和违法对待,请给予我应得的正义支持。
ἐξ ἀρχῆς δʼ ὡς ἕκαστα πέπρακται διηγήσομαι πρὸς ὑμᾶς, ὡς ἂν οἷός τʼ ὦ διὰ βραχυτάτων.
我将从头向你们叙述每件事情的经过,尽可能简明扼要。
§3ἐξῆλθον ἔτος τουτὶ τρίτον εἰς Πάνακτον φρουρᾶς ἡμῖν προγραφείσης.
两年前,由于我们被指派了守备任务,我前往了帕纳克图姆。
ἐσκήνωσαν οὖν οἱ υἱεῖς οἱ Κόνωνος τουτουὶ ἐγγὺς ἡμῶν, ὡς οὐκ ἂν ἐβουλόμην· ἡ γὰρ ἐξ ἀρχῆς ἔχθρα καὶ τὰ προσκρούματʼ ἐκεῖθεν ἡμῖν συνέβη·
这科农的儿子们在离我们很近的地方搭起了帐篷,而这绝非我所希望的;因为我们最初的敌意和摩擦正是从那里开始的。
ἐξ ὧν δέ, ἀκούσεσθε.
至于原因如何,你们将会听到。
ἔπινον ἑκάστοθʼ οὗτοι τὴν ἡμέραν, ἐπειδὴ τάχιστʼ ἀριστήσαιεν, ὅλην, καὶ τοῦθʼ, ἕως περ ἦμεν ἐν τῇ φρουρᾷ, διετέλουν ποιοῦντες.
这些人每天一吃过早饭,就终日饮酒,只要我们在守备队中,他们就一直这么干。
ἡμεῖς δʼ ὥσπερ ἐνθάδʼ εἰώθειμεν, οὕτω διήγομεν καὶ ἔξω.
而我们则像在雅典时一样,在营外也规矩地生活。
§4ἣν οὖν δειπνοποιεῖσθαι τοῖς ἄλλοις ὥραν συμβαίνοι, ταύτην ἂν ἤδη ἐπαρῴνουν οὗτοι, τὰ μὲν πόλλʼ εἰς τοὺς παῖδας ἡμῶν τοὺς ἀκολούθους, τελευτῶντες δὲ καὶ εἰς ἡμᾶς αὐτούς.
每当到了别人准备晚餐的时分,这些人就已经开始借酒装疯,起初主要是针对我们的随从奴隶,最后甚至针对我们自己。
φήσαντες γὰρ καπνίζειν αὑτοὺς ὀψοποιουμένους τοὺς παῖδας ἢ κακῶς λέγειν, ὅ τι τύχοιεν, ἔτυπτον καὶ τὰς ἀμίδας κατεσκεδάννυον καὶ προσεούρουν, καὶ ἀσελγείας καὶ ὕβρεως οὐδʼ ὁτιοῦν ἀπέλειπον.
因为他们声称奴隶们在做饭时用烟熏了他们,或者在说他们的坏话,随便找个借口,就动手殴打他们,把尿壶倒在他们身上,甚至往他们身上撒尿,没有任何无耻和侮辱的勾当是他们做不出来的。
ὁρῶντες δʼ ἡμεῖς ταῦτα καὶ λυπούμενοι τὸ μὲν πρῶτον ἀπεπεμψάμεθα, ὡς δʼ ἐχλεύαζον ἡμᾶς καὶ οὐκ ἐπαύοντο, τῷ στρατηγῷ τὸ πρᾶγμʼ εἴπομεν κοινῇ πάντες οἱ σύσσιτοι προσελθόντες, οὐκ ἐγὼ τῶν ἄλλων ἔξω.
我们看到这些,感到十分烦恼,起初只是把他们赶走;但当他们嘲笑我们且不肯罢手时,我们所有同灶吃饭的人便一起去找将军,说明了这件事,并不是我一个人单独去的。
§5λοιδορηθέντος δʼ αὐτοῖς ἐκείνου καὶ κακίσαντος αὐτοὺς οὐ μόνον περὶ ὧν εἰς ἡμᾶς ἠσέλγαινον, ἀλλὰ καὶ περὶ ὧν ὅλως ἐποίουν ἐν τῷ στρατοπέδῳ, τοσούτου ἐδέησαν παύσασθαι ἢ αἰσχυνθῆναι, ὥστʼ ἐπειδὴ θᾶττον συνεσκότασεν, εὐθὺς ὡς ἡμᾶς εἰσεπήδησαν ταύτῃ τῇ ἑσπέρᾳ, καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, τελευτῶντες δὲ καὶ πληγὰς ἐνέτειναν ἐμοί, καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν καὶ τῶν ἄλλων στρατιωτῶν τινάς, οἵπερ ἐκώλυσαν μηδὲν ἡμᾶς ἀνήκεστον παθεῖν μηδʼ αὐτοὺς ποιῆσαι παροινουμένους ὑπὸ τουτωνί.
当将军斥责并严厉谴责了他们,不仅因为他们对我们肆无忌惮,还因为他们在整个军营中的所作所为时,他们不但没有停止或感到羞耻,反而变本加厉,天一黑,就在那天晚上立刻闯入我们这里。 起初他们只是口头谩骂,最后甚至对我拳脚相加,并在我们帐篷周围大喊大叫,制造了极大的混乱,以至于将军、部落指挥官以及其他一些士兵都赶了过来。 正是他们阻止了我们在遭受这些家伙的酒后暴行时受到任何致命的伤害,也阻止了我们自己因愤怒而做出无法挽回的事。
§6τοῦ δὲ πράγματος εἰς τοῦτο προελθόντος, ὡς δεῦρʼ ἐπανήλθομεν, ἦν ἡμῖν, οἷον εἰκός, ἐκ τούτων ὀργὴ καὶ ἔχθρα πρὸς ἀλλήλους.
事情发展到这一地步,当我们回到这里时,正如预料的那样,我们之间因此产生了愤怒和互相对立。
μὰ τοὺς θεοὺς οὐ μὴν ἔγωγʼ ᾠόμην δεῖν οὔτε δίκην λαχεῖν αὐτοῖς οὔτε λόγον ποιεῖσθαι τῶν συμβάντων οὐδένα, ἀλλʼ ἐκεῖνʼ ἁπλῶς ἐγνώκειν τὸ λοιπὸν εὐλαβεῖσθαι καὶ φυλάττεσθαι μὴ πλησιάζειν τοῖς τοιούτοις.
然而,指天发誓,我当时并不认为有必要对他们提起诉讼,或者对发生的事情斤斤计较,而只是简单地决定,今后要小心提防,避免接近这类人。
πρῶτον μὲν οὖν τούτων ὧν εἴρηκα βούλομαι τὰς μαρτυρίας παρασχόμενος, μετὰ ταῦθʼ οἷʼ ὑπʼ αὐτοῦ τούτου πέπονθʼ ἐπιδεῖξαι, ἵνʼ εἰδῆθʼ ὅτι ᾧ προσῆκεν τοῖς τὸ πρῶτον ἁμαρτηθεῖσιν ἐπιτιμᾶν, οὗτος αὐτὸς πρότερος πολλῷ δεινότερʼ εἴργασται.
因此,首先我想就我所说的这些话提供证词,然后展示我在此人手里遭受了怎样的伤害,好让你们知道,这个本应去训诫首犯的人,自己却率先做出了远为可怕的事。
ΜΑΡΤΥΡΙΑΙ.
证词。

词汇与语法注释

  1. §1ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφεύξεσθαί με — 引导结果从句的连词 ὥστε 内部的双重“宾格加不定式”(A.C.I.)嵌套结构。第一个不定式 προσδοκᾶν 的主语是宾格短语 μήτε τοὺς οἰκείους μήτε ... μηδένα,而作为其补充的将来不定式 περιφεύξεσθαι(生还、幸免)的主语则是句末的宾格代名词 με。
  2. §1ἔνοχον μὲν φασκόντων αὐτὸν ἐκ τῶν πεπραγμένων εἶναι καὶ τῇ τῶν λωποδυτῶν ἀπαγωγῇ καὶ ταῖς τῆς ὕβρεως γραφαῖς — 分词 φασκόντων 是与 πάντων τῶν φίλων καὶ τῶν οἰκείων 一致的属格独立结构(genitive absolute)。形容词 ἔνοχον(应受……惩罚、适用于……)支配与格(τῇ ... ἀπαγωγῇ 和 ταῖς ... γραφαῖς),表示“理应因剥衣强盗罪被径行逮捕(ἀπαγωγή),并面临侮辱罪的公诉(γραφαί)”。
  3. §3ἔτος τουτὶ τρίτον — 表示时间的宾格,指示代词 τουτί 增加了临场感。直译为“这第三年(里)”,但根据雅典包括当年在内的计算方式,它实际指代的是“两年前”。
  4. §4ἣν οὖν δειπνοποιεῖσθαι τοῖς ἄλλοις ὥραν συμβαίνοι, ταύτην ἂν ἤδη ἐπαρῴνουν οὗτοι — 表示过去重复动作的句式。关系从句中的祈愿法 συμβαίνοι 与主句中的未完成过去时加语气词 ἄν(ἂν ... ἐπαρῴνουν)相结合,表示“每当……的时候,他们就会……”。先行词 ὥραν 被吸引入关系从句(ἣν ... ὥραν)中,并在主句中由关联指示代词 ταύτην 承接。
  5. §5τοσούτου ἐδέησαν παύσασθαι ἢ αἰσχυνθῆναι — 类似于 ὀλίγου δέω 但表示与某动作相去甚远的惯用表达。直译为“他们距离停止或感到羞耻还差得极多”,实际意为“他们不仅没有停止或感到羞耻,反而……”。此句与紧随其后由 ὥστε 引导的结果从句相呼应。
  6. §5οἵπερ ἐκώλυσαν μηδὲν ἡμᾶς ἀνήκεστον παθεῖν μηδʼ αὐτοὺς ποιῆσαι — 古典希腊语的特有惯用语,在表示阻碍或禁止的动词(此处为 ἐκώλυσαν)之后,不定式前会加上冗余的否定词(μηδέν / μηδέ)。在翻译成现代语言时,这一冗余否定不应被译作双重否定,而应译为所阻止的肯定动作(“阻止了我们遭受……或做出……”)。

引用这一段

狄摩西尼, 控诉科农 §1-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg054.humanitext-grc2:1-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。