Humanitext Reader

狄摩西尼 · 控诉卡利普斯 §25-33

卡里普斯诉求的荒谬与无罪申诉

第 4 段,共 4 段 · 希腊语

内容简介

原告通过社会地位的差异、相关人物的品格以及去年不当仲裁程序等多重论据,揭露了卡里普斯诉求的荒谬性,并请求法庭判定无罪。

§25ἔτι τοίνυν καὶ τοδὶ σκέψασθε, ὦ ἄνδρες δικασταί, ὅτι Κάλλιππος μὲν ἦν πολίτης ὑμέτερος καὶ οὐκ ἀδύνατος οὐδέτερα ποιῆσαι, οὔτε κακῶς οὔτε εὖ, ὁ δὲ Κηφισιάδης καὶ μέτοικος καὶ οὐδὲν δυνάμενος, ὥστε μὴ προσθέσθαι ἂν παρὰ τὸ δίκαιον τῷ Κηφισιάδῃ μᾶλλον τὸν πατέρα ἢ τούτῳ τὰ δίκαια ποιῆσαι.
此外,诸位法官,还请考虑这一点:卡里普斯是你们的同胞公民,并非无力行善或作恶之人,而凯菲西亚德斯既是外邦居民又毫无影响力,因此我父亲绝不可能违背正义去偏袒凯菲西亚德斯,而不对这个人履行公道。
§26ἀλλὰ νὴ Δία, ἴσως ἂν εἴποι, κερδαίνων τι ἰδίᾳ ὁ πατὴρ ἀπὸ τοῦ ἀργυρίου ἐκείνῳ μᾶλλον προσετίθετο τὴν γνώμην ἢ τούτῳ.
但是,凭着宙斯起誓,他也许会说,我父亲私下里从这笔资金中获得了某种利益,因而更倾向于那个人的意见,而不是这个人。
εἶτα πρῶτον μὲν τὸν δυνησόμενον διπλάσιον τοῦ λήμματος κακὸν ποιῆσαι ἠδίκει, ἔπειτα ἐνταῦθα μὲν αἰσχροκερδὴς ἦν, εἰς δὲ τὰς εἰσφορὰς καὶ λῃτουργίας καὶ δωρεὰς τῇ πόλει οὔ;
那么,首先,他难道是在对一个有能力给他带来两倍于所得利益之伤害的人行不义吗? 其次,他在此事上是个贪图私利之人,但在对城邦的特别税、公益服务及捐赠上却不是吗?
§27καὶ τῶν μὲν ξένων οὐδένα ἠδίκει, Κάλλιππον δέ;
并且,他没有对任何外邦人行不义,偏偏对卡里普斯行不义吗?
καὶ οὗτος, ὡς χρηστῷ μὲν αὐτῷ ὄντι καὶ οὐδὲν ἂν ψευσαμένῳ ὅρκον ἐδίδου, ὥς φησιν, ὡς περὶ πονηροῦ δὲ καὶ ἀπαλείφοντος ἀπὸ τῶν παρακαταθηκῶν νυνὶ διαλέγεται;
此外,这个人现在把父亲说成是一个会从存款账簿中抹去记录的恶棍,但他自己又说,他曾向父亲提出宣誓的要求,理由是父亲是个诚实且绝不会在誓言中撒谎的人?
κἀκεῖνος οὔτʼ ὀμόσαι ʼθέλων, ὡς οὗτός φησιν, οὔτʼ ἀποδιδοὺς οὐκ εὐθὺς ἂν ὠφλήκει;
如果我父亲正如他所说,既不愿宣誓,又不归还资金,难道不会立刻败诉吗?
τῷ ταῦτα πιστά, ὦ ἄνδρες δικασταί;
诸位法官,谁会相信这些话呢?
§28ἐγὼ μὲν γὰρ οὐδενὶ οἴομαι.
我认为没有人会相信。
καὶ ὁ Ἀρχεβιάδης εἰς τοῦτο φαυλότητος ἥκει, ὥστε τοῦ Καλλίππου δημότου ὄντος αὐτῷ καὶ πολιτευομένου καὶ οὐκ ἰδιώτου ὄντος καταμαρτυρεῖ, καὶ φησὶν ἡμᾶς μὲν ἀληθῆ λέγειν, τοῦτον δὲ ψεύδεσθαι, καὶ ταῦτα εἰδὼς ὅτι, ἂν οὗτος βούληται ἐπισκήψασθαι αὐτῷ τῶν ψευδομαρτυρίων καὶ ἄλλο μηδὲν ποιῆσαι ἢ ἐξορκῶσαι, ἀνάγκη αὐτῷ ἔσται πίστιν ἐπιθεῖναι ἣν ἂν κελεύῃ οὗτος.
而且,阿尔克比亚德斯也极其卑劣,尽管卡里普斯是他的同区区民,且活跃于政界,并非无名小卒,他却作了不利于他的证词,声称我们说的是真话,而这个人说的是假话,而且他深知,如果这个人想要指控他犯有伪证罪,且除了要求他宣誓之外什么都不做,他也必须被迫按照这个人的要求进行宣誓。
§29ἔπειτα ἵνα ὁ Κηφισιάδης ἔχῃ τὸ ἀργύριον, ἄνθρωπος μέτοικος, ἢ Φορμίων, ὅν φησιν ἀπαληλιφέναι τι οὗτος τοῦ ἀργυρίου, πεισθήσεσθε ὑμεῖς ὡς ἐπιορκήσειεν ἂν ὁ Ἀρχεβιάδης;
那么,为了让外邦居民凯菲西亚德斯,或者这个人声称侵吞了部分资金的波尔米翁得到这笔钱,你们会相信阿尔克比亚德斯会进行伪誓吗?
οὐκ ἔκ γε τῶν εἰκότων, ὦ ἄνδρες δικασταί.
诸位法官,从常理来看,这是绝不可能的。
οὐ γὰρ ἄξιον οὔτε Ἀρχεβιάδου κακίαν οὐδεμίαν καταγνῶναι οὔτε τοῦ πατρὸς τοῦ ἡμετέρου· πολὺ γὰρ αὐτὸν φιλότιμον ἴστε μᾶλλον ὄντα ἢ κακόν τι ἢ αἰσχρὸν ἐπιτηδεύοντα, καὶ πρὸς Κάλλιππον οὐχ οὕτως ἔχοντα ὥστε καταφρονήσαντα τούτου ἀδικῆσαι τι αὐτόν.
因为既不应该判定阿尔克比亚德斯有任何恶行,也不应该判定我们的父亲有任何恶行;因为你们知道,他是一个追求荣誉的人,绝不会去干任何邪恶或可耻的事,而且他与卡里普斯的关系,也绝没有到可以蔑视并侵害他的地步。
§30οὐ γὰρ οὕτω μοι δοκεῖ δύνασθαι ὥστʼ εὐκαταφρόνητος εἶναι, ὃς οὕτως ἐρρωμένος ἐστίν, ὥστε πέρυσί μοι λαχὼν τὴν δίκην ταυτηνὶ καὶ προκαλεσάμενος τῷ Λυσιθείδῃ ἐπιτρέψαι, ἐγὼ μὲν καίπερ καταπεφρονημένος ὑπʼ αὐτοῦ τοῦτό γε ὀρθῶς ἐβουλευσάμην (κατὰ τοὺς νόμους γὰρ ἐπέτρεψα καὶ ἀπήνεγκα πρὸς τὴν ἀρχήν), οὗτος δὲ τὸν κατὰ τοὺς νόμους ἀπενηνεγμένον διαιτητὴν ἔπεισεν ἀνώμοτον διαιτῆσαι, ἐμοῦ διαμαρτυρομένου κατὰ τοὺς νόμους ὀμόσαντα διαιτᾶν, ἵνα αὐτῷ ᾖ πρὸς ὑμᾶς λέγειν ὅτι καὶ Λυσιθείδης, ἀνὴρ καλὸς κἀγαθός, ἔγνω περὶ αὐτῶν.
因为在我看来,卡里普斯绝非软弱到可以轻易被蔑视的人。 他非常强硬,以至于去年对我提起这桩诉讼,并要求将案件交由吕西泰德斯仲裁。 我虽然受到他的蔑视,但在这件事上做出了正确的决定(因为我依法将其提交并报告给了官署);然而,尽管我依法强烈要求仲裁人必须在宣誓后进行调解,他却说服了依法指定的仲裁人在未宣誓的情况下做出裁决,以便他能对你们说,连高尚的吕西泰德斯也做出了有利于他的裁决。
§31Λυσιθείδης γάρ, ὦ ἄνδρες δικασταί, ἕως μὲν ὁ πατὴρ ἔζη, καὶ ἄνευ ὅρκου καὶ μεθʼ ὅρκου ἴσως ἂν οὐκ ἠδίκησεν ἐκεῖνον· ἔμελε γὰρ αὐτῷ ἐκείνου.
诸位法官,因为吕西泰德斯只要我父亲还在世,无论有无誓言,可能都不会对他行不义,因为他在意我父亲。
ἐμοῦ δὲ ἄνευ μὲν ὅρκου οὐδὲν αὐτῷ ἔμελεν, μεθʼ ὅρκου δὲ ἴσως ἂν οὐκ ἠδίκησεν διὰ τὸ αὑτοῦ ἴδιον·
但是对于我,如果没有誓言,他根本不在意我;如果有誓言,他可能由于自身的操守而不会行不义。
διόπερ ἀνώμοτος ἀπεφήνατο.
因此,他在未宣誓的情况下做出了裁决。
ὡς δὲ ἀληθῆ λέγω, καὶ τούτων ὑμῖν τοὺς παραγενομένους μάρτυρας παρέξομαι. ΜΑΡΤΥΡΕΣ.
为了证明我说的是真话,我将向你们提供当时的在场者作为证人。
§32ὅ τι μὲν καὶ παρὰ τοὺς νόμους καὶ παρὰ τὸ δίκαιον δύναται διαπράττεσθαι Κάλλιππος, ὦ ἄνδρες δικασταί, τῆς μαρτυρίας ἀκηκόατε.
[证人证言]诸位法官,关于卡里普斯如何能够违背法律和正义达到目的,你们已经从证词中听到了。
δέομαι δὲ ὑμῶν αὐτός τε ὑπὲρ ἐμαυτοῦ καὶ ὑπὲρ τοῦ πατρός, ἀναμνησθέντας ὅτι πάντων μὲν ὑμῖν καὶ μάρτυρας καὶ τεκμήρια καὶ νόμους καὶ πίστεις παρεσχόμην ὧν εἴρηκα, τούτῳ δὲ ἐπιδείκνυμι ὅτι ἐξόν, εἴπερ τι αὐτῷ προσῆκεν τοῦ ἀργυρίου, ἐπὶ τὸν Κηφισιάδην βαδίζειν τὸν ὁμολογοῦντα κεκομίσθαι καὶ ἔχειν τὸ ἀργύριον, §33καὶ ταῦτα μηδὲν ἧττον τὰ πιστὰ παρʼ ἡμῶν λαβόντα, οὐκ ἔρχεται, εἰδὼς ὅτι οὐκ ἔστιν παρʼ ἡμῖν τὸ ἀργύριον, δέομαι ὑμῶν ἀποψηφίσασθαί μου.
我本人为我自己也为我的父亲恳求你们,请记住,对于我所说的一切,我已经向你们提供了证人、证据、法律和誓约;而我向你们表明,如果这笔资金有任何部分属于这个人,他本可以依法去找承认已收回并持有这笔资金的凯菲西亚德斯,而且是在从我们这里得到了同样充足保证的情况下,他却不去,因为他深知这笔资金并不在我们的手中。 我请求你们判我无罪。
καὶ ταῦτα ποιοῦντες πρῶτον μὲν τὰ δίκαια καὶ κατὰ τοὺς νόμους ἔσεσθε ἐψηφισμένοι, ἔπειτα ἄξια μὲν αὐτῶν ὑμῶν, ἄξια δὲ τοῦ πατρὸς τοῦ ἐμοῦ· ὡς ἐγὼ ὑμᾶς ἂν δεξαίμην ἅπαντα τὰ ἐμαυτοῦ λαβεῖν μᾶλλον ἢ ἀδίκως τι συκοφαντούμενος ἀποτεῖσαι.
你们这样做,首先是做出了公正且合乎法律的判决,其次是做出了无愧于你们自己、也无愧于我父亲的判决;因为我宁愿你们拿走我所有的财产,也不愿因遭到谗言的诬陷而支付任何不义之财。

词汇与语法注释

  1. §25ὥστε μὴ προσθέσθαι ἂν παρὰ τὸ δίκαιον τῷ Κηφισιάδῃ μᾶλλον τὸν πατέρα ἢ τούτῳ τὰ δίκαια ποιῆσαι. — 由连词 ὥστε 引导的不定式从句(结果从句)。不定式附带助词 ἄν(προσθέσθαι 准),表示过去的可能性或虚拟语气(“本不可能偏袒”)。该不定式的逻辑主语是宾格的 τὸν πατέρα。
  2. §28ἂν οὗτος βούληται ἐπισκήψασθαι αὐτῷ τῶν ψευδομαρτυρίων — 动词 ἐπισκήπtoμαι 意为“指控/告发”,其指控的对象(此处为伪证)用属格(τῶν ψευδομαρτυρίων)表示,被指控的对象用与格(αὐτῷ)表示。在此构成 ἄν + 虚拟语气 的条件从句。
  3. §32ἐξόν — 无人称动词 ἔξεστι(可能)的现在分词中性宾格单数。属于宾格绝对(accusative absolute)用法,作为副词性短语,起让步作用(“本可以……却没有”)。

引用这一段

狄摩西尼, 控诉卡利普斯 §25-33. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg052.humanitext-grc2:25-33

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。