Humanitext Reader

狄摩西尼 · 论三列桨战船冠冕 §9-15

战船职务外包的不公与对城邦的危害

第 2 段,共 3 段 · 希腊语

内容简介

演说者批判了处罚贫穷水夫却放任规避责任的富裕战船船长这一不公现象。他指出,这种通过外包服务谋取私利而忽视城邦安全和公众利益的行为,严重损害了雅典的利益,并督促陪审员提高警惕。

§9καὶ κατηγόρει μὲν Ἀριστοφῶν, ἐδικάζετε δʼ ὑμεῖς· εἰ δὲ μὴ μετριωτέραν ἔσχετε τὴν ὀργὴν τῆς ἐκείνων πονηρίας, οὐδὲν αὐτοὺς ἐκώλυε τεθνάναι.
当时是由阿里斯托丰担任控方,而由你们担任法官;如果你们当时对他们的愤怒没有比他们的邪恶稍微温和一些,那么没有什么能阻止他们被处以死刑。
ταὐτὰ τοίνυν εἰδότες οὗτοι πεπραγμένʼ αὑτοῖς καὶ ἐκείνοις, οὐχὶ φρίττουσιν ἐν ὑμῖν ὑπὲρ ὧν προσήκει παθεῖν αὐτούς, ἀλλὰ δημηγοροῦσι κατʼ ἄλλων καὶ στεφανοῦν κελεύουσιν αὑτούς.
然而,这些人明知自己和那些人做出了同样的事,却在你们面前毫无惧色,不为自己应得的惩罚感到战栗,反而对他人进行攻击性演说,并要求你们为他们戴上冠冕。
καίτοι σκέψασθε τίνʼ ἄν ποτε δόξαιτε βεβουλεῦσθαι τρόπον, εἰ διὰ τὴν αὐτὴν πρόφασιν τοὺς μὲν θανάτου κρίναντες, τοὺς δὲ στεφανώσαντες φανείητε.
然而,请考虑一下,如果为了完全相同的理由,你们竟然显得既判处了一部分人死刑,又为另一部分人戴上冠冕,那么你们会被认为做出了怎样的决策。
§10καὶ μὴν οὐ μόνον εἰ τοῦτο ποιήσαιτε, δοκεῖτʼ ἂν ἁμαρτεῖν, ἀλλʼ εἰ μὴ καὶ κολάσαιτε τοὺς τὰ τοιαῦτα ποιοῦντας, ἔχοντες.
事实上,如果你们这样做,不仅会被认为犯了错误,而且如果你们在能够惩罚时,却不惩罚那些做出此类行为的人,也同样如此。
οὐ γὰρ ἐπειδὰν ἐάσητέ τι τῶν ὑμετέρων ἀπολέσθαι, τότε χρὴ χαλεπαίνειν, ἀλλʼ ἐν ᾧ τὰ μὲν ὑμέτερʼ ἐστὶν σᾶ, καθορᾶτε δὲ τοὺς ἐφεστηκότας διʼ αἰσχροκερδίαν οὐχὶ προσήκουσαν πρόνοιαν περὶ σωτηρίας αὐτῶν ποιουμένους.
因为不应当在你们任由自己的财产被毁灭之后才去愤怒,而应当在你们的财产完好无损、并且看到那些受命掌管的人因卑鄙的私利而没有对财产的安全做出应有的关照时(去愤怒)。
καὶ μηδεὶς ὑμῶν ἐπιτιμήσῃ τῷ λόγῳ, πικρὸν εἶναι νομίσας, ἀλλὰ τοῖς τὸ ἔργον αὐτὸ πεποιηκόσιν· διὰ γὰρ τούτους τοιοῦτός ἐστιν.
你们中谁也不要因为认为我的话刻薄而指责它,而应当指责那些做出这种行为本身的人;因为正是因为他们,我的话才呈现出这种面貌。
§11θαυμάζω δʼ ἔγωγε, τί δή ποτε τῶν μὲν ναυτῶν τοὺς ἀπολειπομένους, ὧν τριάκοντα δραχμὰς ἕκαστος ἔχει μόνας, δοῦσι καὶ κολάζουσιν οὗτοι· τῶν δὲ τριηράρχων τοὺς μὴ συμπλέοντας, ὧν τριάκοντα μνᾶς εἰς ἔκπλουν εἴληφεν ἕκαστος, οὐ ταὐτὰ ποιεῖθʼ ὑμεῖς·
我个人感到惊异,究竟为什么,当那些只拿到三十德拉克马的水夫擅离职守时,这些人会将他们捆绑并予以惩罚;而对于那些没有随船出航的战船船长——他们每个人都为出航领到了三十米纳——你们却不对他们采取同样的行动?
ἀλλʼ ἐὰν μὲν πένης ὤν τις διʼ ἔνδειαν ἁμάρτῃ, τοῖς ἐσχάτοις ἐπιτιμίοις ἐνέξεται, ἐὰν δὲ πλούσιος ὢν διʼ αἰσχροκερδίαν ταὐτὰ ποιήσῃ, συγγνώμης τεύξεται;
难道一个穷人因匮乏而犯错,就必须承受极刑,而一个富人因卑鄙的私利做出相同的事,却能获得宽恕?
καὶ ποῦ τὸ πάντας ἔχειν ἴσον καὶ δημοκρατεῖσθαι φαίνεται, τοῦτον τὸν τρόπον ὑμῶν ταῦτα βραβευόντων;
如果你们以这种方式裁决这些事,人人平等和民主制又表现在哪里呢?
§12ἔτι τοίνυν ἔμοιγε δοκεῖ κἀκεῖνʼ ἀλόγως ἔχειν, τὸν μὲν εἰπόντα τι μὴ κατὰ τοὺς νόμους, ἐὰν ἁλῷ τὸ τρίτον, μέρος ἠτιμῶσθαι τοῦ σώματος, τοὺς δὲ μὴ λόγον, ἀλλʼ ἔργον παράνομον πεποιηκότας μηδεμίαν δοῦναι δίκην.
此外,在我看来,以下这一点同样是不合理的:一个提出了违法提案的人,如果被判有罪三次,就会被剥夺一部分公民权,而那些做出了违法的行为而不是违法言论的人,却不需要承担任何惩罚。
καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντες ὑμεῖς φήσετε τὸ πρὸς τὰ τοιαῦτα πράως ἔχειν προδιδάσκειν ἑτέρους ἀδικεῖν εἶναι.
而且,雅典的公民们,你们所有人都会说,对这种行为采取温和的态度,就是预先教会他人去作恶。
§13βούλομαι τοίνυν, ἐπειδήπερ παρῆλθον, καὶ τὰ συμβαίνοντʼ ἀπὸ τῶν τοιούτων ὑμῖν διεξελθεῖν.
因此,既然我已经站了出来,我也希望向你们详细阐述这些做法给你们带来的后果。
ἐπειδὰν γάρ τις μισθωσάμενος τριηραρχίαν ἐκπλεύσῃ, πάντας ἀνθρώπους ἄγει καὶ φέρει, καὶ τὰς μὲν ὠφελίας ἰδίᾳ καρποῦται, τὰς δὲ δίκας τούτων ὁ τυχὼν δίδωσιν ὑμῶν, καὶ μόνοις ὑμῖν οὐδαμόσε ἔστιν ἄνευ κηρυκείου βαδίσαι διὰ τὰς ὑπὸ τούτων ἀνδροληψίας καὶ σύλας κατεσκευασμένας·
因为当某人承包了战船船长之职并出航时,他掠夺所有人,将利益据为己有,而这些恶行的后果(诉讼和赔偿)却要由你们中碰巧遇到的人来承担;正是因为这些人所制造的人身扣留和强行索赔,使得唯独你们在没有带传令官手杖的情况下,无法前往任何地方。
§14ὥστε τῇ γʼ ἀληθείᾳ σκοπῶν ἄν τις εὕροι τὰς τοιαύτας τριήρεις οὐχ ὑπὲρ ὑμῶν, ἀλλὰ καθʼ ὑμῶν ἐκπεπλευκυίας.
因而,如果有人探究真相,就会发现这些战船出航并不是为了你们,而是针对你们。
τὸν γὰρ ὑπὲρ τῆς πόλεως τριήραρχον οὐκ ἀπὸ τῶν κοινῶν προσδοκᾶν χρὴ πλουτήσειν, ἀλλʼ ἀπὸ τῶν ἰδίων τὰ τῆς πόλεως ἐπανορθώσειν, εἴπερ ἔσται τι τῶν δεόντων ὑμῖν.
因为为城邦服务的战船船长,不应当期待从公款中发财,而应当在你们有任何需要的时候,用自己的财产来重整城邦的事业。
τούτων δὲ τἀναντίʼ ἕκαστος ἐγνωκὼς ἐκπλεῖ· καὶ γάρ τοι τὰ τῶν αὑτῶν τρόπων ἁμαρτήματα ταῖς ὑμετέραις βλάβαις ἐπανορθοῦνται.
然而,他们每个人在出航时都抱着相反的决心;正因如此,他们用你们的损失来弥补自己恶劣品格所造成的过失。
§15καὶ τούτων οὐδέν ἐστιν ἄλογον.
而这些事情没有一件是不可思议的。
δεδώκατε γὰρ τοῖς βουλομένοις ἀδικεῖν, ἂν μὲν λάθωσιν, ἔχειν, ἐὰν δὲ ληφθῶσι, συγγνώμης τυχεῖν·
因为你们已经给了那些想要作恶的人这样的权利:如果他们瞒过众人,就可以保有利益;如果他们被抓住,就可以获得宽恕。
τοῖς οὖν ἠμεληκόσι δόξης ἄδεια ποιεῖν ὅ τι ἂν βούλωνται γέγονεν.
因此,对于那些不在乎名誉的人来说,他们已经获得了为所欲为的免责权。
τῶν μὲν τοίνυν ἰδιωτῶν τοὺς μετὰ τοῦ παθεῖν μανθάνοντας ἀπροσκέπτους ὀνομάζομεν· ὑμᾶς δέ, οἵτινες οὐδὲ πεπονθότες πολλάκις ἤδη φυλάττεσθε, τί τις καλέσειεν ἄν;
在私人公民中,我们把那些在遭受损失之后才吸取教训的人称为“糊涂”;但对于你们这些已经多次遭受损失却仍不加防范的人,又该称你们为什么呢?

词汇与语法注释

  1. §9οὐδὲν αὐτοὺς ἐκώλυε τεθνάναι — 在虚拟语气的归结从句中,使用了不带语气小词 `ἄν` 的直陈式未完成过去时 `ἐκώλυε`。这种句式用于客观地描述过去本不可避免的事实或必然性(即“本无任何事物可以阻碍其被处死”)。
  2. §9πεπραγμένʼ αὑτοῖς — `πεπραγμένʼ` 是完美被动分词中性复数 `πεπραγμένα` 的省音形式。与格 `αὑτοῖς`(他们自己)在此处作为被动语态中的施事与格(dative of agent),解释为“由他们自己所做出的行为”。
  3. §10ἔχοντες — 现在分词 `ἔχοντες` 具有让步语气(意为“虽然你们有能力/拥有惩罚的手段”)。此外,前句中的“你们似乎将犯下错误”(`δοκεῖτʼ ἂν ἁμαρτεῖν`)作为省略的归结从句,同样支配着由 `ἀλλʼ εἰ μὴ ...` 引导的第二个条件从句。
  4. §11τῶν μὲν ναυτῶν τοὺς ἀπολειπομένους — 属格 `τῶν ναυτῶν` 与 `τῶν τριηράρχων` 为部分属格(partitive genitive),被置于句首以形成强烈的对比。它们各自带有关系从句(`ὧν...`)进行修饰,紧接着是表示具体受事群体的宾格 `τοὺς ἀπολειπομένους` 和 `τοὺς μὴ συμπλέοντας`。
  5. §12μέρος ἠτιμῶσθαι τοῦ σώματος — 直译为“就身体的一部分而言被剥夺名誉/权利”,这是阿提卡法律中的惯用表达,指“被处以部分公民权剥夺(部分 *atimia*)”。其中 `μέρος` 作关系宾格(accusative of respect)或被动动词的直接宾格。
  6. §13ἄγει καὶ φέρει — 动词 `ἄγω`(带走人或牲畜)与 `φέρω`(运走财物)的并用是古希腊语中的经典套语(idiom),合起来表示“无情地掠夺”或“洗劫一空”。
  7. §15ἄδεια ποιεῖν ὅ τι ἂν βούλωνται — 不定式 `ποιεῖν` 在此处作为同位(解释性)不定式,用以补充说明名词 `ἄδεια`(免责权、自由)的具体内容。这一不定式短语构成了主句谓语动词 `γέγονεν` 的语法主语。

引用这一段

狄摩西尼, 论三列桨战船冠冕 §9-15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg051.humanitext-grc2:9-15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。