Humanitext Reader

狄摩西尼 · 论三列桨战船冠冕 §16-22

斥责辩护人的前后反常并呼吁公正判决

第 3 段,共 3 段 · 希腊语

内容简介

说话人强烈批评了那些共同辩护人的虚伪与前后不一,他们过去曾是控方,如今却为了酬金而为被告辩护。他呼吁雅典公民做出公正的裁决,不要让城邦的公益服务和公民的名誉受制于无耻发言者的贪婪。

§16ἄξιον τοίνυν καὶ περὶ τῶν συνειρηκότων εἰπεῖν.
因此,也有必要谈谈那些为他们共同辩护的人。
οὕτως γὰρ ἡγοῦνταί τινες ἐξουσίαν εἶναι σφίσιν καὶ ποιεῖν ὅ τι βούλονται καὶ λέγειν παρʼ ὑμῖν, ὥστε τῶν τότε συγκατηγορούντων μετʼ Ἀριστοφῶντος καὶ πικρῶν ὄντων τοῖς μεμισθωκόσι τὰς τριηραρχίας νῦν κελεύουσί τινες τούτους στεφανῶσαι, καὶ δυοῖν θάτερον ἐξελέγχουσιν αὑτούς, ἢ τότʼ ἐκείνους ἀδίκως συκοφαντοῦντες, ἢ νῦν τοῖσδʼ ἐπὶ μισθῷ συνηγοροῦντες.
因为某些人认为自己拥有在你们面前为所欲为、畅所欲言的自由,以至于当时曾与阿里斯托丰一起担任共同原告、并对那些承包了战船船长职的人态度严厉的某些人,现在却要求你们给这些人戴上冠冕,这在两件事中证明了他们自己必居其一:要么是当时不公正地诬陷了那些人,要么是现在为了酬金而为这些人辩护。
§17καὶ χαρίσασθαι κελεύουσιν ὑμᾶς, ὥσπερ περὶ δωρεᾶς, ἀλλʼ οὐ περὶ νικητηρίων τῶν λόγων ὄντων, ἢ καὶ χάριν τιθεμένων διὰ τῶν τοιούτων τοῖς ἀμελοῦσιν ὑμῶν, ἀλλʼ οὐ διὰ τῶν βελτιόνων τοῖς ὑπηρετοῦσιν ἃ δεῖ χαρίζεσθαι προσῆκον.
他们要求你们施予恩惠,就好像这场争论是关于一份赠礼,而不是关于胜利的奖赏,又或者好像是通过这种行为向那些忽视你们的人施恩,而不是应当通过更优秀的行为,向那些履行了应尽义务的人施予恩惠。
ἔπειθʼ οὕτως ὀλιγωροῦσιν τοῦ δοκεῖν ἐπιεικεῖς εἶναι, καὶ παντελῶς τἄλλα πάρεργα πρὸς τὸ λαβεῖν νομίζουσιν, ὥστʼ οὐ μόνον τοῖς πρότερον ῥηθεῖσιν ὑφʼ αὑτῶν ἐναντία τολμῶσιν δημηγορεῖν, ἀλλὰ καὶ νῦν οὐ ταὐτὰ λέγουσιν ἑαυτοῖς, οἵτινες τοὺς μὲν ναύτας φασὶ δεῖν οἰκείους εἶναι τῆς τριήρους τῆς ληψομένης τὸν στέφανον, τῶν δὲ τριηράρχων τοὺς ἠλλοτριωκότας αὑτοὺς ἀπὸ τῆς λῃτουργίας, τούτους στεφανῶσαι κελεύουσι.
此外,他们如此轻视自己被视为体面人的名誉,完全将其他一切事情视为获取利益的副业,以至于他们不仅敢于进行与自己以前所说相反的公开演说,甚至现在他们的言论也是自相矛盾的:他们一方面说水夫必须属于那艘将要获得冠冕的战船,另一方面却要求给那些已经让自己脱离了这一公益服务的战船船长们戴上冠冕。
§18καὶ φασὶ μὲν οὐδένα τούτων πρότερον παρασκευάσασθαι, κελεύουσι δὲ κοινῇ στεφανοῦν ἡμᾶς, τοῦ ψηφίσματος οὐ ταῦτα λέγοντος.
他们说这些人中没有一个预先准备好船只,却要求我们共同接受冠冕,尽管提案并不是这样说的。
ἐγὼ δὲ τοσούτου δέω τοῦτο συγχωρεῖν ὅσουπερ καὶ μεμισθωκέναι τὴν τριηραρχίαν· οὔτε γὰρ τοῦθʼ ὑπομείναιμʼ ἂν οὔτʼ ἐκεῖνʼ ἐποίησα.
但我绝不妥协于此,正如我绝不曾将战船船长职外包一样;因为我既不能容忍前者,也没有做过后者。
προσποιοῦνται μὲν τοίνυν ὑπὲρ τοῦ δικαίου συνηγορεῖν, σπουδάζουσιν δὲ μᾶλλον ἢ προῖκʼ ἄν τις ὑμῶν πράττων, ὥσπερ ἄξια τοῦ μισθοῦ ποιῆσαι προσῆκον ἑαυτοῖς, ἀλλʼ οὐ γνώμην ἀποφήνασθαι.
因此,他们假装是在为正义辩护,但他们表现出的热心却超过了你们中任何无偿行事的人,仿佛他们应当做配得上自己酬劳的事,而不是发表自己的真实意见。
§19εἶθʼ ὥσπερ οὐχὶ πολιτείας κοινῆς μετέχοντες καὶ διὰ ταῦτα τῷ βουλομένῳ λέγειν ἐξόν, ἀλλʼ ἱερωσύνην ἰδίαν αὐτοί τινα ταύτην ἔχοντες, ἐὰν ὑπὲρ τῶν δικαίων ἐν ὑμῖν τις εἴπῃ, δεινὰ πάσχουσιν καὶ θρασὺν εἶναί φασιν.
然后,他们就好像不共同参与城邦的公共政治、因而任何愿意的人都有权发言一样,又或者好像他们自己拥有某种私人的神职一样,如果有人在你们面前为了正义而发言,他们就觉得受到了极大的伤害,并说那人是放肆的。
καὶ εἰς τοσοῦτον ἀναισθησίας προήκουσιν, ὥστʼ οἴονται τὸν ἅπαξ εἰρηκότʼ ἂν καλέσωσιν ἀναιδῆ, σφᾶς αὐτοὺς πάντʼ ἂν τὸν βίον καλοὺς κἀγαθοὺς νομίζεσθαι.
他们已经到了如此麻木不仁的地步,以至于他们认为,只要他们把发言者称为无耻之徒,他们自己就会在一生中被视为高尚正派的人。
§20καίτοι διὰ μὲν τὰς τούτων δημηγορίας πολλὰ χεῖρον ἔχει, διὰ τοὺς δʼ οἰομένους δεῖν τὰ δίκαιʼ ἀντιλέγειν οὐ πάντʼ ἀπόλωλεν.
然而,虽然因为这些人的公开演说,许多事情变得更糟,但因为那些认为必须为了正义而反驳他们的人,并不是所有的事情都毁灭了。
τοιούτους τοίνυν τοὺς συνεροῦντας αὑτοῖς παρεσκευασμένοι, καὶ τοσαύτην βλασφημίαν εἰδότες οὖσαν καθʼ ἑαυτῶν τοῖς βουλομένοις τι λέγειν φλαῦρον, ὅμως εἰς λόγον ἠξίωσαν καταστῆναι καὶ κακῶς τινʼ ἐτόλμησαν εἰπεῖν, οἷς ἀγαπητὸν ἦν μὴ πάσχουσιν κακῶς αὐτοῖς.
因此,他们准备了这样的人来为他们共同辩护,并且明知那些想要说些微不足道的话的人对他们自己有着如此多的诽谤,但他们仍然认为值得进行辩论,并敢于说别人的坏话,而对于他们来说,只要自己没有遭受损害,就本该感到满足了。
§21τοῦ τοίνυν τούτους ἀδίκους εἶναι καὶ θρασεῖς οὐδένες ὑμῶν εἰσιν αἰτιώτεροι· παρὰ γὰρ τῶν λεγόντων, οὓς ἴστʼ ἐπὶ μισθῷ τοῦτο πράττοντας, πυνθάνεσθε ποῖόν τινʼ ἕκαστον δεῖ νομίζειν, οὐκ αὐτοὶ θεωρεῖτε.
因此,对于这些人不公和放肆,没有谁比你们更有责任;因为你们是从那些你们明知是为了酬金而发言的人口中,去打听每个人应当被视为什么样的人,而不是自己去观察。
καίτοι πῶς οὐκ ἄτοπον τούτους μὲν αὐτοὺς πονηροτάτους τῶν πολιτῶν νομίζειν, τοὺς δʼ ὑπὸ τούτων ἐπαινουμένους χρηστοὺς ἡγεῖσθαι;
然而,把这些人本身视为公民中最邪恶的人,却相信被他们赞美的人是善良的,这难道不是很荒谬吗?
§22καὶ γάρ τοι πάντα διʼ αὑτῶν ποιοῦνται, καὶ μόνον οὐχ ὑπὸ κήρυκος πωλοῦσι τὰ κοινά, καὶ στεφανοῦν, ὃν ἂν αὐτοῖς δοκῇ, καὶ μὴ στεφανοῦν κελεύουσι, κυριωτέρους αὑτοὺς τῶν ὑμετέρων δογμάτων καθιστάντες.
正因如此,他们自己掌控了一切,甚至差一点就通过传令官拍卖了公有财产,并命令你们给他们中意的人戴上冠冕,不给其他人戴,使他们自己比你们的决议更有权威。
ἐγὼ δʼ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, παραινῶ μὴ ποιεῖν τὴν τῶν ἀναλίσκειν ἐθελόντων φιλοτιμίαν ἐπὶ τῇ τῶν λεγόντων πλεονεξίᾳ.
但是,雅典的公民们,我建议你们不要让那些愿意花钱的人的荣誉心受制于发言者的贪婪。
εἰ δὲ μή, διδάξετε πάντας τὰ μὲν ὑφʼ ὑμῶν προσταττόμενʼ ὡς εὐτελέστατα διοικεῖν, τοὺς δʼ ὑπὲρ τούτων ἀναιδῶς εἰς ὑμᾶς ψευδομένους ὡς πλείστου μισθοῦσθαι.
否则,你们将教会所有人以最廉价的方式去管理你们所命令的事,并以最高的价格去雇用那些为了这些事而无耻地向你们撒谎的人。

词汇与语法注释

  1. §16τῶν τότε συγκατηγορούντων μετʼ Ἀριστοφῶντος — 在由 ὥστε 引导的结果从句中,属格复数分词 τῶν τότε συγκατηγορο 具有名词性,作为部分属格修饰后文的主语 τινες。
  2. §17τῶν λόγων ὄντων / χάριν τιθεμένων / προσῆκον — 前两个分词短语(τῶν λόγων ὄντων 和 χάριν τιθεμένων)是受 ὥσπερ 控制的属格绝对结构,而句末的 προσῆκον 则是无人称动词 προσήκει 的中性单数宾格分词,用作宾格绝对结构。
  3. §18τοσούτου δέω τοῦτο συγχωρεῖν ὅσουπερ — 这一比较句式意为“我绝不同意这一点,正如我绝不曾……”,用于表达说话人强烈的否定或拒绝。
  4. §20οἷς ἀγαπητὸν ἦν μὴ πάσχουσιν κακῶς αὐτοῖς — 关系代名词 οἷς 指向 ἐτόλμησαν 的主语。短语 ἀγαπητὸν ἦν(本该感到满足)带有违背事实的虚拟语气,分词 μὴ πάσχουσιν 则起条件作用(意为“如果他们不遭受损害”)。
  5. §22μὴ ποιεῖν τὴν τῶν ἀναλίσκειν ἐθελόντων φιλοτιμίαν ἐπὶ τῇ τῶν λεγόντων πλεονεξίᾳ — 动词 ποιεῖν 与后接与格的介词 ἐπί 结合,意为“将某物置于另一物的支配之下(或听任其摆布)”。因此,这里解释为“不要让那些愿意花钱的人的荣誉心受制于(牺牲于)发言者的贪婪”。

引用这一段

狄摩西尼, 论三列桨战船冠冕 §16-22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg051.humanitext-grc2:16-22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。