Humanitext Reader

狄摩西尼 · 论三列桨战船冠冕 §1-8

依最快备船获授花冠的权利与对对手转包职责的谴责

第 1 段,共 3 段 · 希腊语

内容简介

说话者主张自己作为最先装备好战船的人理应获得加冕,并揭露对手忽视战船装备而只准备演说家的不妥行为。他进一步指出对手将三段战船船长职能廉价分包给他人,并引用雅典过去的先例(战败时将分包职务者入狱)来对他们进行严厉谴责。

§1εἰ μὲν ὅτῳ πλεῖστοι συνείποιεν, ὦ βουλή, τὸ ψήφισμʼ ἐκέλευε δοῦναι τὸν στέφανον, κἂν ἀνόητος ἦν εἰ λαβεῖν αὐτὸν ἠξίουν, Κηφισοδότου μόνου μοι συνειρηκότος, τούτοις δὲ παμπόλλων.
议事会的成员们,如果法令曾规定,要把冠冕奖给获得最多辩护人支持的人,那么,既然唯有凯菲索多托斯一人为我辩护,而为他们辩护的却大有人在,如果我还认为自己配得这顶冠冕,我就是愚蠢至极了。
νῦν δὲ τῷ πρώτῳ παρασκευάσαντι τὴν τριήρη τὸν ταμίαν προσέταξεν ὁ δῆμος δοῦναι, πεποίηκα δὲ τοῦτʼ ἐγώ· διό φημι δεῖν αὐτὸς στεφανοῦσθαι.
然而事实上,民众命令财务官将冠冕奖给最先装备好三段战船的人,而我正是这样做的;因此,我主张应该由我自己获得加冕。
§2θαυμάζω δὲ καὶ τούτων, ὅτι τῆς τριήρους ἀμελήσαντες τοὺς ῥήτορας παρεσκεύασαν, καὶ δοκοῦσί μοι παντὸς διημαρτηκέναι τοῦ πράγματος, καὶ νομίζειν οὐχὶ τοῖς ποιοῦσιν ἃ δεῖ χάριν ὑμᾶς ἔχειν, ἀλλὰ τοῖς φάσκουσιν, οὐ τὸν αὐτὸν τρόπον ἐγνωκότες ὅνπερ ἐγὼ περὶ ὑμῶν.
我对这些人也感到惊异,因为他们忽视了战船,却准备了演说家,在我看来,他们完全错看了整件事,并且认为你们应当感激的不是那些履行职责的人,而是那些口头宣称的人,他们对你们的看法与我截然不同。
καὶ κατʼ αὐτὸ δὴ τοῦτο δικαίως ἂν ἔχοιτʼ εὐνοϊκωτέρως ἐμοί· φαίνομαι γὰρ βελτίους ὑμᾶς ὑπολαμβάνων ἢ οὗτοι.
正是因为这一点,你们理所当然应当对我更加友善;因为显而易见,我比他们更看重你们。
§3ἐχρῆν μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δίκαιον ἦν τοὺς τὸν στέφανον οἰομένους δεῖν παρʼ ὑμῶν λαβεῖν αὑτοὺς ἀξίους ἐπιδεικνύναι τούτου, μὴ ἐμὲ κακῶς λέγειν.
雅典的公民们,原本那些认为应当从你们那里获得冠冕的人,应当证明自己配得上它,而不是对我进行诽谤。
ἐπειδὴ δὲ τοῦτο παρέντες ἐκεῖνο ποιοῦσιν, ἀμφότερʼ αὐτοὺς ἐπιδείξω ψευδομένους, ἅ θʼ αὑτοὺς ἐνεκωμίασαν καὶ ὅσʼ εἰς ἡμᾶς ἐβλασφήμησαν, ἐξ αὐτῶν τῶν πεπραγμένων ἑκατέροις.
但既然他们放弃了前者而采取了后者,我将从我们双方各自的实际行动中证明,他们无论是在自我赞美还是在对我们的诽谤上,全都是在说谎。
§4ψήφισμα γὰρ ὑμῶν ποιησαμένων, ὃς ἂν μὴ πρὸ τῆς ἕνης καὶ νέας ἐπὶ χῶμα τὴν ναῦν περιορμίσῃ, δῆσαι καὶ δικαστηρίῳ παραδοῦναι, καὶ ταῦτα κυρωσάντων, ἐγὼ μὲν περιώρμισα καὶ στέφανον διὰ ταῦτα παρʼ ὑμῶν ἔλαβον, οὗτοι δʼ οὐδὲ καθείλκυσαν, ὥστʼ ἔνοχοι δεσμῷ γεγόνασιν.
因为当你们通过法令,规定凡未在晦日之前将船只驶至突堤停泊的人,都将被逮捕并移送法庭,且你们批准了该法令时,我确实将船驶至突堤停泊,并因此从你们那里获得了冠冕,而他们甚至连船都没有下水,从而落得应受拘禁的境地。
πῶς οὖν οὐκ ἀτοπώτατον ἂν διαπράξαισθʼ ἔργον, εἰ τοὺς καθʼ ἑαυτῶν ἐάσαντας τίμημα τοιοῦτον ἐπαχθῆναι, τούτους στεφανώσαντες ὑμεῖς φαίνοισθε;
那么,如果你们竟然去为那些任由自己遭受如此惩罚的人加冕,这难道不是你们所能做出的最荒谬绝伦的行为吗?
§5τὰ σκεύη τοίνυν, ὅσα δεῖ παρέχειν τὴν πόλιν τοῖς τριηράρχοις, ἐγὼ μὲν ἐκ τῶν ἰδίων ἀνήλωσα καὶ τῶν δημοσίων ἔλαβον οὐδέν, οὗτοι δʼ ὑμετέροις κέχρηνται καὶ τῶν σφετέρων οὐδὲν εἰς ταῦτα προεῖνται.
此外,关于城邦应当提供给三段战船船长的装备,我是自掏腰包支付的,没有拿任何公物,而他们却使用了你们的公物,自己未为此付出任何东西。
καὶ μὴν οὐδʼ ἂν ἐκεῖνό γʼ ἔχοιεν εἰπεῖν, ὡς ἀνεπειρῶντʼ ἐμοῦ πρότεροι· πρὶν γὰρ ἧφθαι μόνον τῆς τριήρους τούτους ἐπεπλήρωτό μοι, καὶ πάντες ἑωρᾶθʼ ὑμεῖς ἀναπειρωμένην τὴν ναῦν.
而且,他们绝对无法声称自己比我先进行了试航;因为在他们甚至还没碰过战船之前,我的船就已经满员了,而且你们大家都看见了我的船在进行试航。
§6ἔτι τοίνυν ὑπηρεσίαν τὴν κρατίστην ἔλαβον, πολλῷ πλεῖστον ἀργύριον δούς.
此外,我通过支付最多的资金,获得了最优秀的辅助船员。
οὗτοι δʼ εἰ μὲν εἶχον χείρονʼ ἡμῶν, οὐδὲν ἂν ἦν δεινόν· νῦν δʼ οὐδʼ ὁποιαντινοῦν μεμίσθωνται, περὶ τοῦ πλείονος ἀντιλέγοντες.
如果他们得到的船员比我们的差一些,倒也算不上什么可怕的事;但事实上,由于心疼更多的花费,他们甚至连任何船员都没有雇佣。
καίτοι πῶς εἰσιν δίκαιοι ταῦτα μὲν ὕστερον ἐξαναπληροῦν, νῦν δʼ ὡς πρῶτοι παρασκευασάμενοι τὸν στέφανον λαβεῖν;
既然如此,现在他们却要以最先装备好战船的人的身份来领取冠冕,而此后才去补足这些空缺,这怎么能说是公正的呢?
§7ἡγοῦμαι τοίνυν, ὅτι μὲν δικαιότατʼ ἂν στεφανώσαιτʼ ἐμέ, καὶ μηδὲν εἰπόντος ἐμοῦ γιγνώσκειν ὑμᾶς· ὅτι δʼ οὐκ ἔνεστι μόνοις τούτοις περὶ τοῦ στεφάνου λόγος, τοῦτʼ ἐπιδεῖξαι βούλομαι.
因此我认为,即使我一言不发,你们也知道为我戴上冠冕是最公正的;但我希望能表明,关于冠冕的争论并不单单关乎这些人。
πόθεν οὖν τοῦτο μάλιστʼ ἔσται δῆλον;
那么,这一点从哪里看得最清楚呢?
ἀφʼ ὧν αὐτοὶ πεποιήκασιν·
从他们自己所做的事情中。
σκεψάμενοι γὰρ τὸν ἐξ ἐλαχίστου τριηραρχεῖν βουλόμενον, μεμισθώκασι τὴν λῃτουργίαν.
因为他们寻找了一个愿意以最低价格担任三段战船船长的人,并将这项公益服务承包了出去。
καίτοι πῶς οὐκ ἄδικον τῶν μὲν ἀναλωμάτων ἀφεστηκέναι, τῶν δὲ γιγνομένων διʼ ἐκεῖνα τιμῶν ἀξιοῦν αὑτοῖς μετεῖναι;
然而,规避了开支,却又要求在因开支而产生的光荣中分得一份,这难道不是不公正的吗?
καὶ τοῦ μὲν μὴ περιορμίσαι τὴν ναῦν τότε τὸν μεμισθωμένον αἰτιᾶσθαι, τῶν δὲ καλῶς δεδιακονημένων νῦν αὑτοῖς κελεύειν χάριν ὑμᾶς ἔχειν;
而且,对于当时没有使船只进港停泊一事去责备承包商,如今对于完成得很好的服务却要求你们对他们表示感激,这难道不荒谬吗?
§8δεῖ τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ μόνον ἐκ τούτων σκοπεῖν τὸ δίκαιον, ἀλλὰ καὶ ἐξ ὧν αὐτοὶ πρότερον πεποιήκατε ταὐτὰ τινῶν διαπραξαμένων τούτοις.
因此,雅典的公民们,你们不仅应当根据这些事实来审视公正,还应当根据你们以前在面对那些做出与这些人相同行为的人时的做法来做出判断。
ὅτε γὰρ τῇ ναυμαχίᾳ τῇ πρὸς Ἀλέξανδρον ἐνικήθητε, τότε τῶν τριηράρχων τοὺς μεμισθωκότας τὰς τριηραρχίας αἰτιωτάτους τοῦ γεγενημένου νομίζοντες παρεδώκατʼ εἰς τὸ δεσμωτήριον, καταχειροτονήσαντες προδεδωκέναι τὰς ναῦς καὶ λελοιπέναι τὴν τάξιν.
因为当你们在与亚历山大的海战中战败时,你们认为那些将三段战船船长之职承包出去的人是导致这一后果的主要责任者,因而将他们投入了监狱,通过举手表决判定他们背叛了战船并擅离职守。

词汇与语法注释

  1. §1κἂν ἀνόητος ἦν — κἂν 是 καὶ ἄν 的缩写。它在此引导一个过去虚拟条件句的结句,与条件句 εἰ ἠξίουν(如果我曾认为配得的话)相呼应,通过直说过去式 ἦν 加上 ἄν 表示“我当时本是愚蠢的(但实际上并不是)”。
  2. §2οὐχὶ τοῖς ποιοῦσιν ἃ δεῖ χάριν ὑμᾶς ἔχειν, ἀλλὰ τοῖς φάσκουσιν — 这是依赖于 νομίζειν(认为)的“对格加不定式”结构,其中 ὑμᾶς 是不定式 ἔχειν 的逻辑主语。习惯表达 χάριν ἔχω(感激)支配与格,表示感激的对象(在此为 τοῖς ποιοῦσιν... ἀλλὰ τοῖς φάσκουσιν)。
  3. §4ὃς ἂν μὴ ... περιορμίσῃ, δῆσαι καὶ δικαστηρίῳ παραδοῦναι — 这是一个间接引语中的不定式结构,用以详述法令(ψήφισμα)的内容。对应于条件关系从句 ὃς ἂν... περιορμίσῃ(凡未驶至停泊者),主句的不定式 δῆσαι 和 παραδοῦναι 起到了命令句的作用,用以表达法律上的强制命令。
  4. §5πρὶν γὰρ ἧφθαι μόνον τῆς τριήρους τούτους — 这是 πρὶν 连词接不定式(ἧφθαι)的结构。τούτους(他们)是不定式的逻辑主语(对格),而 ἧφθαι(触摸,动词 ἅπτω 的完成中动不定式)支配表示接触对象的属格 τῆς τριήρους。整句意为“在他们甚至还没碰到战船之前”。
  5. §7τοῦ μὲν μὴ περιορμίσαι τὴν ναῦν τότε τὸν μεμισθωμένον αἰτιᾶσθαι, τῶν δὲ καλῶς δεδιακονημένων νῦν αὑτοῖς κελεύειν χάριν ὑμᾶς ἔχειν — 前半句的 αἰτιᾶσθαι(指责)支配被指责者的对格(τὸν μεμισθωμένον)以及表示原因的属格(τοῦ μὴ περιορμίσαι...)。后半句的 κελεύειν(要求)引导对格主语 ὑμᾶς 以及不定式 χάριν ἔχειν(表示感激),该不定式又支配表示感谢对象的与格(αὑτοῖς)和表示原因的属格(τῶν καλῶς δεδιακονημένων)。这两个对比性的指责通过伴随属格的复杂平行结构体现。

引用这一段

狄摩西尼, 论三列桨战船冠冕 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg051.humanitext-grc2:1-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。