← デモステネス

第五十一弁論 三段櫂船奉仕役への冠について

§1-8

最速の船装備による受冠の権利と相手の下請け行為の告発

話し手は、自分が最初に三段櫂船を装備した者として戴冠される権利があると主張し、装備を放置して弁論家を雇った競合相手の不当性を暴く。さらに、競合相手が三段櫂船の職務(レイトゥルギア)を他者に安価で下請けに出していた事実を指摘し、過去の先例を持ち出して彼らを厳しく糾弾する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

εἰ μὲν ὅτῳ πλεῖστοι συνείποιεν, ὦ βουλή, τὸ ψήφισμʼ ἐκέλευε δοῦναι τὸν στέφανον, κἂν ἀνόητος ἦν1 εἰ λαβεῖν αὐτὸν ἠξίουν, Κηφισοδότου μόνου μοι συνειρηκότος, τούτοις δὲ παμπόλλων. νῦν δὲ τῷ πρώτῳ παρασκευάσαντι τὴν τριήρη τὸν ταμίαν προσέταξεν ὁ δῆμος δοῦναι, πεποίηκα δὲ τοῦτʼ ἐγώ· διό φημι δεῖν αὐτὸς στεφανοῦσθαι.

評議会の諸君、もし最も多くの人々が弁護した者に冠を与えるよう民衆議決が命じていたならば、私を弁護したのはケフィソドトス一人だけで、彼らを弁護したのは非常に大勢だったのだから、それを自分が受け取るのが当然だと考えるとしたら私は愚かであったでしょう。しかし実際には、民衆は最初に三段櫂船を装備した者に(冠を)与えるよう財務官に命じたのであり、私はこれを行いました。だからこそ、私は自分自身が冠を受けるべきだと主張するのです。

§2

θαυμάζω δὲ καὶ τούτων, ὅτι τῆς τριήρους ἀμελήσαντες τοὺς ῥήτορας παρεσκεύασαν, καὶ δοκοῦσί μοι παντὸς διημαρτηκέναι τοῦ πράγματος, καὶ νομίζειν οὐχὶ τοῖς ποιοῦσιν ἃ δεῖ χάριν ὑμᾶς ἔχειν, ἀλλὰ τοῖς φάσκουσιν,2 οὐ τὸν αὐτὸν τρόπον ἐγνωκότες ὅνπερ ἐγὼ περὶ ὑμῶν. καὶ κατʼ αὐτὸ δὴ τοῦτο δικαίως ἂν ἔχοιτʼ εὐνοϊκωτέρως ἐμοί· φαίνομαι γὰρ βελτίους ὑμᾶς ὑπολαμβάνων ἢ οὗτοι.

私は彼らに対しても驚きを禁じ得ません。なぜなら彼らは三段櫂船を放置して弁論家たちを準備したからであり、物事の本質を完全に履き違えているように思われます。そして、あなた方が感謝すべきなのは、なすべきことを行う者に対してではなく、口先だけで言う者に対してであると考えているようです。彼らは、私があなた方について抱いているのと同じ考えを抱いていません。まさにこのことによって、あなた方は当然、私に対してより好意的であるべきです。なぜなら、私は彼らよりもあなた方を優れた者とみなしていることが明らかだからです。

§3

ἐχρῆν μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δίκαιον ἦν τοὺς τὸν στέφανον οἰομένους δεῖν παρʼ ὑμῶν λαβεῖν αὑτοὺς ἀξίους ἐπιδεικνύναι τούτου, μὴ ἐμὲ κακῶς λέγειν. ἐπειδὴ δὲ τοῦτο παρέντες ἐκεῖνο ποιοῦσιν, ἀμφότερʼ αὐτοὺς ἐπιδείξω ψευδομένους, ἅ θʼ αὑτοὺς ἐνεκωμίασαν καὶ ὅσʼ εἰς ἡμᾶς ἐβλασφήμησαν, ἐξ αὐτῶν τῶν πεπραγμένων ἑκατέροις.

アテナイの諸君、本来ならば、あなた方から冠を受け取るべきだと考えている者たちは、自分たちがそれに値することを示すべきであり、私を中傷すべきではありませんでした。しかし、彼らはこのことを怠ってあちら(中傷)を行っているのですから、彼らが自分自身を賞賛したことにおいても、我々に対して悪口を浴びせたことにおいても、双方の実際の行為そのものから、彼らが二重の意味で嘘をついていることを証明しましょう。

§4

ψήφισμα γὰρ ὑμῶν ποιησαμένων, ὃς ἂν μὴ πρὸ τῆς ἕνης καὶ νέας ἐπὶ χῶμα τὴν ναῦν περιορμίσῃ, δῆσαι καὶ δικαστηρίῳ παραδοῦναι,3 καὶ ταῦτα κυρωσάντων, ἐγὼ μὲν περιώρμισα καὶ στέφανον διὰ ταῦτα παρʼ ὑμῶν ἔλαβον, οὗτοι δʼ οὐδὲ καθείλκυσαν, ὥστʼ ἔνοχοι δεσμῷ γεγόνασιν. πῶς οὖν οὐκ ἀτοπώτατον ἂν διαπράξαισθʼ ἔργον, εἰ τοὺς καθʼ ἑαυτῶν ἐάσαντας τίμημα τοιοῦτον ἐπαχθῆναι, τούτους στεφανώσαντες ὑμεῖς φαίνοισθε;

というのも、あなた方が民衆議決を採択し、晦日より前に船を突堤に回航しなかった者は拘束して法廷に引き渡すものとし、これを可決した際、私は回航してそのためにあなた方から冠を受け取りましたが、彼らは進水さえさせず、その結果、拘禁されるべき身となったからです。では、自分たちに対してこれほどの刑罰が科されるのを放置した者たちを、あなた方が戴冠していることが明らかになるとすれば、あなた方はこれ以上ないほど不条理な行いをしたことにならないでしょうか。

§5

τὰ σκεύη τοίνυν, ὅσα δεῖ παρέχειν τὴν πόλιν τοῖς τριηράρχοις, ἐγὼ μὲν ἐκ τῶν ἰδίων ἀνήλωσα καὶ τῶν δημοσίων ἔλαβον οὐδέν, οὗτοι δʼ ὑμετέροις κέχρηνται καὶ τῶν σφετέρων οὐδὲν εἰς ταῦτα προεῖνται. καὶ μὴν οὐδʼ ἂν ἐκεῖνό γʼ ἔχοιεν εἰπεῖν, ὡς ἀνεπειρῶντʼ ἐμοῦ πρότεροι· πρὶν γὰρ ἧφθαι μόνον τῆς τριήρους τούτους4 ἐπεπλήρωτό μοι, καὶ πάντες ἑωρᾶθʼ ὑμεῖς ἀναπειρωμένην τὴν ναῦν.

さらに、国家がトリエラコスたちに提供しなければならない備品については、私は自費で支出し、公のものは何も受け取りませんでしたが、彼らはあなた方のもの(公のもの)を使い、自分たちのものはこれに一切費やしませんでした。そしてまた、彼らは自分たちの方が私より先に(船の)試運転をしていた、などと言い張ることもできません。なぜなら、彼らが船に触れるよりも前に、私の船はすでに満たされており、あなた方全員が、船が試運転を行っているのを目撃していたからです。

§6

ἔτι τοίνυν ὑπηρεσίαν τὴν κρατίστην ἔλαβον, πολλῷ πλεῖστον ἀργύριον δούς. οὗτοι δʼ εἰ μὲν εἶχον χείρονʼ ἡμῶν, οὐδὲν ἂν ἦν δεινόν· νῦν δʼ οὐδʼ ὁποιαντινοῦν μεμίσθωνται, περὶ τοῦ πλείονος ἀντιλέγοντες. καίτοι πῶς εἰσιν δίκαιοι ταῦτα μὲν ὕστερον ἐξαναπληροῦν, νῦν δʼ ὡς πρῶτοι παρασκευασάμενοι τὸν στέφανον λαβεῖν;

その上、私は多額の資金を支払うことで、最優秀の補助員を確保しました。彼らが我々よりも劣る者たちしか持てなかったというだけなら、別に大した問題ではなかったでしょう。しかし実際には、彼らはより多くの費用を払うことを渋って、誰一人雇いさえしなかったのです。それなのに、これらの不足分を後から補いながら、今、最初に装備を整えた者として冠を受け取るのが、どうして正当化されえようか。

§7

ἡγοῦμαι τοίνυν, ὅτι μὲν δικαιότατʼ ἂν στεφανώσαιτʼ ἐμέ, καὶ μηδὲν εἰπόντος ἐμοῦ γιγνώσκειν ὑμᾶς· ὅτι δʼ οὐκ ἔνεστι μόνοις τούτοις περὶ τοῦ στεφάνου λόγος, τοῦτʼ ἐπιδεῖξαι βούλομαι. πόθεν οὖν τοῦτο μάλιστʼ ἔσται δῆλον; ἀφʼ ὧν αὐτοὶ πεποιήκασιν· σκεψάμενοι γὰρ τὸν ἐξ ἐλαχίστου τριηραρχεῖν βουλόμενον, μεμισθώκασι τὴν λῃτουργίαν. καίτοι πῶς οὐκ ἄδικον τῶν μὲν ἀναλωμάτων ἀφεστηκέναι, τῶν δὲ γιγνομένων διʼ ἐκεῖνα τιμῶν ἀξιοῦν αὑτοῖς μετεῖναι; καὶ τοῦ μὲν μὴ περιορμίσαι τὴν ναῦν τότε τὸν μεμισθωμένον αἰτιᾶσθαι, τῶν δὲ καλῶς δεδιακονημένων νῦν αὑτοῖς κελεύειν χάριν ὑμᾶς ἔχειν;5

そこで私は、私が何も言わなくとも、あなた方が私に戴冠するのが最も正しいことであると理解しておられると考えます。しかし、彼らにだけは冠をめぐる弁明の余地がないということを、私は示したいのです。では、このことはどこから最も明らかになるでしょうか。彼ら自身が行ったことからです。すなわち、最も安くトリエラコスを引き受けてくれる者を探し出し、この奉仕活動を下請けに出したのです。しかし、支出を免れておきながら、それによって生じる名誉を自分たちのものとして分かち合おうと主張するのは、不当ではないでしょうか。そして、当時船を回航しなかったことについては下請け人を責めながら、今になって、立派に行われた奉仕の成果については、自分たちに感謝するようあなた方に命じるのは不当ではないでしょうか。

§8

δεῖ τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ μόνον ἐκ τούτων σκοπεῖν τὸ δίκαιον, ἀλλὰ καὶ ἐξ ὧν αὐτοὶ πρότερον πεποιήκατε ταὐτὰ τινῶν διαπραξαμένων τούτοις. ὅτε γὰρ τῇ ναυμαχίᾳ τῇ πρὸς Ἀλέξανδρον ἐνικήθητε, τότε τῶν τριηράρχων τοὺς μεμισθωκότας τὰς τριηραρχίας αἰτιωτάτους τοῦ γεγενημένου νομίζοντες παρεδώκατʼ εἰς τὸ δεσμωτήριον, καταχειροτονήσαντες προδεδωκέναι τὰς ναῦς καὶ λελοιπέναι τὴν τάξιν.

したがって、アテナイの諸君、あなた方はこれらの点からのみ正義を判断するのではなく、彼らと同じことを行った者たちに対して、以前あなた方自身がどうされたかということからも判断しなければなりません。というのも、アレクサンドロスとの海戦に敗北したとき、あなた方はトリエラコス職を下請けに出していた者たちを、この敗北の最大の責任者であるとみなして投獄し、彼らが船を裏切り、持場を放棄したとして有罪判決を下したからです。

構文注5 件
  1. 1κἂν ἀνόητος ἦν

    κἂν は καὶ ἄν の縮約。後に続く εἰ ἠξίουν(もし私が要求していたならば)の条件節に対応する、事実に反する過去の帰結節を表す。直説法過去 ἦν に ἄν を伴うことで「〜であっただろう(実際はそうではない)」という潜在・反実仮想の帰結を導く。

  2. 2οὐχὶ τοῖς ποιοῦσιν ἃ δεῖ χάριν ὑμᾶς ἔχειν, ἀλλὰ τοῖς φάσκουσιν

    不定詞 νομίζειν(考えること)の目的語となる対格不定詞構文。ὑμᾶς が不定詞 ἔχειν の意味上の主語。慣用表現 χάριν ἔχω(感謝する)は、感謝の対象として与格(ここでは τοῖς ποιοῦσιν... ἀλλὰ τοῖς φάσκουσιν)をとる。

  3. 4ὃς ἂν μὴ ... περιορμίσῃ, δῆσαι καὶ δικαστηρίῳ παραδοῦναι

    民衆議決(ψήφισμα)の内容を説明する間接話法的な不定詞構文。条件節 ὃς ἂν... περιορμίσῃ(回航しない者は誰でも)に対して、主節の動詞が命令の意味を持つ不定詞(δῆσαι, παραδοῦναι)になっており、法的な布告における義務や命令を表す。

  4. 5πρὶν γὰρ ἧφθαι μόνον τῆς τριήρους τούτους

    πρὶν + 不定詞(ἧφθαι)の構文。τούτους(彼ら)が不定詞の意味上の主語(対格)であり、ἧφθαι(触れること、ἅπτωの完了中動態不定詞)は接触を表すため属格 τῆς τριήρους(三段櫂船)を支配する。「彼らが船に触れることさえする前に」の意。

  5. 7τοῦ μὲν μὴ περιορμίσαι τὴν ναῦν τότε τὸν μεμισθωμένον αἰτιᾶσθαι, τῶν δὲ καλῶς δεδιακονημένων νῦν αὑτοῖς κελεύειν χάριν ὑμᾶς ἔχειν

    前半の αἰτιᾶσθαι(非難する)は「(人/対格:τὸν μεμισθωμένον)を(原因/属格:τοῦ μὴ περιορμίσαι...)のゆえに非難する」の構文。後半は κελεύειν(命じる)が ὑμᾶς(あなた方が)を主語とする対格不定詞 χάριν ἔχειν(感謝すること)を従え、その原因として属格 τῶν καλῶς δεδιακονημένων(立派に行われた奉仕のゆえに)、感謝の対象として与格 αὑτοῖς(彼ら自身に)をとる。二つの対比的な告発が、属格を伴う複雑な並行構造で表現されている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0014.tlg051.humanitext-grc2:1-8