§9ὡς τοίνυν καὶ παρʼ ἕτερον νόμον μεμαρτύρηκεν, ἐπιδεῖξαι ὑμῖν βούλομαι, ἵνα εἰδῆτε ὅτι μεγάλων ἀδικημάτων οὐκ ἔχων καταφυγὴν ὁ Φορμίων, πρόφασιν λαβὼν λόγῳ τὴν πρόκλησιν, ἔργῳ αὐτὸς αὑτῷ μεμαρτύρηκε προστησάμενος τούτους, διʼ ὧν οἱ μὲν δικασταὶ ἐξηπατήθησαν ὡς ἀληθῆ τούτων μαρτυρούντων, ἐγὼ δὲ ἀπεστερήθην ὧν ὁ πατήρ μοι κατέλιπεν χρημάτων καὶ τοῦ δίκην λαβεῖν περὶ ὧν ἀδικοῦμαι.
因此,我还想向你们证明,他的证言还违反了另一条法律,从而使你们明白,福尔米翁在面对自己的重大罪行时,由于无路可退,便在言辞上以提示要求为借口,实际上却通过推举这些人出面,来为自己作证。 通过他们,陪审员们被欺骗,以为这些人是在证明真话,而我则被剥夺了父亲留给我的财产,也失去了对自己所受冤屈讨回公道的机会。
μαρτυρεῖν γὰρ οἱ νόμοι οὐκ ἐῶσιν αὐτὸν αὑτῷ οὔτʼ ἐπὶ ταῖς γραφαῖς οὔτʼ ἐπὶ ταῖς δίκαις οὔτʼ ἐν ταῖς εὐθύναις.
因为法律不允许当事人为自己作证,无论是在公诉、私诉还是官员卸任审计中均是如此。
ὁ τοίνυν Φορμίων αὐτὸς αὑτῷ μεμαρτύρηκεν, ὁπότε φασὶν οὗτοι ἀκούσαντες ἐκείνου ταῦτα μεμαρτυρηκέναι.
因此,既然这些人声称他们是听了福尔米翁的话之后才作证的,那么福尔米翁实际上就是在为自己作证。
§10ἵνα δὲ εἰδῆτε ἀκριβῶς, αὐτὸν τὸν νόμον μοι ἀνάγνωθι.
为了让你们确切了解这一点,请为我宣读法律本身。
ΝΟΜΟΣ.
"τοῖν ἀντιδίκοιν ἐπάναγκες εἶναι ἀποκρίνασθαι ἀλλήλοις τὸ ἐρωτώμενον, μαρτυρεῖν δὲ μή.
法律 “诉讼双方必须回答彼此的提问,但不得作证。
"
σκέψασθε τοίνυν τουτονὶ τὸν νόμον, ὃς κελεύει ὑποδίκους εἶναι τῶν ψευδομαρτυρίων καὶ κατʼ αὐτὸ τοῦτο, ὅτι μαρτυρεῖ παρὰ τὸν νόμον.
” 现在请看这条法律,它规定证人仅因“违反法律作证”这一行为本身,就应当承担伪证罪的法律责任。
ΝΟΜΟΣ.
"ἔστω δὲ καὶ ὑπόδικος τῶν ψευδομαρτυρίων ὁ μαρτυρήσας αὐτοῦ τούτου, ὅτι μαρτυρεῖ παρὰ τὸν νόμον· καὶ ὁ προβαλόμενος κατὰ ταὐτά. "
法律 “证人若违反法律作证,仅凭此点即应承担伪证罪的法律责任;提出该证人者亦同。
§11ἔτι τοίνυν κἂν ἀπὸ τοῦ γραμματείου γνοίη τις, ἐν ᾧ ἡ μαρτυρία γέγραπται, ὅτι τὰ ψευδῆ μεμαρτύρηκεν.
” 此外,人们仅从写有证言的文件本身就可以看出他作了伪证。
λελευκωμένον τε γάρ ἐστιν καὶ οἴκοθεν κατεσκευασμένον.
因为那是一块涂白的木板,且是在家里预先准备好的。
καίτοι τοὺς μὲν τὰ πεπραγμένα μαρτυροῦντας προσήκει οἴκοθεν τὰς μαρτυρίας κατεσκευασμένας μαρτυρεῖν, τοὺς δὲ τὰς προκλήσεις μαρτυροῦντας, τοὺς ἀπὸ ταὐτομάτου προσστάντας, ἐν μάλθῃ γεγραμμένην τὴν μαρτυρίαν, ἵνα, ἐάν τι προσγράψαι ἢ ἀπαλεῖψαι βουληθῇ, ῥᾴδιον ᾖ.
然而,对于证明实际发生之事的人来说,携带在家里预先备妥的证言去作证是合适的;但对于证明提示要求的人,即偶然在场目睹的人,则应当提供写在蜡板上的证言,以便在想要增补或擦除任何内容时,能够轻易进行。
§12οὐκοῦν κατὰ μὲν ταῦτα πάντα ἐξελέγχεται τὰ ψευδῆ μεμαρτυρηκὼς καὶ παρὰ τὸν νόμον·
因此,在所有这些方面,他都被证实作了虚假且违法的证言。
βούλομαι δʼ ὑμῖν καὶ αὐτὸ τοῦτο ἐπιδεῖξαι, ὡς οὔτε διέθετο ὁ πατὴρ ἡμῶν διαθήκην οὐδεμίαν οὔθʼ οἱ νόμοι ἐῶσιν.
不过,我还想向你们证明这一点,即我们的父亲既没有留下任何遗嘱,法律也不允许他这样做。
εἰ γάρ τις ἔροιτο ὑμᾶς, καθʼ ὁποίους νόμους δεῖ πολιτεύεσθαι ἡμᾶς, δῆλον ὅτι ἀποκρίναισθʼ ἂν κατὰ τοὺς κειμένους.
因为如果有人问你们,我们应该依据什么样的法律来管理城邦,你们显然会回答:依据现行的法律。
ἀλλὰ μὴν οἵ γε νόμοι ἀπαγορεύουσι
μηδὲ νόμον ἐξεῖναι ἐπʼ ἀνδρὶ θεῖναι, ἂν μὴ τὸν αὐτὸν ἐφʼ ἅπασιν Ἀθηναίοις
.
然而,法律明确禁止:不允许针对个人制定法律,除非该法律同样适用于所有雅典人。
§13οὐκοῦν ὁ μὲν νόμος οὑτοσὶ τοῖς αὐτοῖς νόμοις πολιτεύεσθαι ἡμᾶς κελεύει καὶ οὐκ ἄλλους ἄλλοις.
因此,这条法律要求我们遵守相同的法律,而不是因人而异。
ὁ δὲ πατὴρ ἐτελεύτησεν ἐπὶ Δυσνικήτου ἄρχοντος, ὁ δὲ Φορμίων Ἀθηναῖος ἐγένετο ἐπὶ Νικοφήμου ἄρχοντος, δεκάτῳ ἔτει ὕστερον ἢ ὁ πατὴρ ἡμῶν ἀπέθανεν.
我们的父亲是在迪斯尼凯托斯担任执政官时去世的,而福尔米翁是在尼科费莫斯担任执政官时才成为雅典公民的,这比我父亲去世晚了整整十年。
πῶς ἂν οὖν μὴ εἰδὼς ὁ πατὴρ αὐτὸν Ἀθηναῖον ἐσόμενον, ἔδωκεν ἂν τὴν ἑαυτοῦ γυναῖκα, καὶ προὐπηλάκισε μὲν ἂν ἡμᾶς, κατεφρόνησε δʼ ἂν τῆς δωρεᾶς ἧς παρʼ ὑμῶν ἔλαβεν, παρεῖδε δʼ ἂν τοὺς νόμους;
既然我们的父亲不可能预知他将来会成为雅典公民,他又怎会把自己的妻子嫁给他,从而侮辱我们,轻视从你们那里获得的公民权这一恩赐,并无视法律呢?
πότερα δὲ κάλλιον ἦν αὐτῷ ζῶντι πρᾶξαι ταῦτα, εἴπερ ἐβούλετο, ἢ ἀποθανόντα διαθήκας καταλιπεῖν, ἃς οὐ κύριος ἦν;
而且,如果他真想这样做,是在生前完成这些事更为体面,还是在死后留下一份他根本无权制定的遗嘱更为合适呢?
§14ἀλλὰ μὴν αὐτῶν τῶν νόμων ἀκούσαντες γνώσεσθε, ὡς οὐ κύριος ἦν διαθέσθαι.
然而,听了法律本身,你们就会明白他无权制定遗嘱。
λέγε τὸν νόμον.
请宣读法律。
ΝΟΜΟΣ.
"ὅσοι μὴ ἐπεποίηντο, ὥστε μήτε ἀπειπεῖν μήτʼ ἐπιδικάσασθαι, ὅτε Σόλων εἰσῄει τὴν ἀρχήν, τὰ ἑαυτοῦ διαθέσθαι εἶναι ὅπως ἂν ἐθέλῃ, ἂν μὴ παῖδες ὦσι γνήσιοι ἄρρενες, ἂν μὴ μανιῶν ἢ γήρως ἢ φαρμάκων ἢ νόσου ἕνεκα, ἢ γυναικὶ πειθόμενος, ὑπὸ τούτων του παρανοῶν, ἢ ὑπʼ ἀνάγκης ἢ ὑπὸ δεσμοῦ καταληφθείς.
法律 “在梭伦就任执政官时,凡未被收养、因而既无需放弃也无需法定请求继承财产者,只要没有合法的男嗣,均有权按自己的意愿处置自己的财产,除非因疯癫、衰老、药物或疾病,或受女人蛊惑而致心智失常,或被迫无奈,或遭受监禁。
"
”