Humanitext Reader

狄摩西尼 · 控诉斯特凡诺斯二 §1-8

斯特凡诺斯关于遗嘱的伪证与证据法

第 1 段,共 4 段 · 希腊语

内容简介

阿波罗多洛斯指出,斯特凡诺斯在既未目睹遗嘱签署也未目睹其开封的情况下,证明帕西翁遗嘱抄本的真实性属于伪证。他反驳了被告关于“挑战(提示要求)”的辩解,并阐明了关于传闻证据和庭外书面证言的法律规定。

§1ὅτι μὲν οὐκ ἀπορήσειν ἔμελλε Στέφανος οὑτοσὶ ὅ τι ἀπολογήσεται περὶ τῆς μαρτυρίας, παράγων τῷ λόγῳ ὡς οὐ πάντα μεμαρτύρηκε τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα, καὶ ἐξαπατῶν ὑμᾶς, καὶ αὐτὸς σχεδόν τι ὑπενόουν, ὦ ἄνδρες δικασταί.
这位斯特凡诺斯对于自己的证词不会无话可说——他会用言辞进行规避,声称自己并没有对书面文件中所写的一切进行证实,以此来欺骗你们——这一点,陪审员们,我自己也几乎预料到了。
πανοῦργός τε γάρ ἐστιν, καὶ οἱ γράφοντες καὶ οἱ συμβουλεύοντες ὑπὲρ Φορμίωνος πολλοί· ἅμα τʼ εἰκός ἐστι τοὺς ἐγχειροῦντας τὰ ψευδῆ μαρτυρεῖν καὶ τὴν ἀπολογίαν εὐθέως ὑπὲρ αὐτῶν μελετᾶν.
因为他不仅是个狡诈之徒,而且为福尔米翁代笔和出谋划策的人也很多;同时,那些企图作伪证的人,立刻为自己准备好辩词也是理所当然的。
§2ὅτι δʼ ἐν τοσούτῳ λόγῳ οὐδαμοῦ μάρτυρας παρέσχετο ὑμῖν, ὡς ἢ διατιθεμένῳ τῷ πατρὶ τῷ ἐμῷ παρεγένετό που αὐτὸς ταύτην τὴν διαθήκην, ὥστʼ εἰδέναι ταῦτα ὅτι ἀντίγραφά ἐστιν ὧν ὁ πατήρ μου διέθετο, ἢ ἀνοιχθὲν εἶδε τὸ γραμματεῖον ὅ φασι διαθέμενον ἐκεῖνον καταλιπεῖν, ταῦτα συμμέμνησθέ μοι.
但在如此冗长的发言中,他却始终没有向你们提供证人,来证明他本人曾在场目睹我父亲签署这份遗嘱,从而得知这些内容确是我父亲遗嘱的抄本,或者证明他曾亲眼看见他们声称我父亲去世时留下的那份文件被打开——这一点,请你们同我一起牢记。
§3ἀλλὰ μὴν ὁπότε μεμαρτύρηκεν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα, τὰς δὲ διαθήκας μὴ ἔχει ἐπιδεῖξαι μήθʼ ὡς ὁ πατὴρ διέθετο ἡμῶν μήθʼ ὡς αὐτὸς εἶδεν παραγενόμενος αὐτὰς διατιθεμένου τοῦ πατρός, πῶς οὐ περιφανῶς οὗτος ἐξελέγχεται τὰ ψευδῆ μεμαρτυρηκώς;
然而,既然他已经证明文件中所写的是帕西翁遗嘱的抄本,却既不能出示遗嘱本身以证明我们的父亲是如何签署的,也不能证明他本人在我父亲签署遗嘱时曾在场亲眼目睹,那么他作伪证的事实岂不是昭然若揭?
§4εἰ τοίνυν πρόκλησίν φησιν εἶναι καὶ μὴ μαρτυρίαν, οὐκ ἀληθῆ λέγει.
因此,如果他声称这是提示要求(proklesis)而非证词,他便没有说真话。
ἅπαντα γὰρ ὅσα παρέχονται εἰς τὸ δικαστήριον προκαλούμενοι ἀλλήλους οἱ ἀντίδικοι, διὰ μαρτυρίας παρέχονται.
因为诉讼双方通过互相挑战而提交给法庭的所有材料,都是通过证词来提交的。
οὐ γὰρ ἂν εἰδείηθʼ ὑμεῖς εἴτʼ ἐστὶν ἀληθῆ εἴτε ψευδῆ ἅ φασιν ἑκάτεροι, εἰ μή τις καὶ τοὺς μάρτυρας παρέχοιτο.
事实上,除非有人提供证人,否则你们根本无法知道双方所说的是真是假。
ὅταν δὲ παράσχηται, τούτοις πιστεύοντες ὑποδίκοις οὖσιν ψηφίζεσθε ἐκ τῶν λεγομένων καὶ μαρτυρουμένων ἃ ἂν ὑμῖν δοκῇ δίκαια εἶναι.
而一旦提供了证人,你们就会信任这些要承担法律责任的证人,并根据双方的陈述和证言,投出你们认为公正的选票。
§5βούλομαι τοίνυν καὶ τὴν μαρτυρίαν ἐξελέγξαι, ὅτι οὐ πρόκλησίς ἐστιν, καὶ ὡς ἔδει μαρτυρεῖν αὐτούς, εἴπερ ἐγίγνετο ἡ πρόκλησις, ὡς οὐκ ἐγίγνετο.
因此,我不仅想证明这份证词并不是提示要求,还想说明,如果该提示要求确实发生过(尽管实际上并没有),他们本应当如何作证。
μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ, ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον ἀνοίγειν τὸ γραμματεῖον, ὃ παρεῖχεν Ἀμφίας ὁ Κηφισοφῶντος κηδεστής, Ἀπολλόδωρον δʼ οὐκ ἐθέλειν ἀνοίγειν.
“他们证明,当福尔米翁要求阿波罗多洛斯打开由凯菲索丰的内兄阿姆菲亚斯提供的文件时,他们在仲裁人泰西亚斯面前在场,而阿波罗多洛斯拒绝打开该文件。
οὕτω μὲν ἂν μαρτυροῦντες ἐδόκουν ἀληθῆ μαρτυρεῖν· ἀντίγραφα δὲ τῶν διαθηκῶν τῶν Πασίωνος μαρτυρεῖν εἶναι τὰ ἐν τῷ γραμματείῳ ὃ παρείχετο Φορμίων, μήτε παραγενομένους ἐκείνῳ διατιθεμένῳ μήτʼ εἰδότας εἰ διέθετο, πῶς οὐ περιφανῶς ἀναισχυντία δοκεῖ ὑμῖν εἶναι;
” 如果他们是这样作证的,他们似乎还在说真话;但是,他们既不在我父亲签署遗嘱的现场,也不知晓他是否签署了遗嘱,却证明福尔米翁所提供的文件就是帕西翁遗嘱的抄本,这在你们看来岂不是公然的无耻之尤?
§6ἀλλὰ μὴν εἰ φησὶ Φορμίωνος λέγοντος πιστεύειν ταῦτʼ ἀληθῆ εἶναι, τοῦ αὐτοῦ ἀνδρός ἐστιν πιστεύειν τε λέγοντι τούτῳ ταῦτα καὶ κελεύοντι μαρτυρεῖν.
然而,如果他声称自己是因为相信福尔米翁所说的话才认为这些是真实的,那么会相信此人说话并听从其命令去作证的,正是同一种人。
οἱ δέ γε νόμοι οὐ ταῦτα λέγουσιν, ἀλλʼ ἃ ἂν εἰδῇ τις καὶ οἷς ἂν παραγένηται πραττομένοις, ταῦτα μαρτυρεῖν κελεύουσιν ἐν γραμματείῳ γεγραμμένα, ἵνα μήτʼ ἀφελεῖν ἐξῇ μηδὲν μήτε προσθεῖναι τοῖς γεγραμμένοις.
但法律并非如此规定,而是命令人们只对自己知道的、以及自己亲身经历的事情进行书面记录并作证,以便任何人都无法对已写下的内容进行删减或增加。
§7ἀκοὴν δʼ οὐκ ἐῶσι ζῶντος μαρτυρεῖν, ἀλλὰ τεθνεῶτος, τῶν δὲ ἀδυνάτων καὶ ὑπερορίων ἐκμαρτυρίαν γεγραμμένην ἐν τῷ γραμματείῳ·
而且,法律不允许对活着的人进行传闻作证,而只允许对死者进行传闻作证;对于残疾者或身在国外者,则要求将庭外书面证言(ekmartyria)写在文件中。
καὶ ἀπὸ τῆς αὐτῆς ἐπισκήψεως τήν τε μαρτυρίαν καὶ ἐκμαρτυρίαν ἀγωνίζεσθαι ἅμα, ἵνʼ ἐὰν μὲν ἀναδέχηται ὁ ἐκμαρτυρήσας, ἐκεῖνος ὑπόδικος ᾖ τῶν ψευδομαρτυρίων, ἐὰν δὲ μὴ ἀναδέχηται, οἱ μαρτυρήσαντες τὴν ἐκμαρτυρίαν.
并且,法律要求直接证言和庭外书面证言在同一次伪证指控中同时接受审判,以便如果提供庭外证言的人承认该证词,则由该人承担伪证责任;如果他不承认,则由证明该庭外证言确实存在的人承担责任。
§8στέφανος τοίνυν οὑτοσί, οὔτʼ εἰδὼς διαθήκας καταλιπόντα τὸν πατέρα ἡμῶν, οὔτε παραγενόμενος πώποτε διατιθεμένῳ τῷ πατρὶ ἡμῶν, ἀκούσας δὲ Φορμίωνος, μεμαρτύρηκεν ἀκοὴν τὰ ψευδῆ τε καὶ παρὰ τὸν νόμον.
因此,这位斯特凡诺斯既不知道我们的父亲留下了遗嘱,也从未在我们的父亲签署遗嘱时在场,仅仅听了福尔米翁的话,便通过传闻作了虚假且违法的证言。
καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, αὐτὸν ὑμῖν τὸν νόμον ἀναγνώσεται.
为了证明我所说的是真话,书记员将为你们宣读法律本身。
ΝΟΜΟΣ. "ἀκοὴν εἶναι μαρτυρεῖν τεθνεῶτος, ἐκμαρτυρίαν δὲ ὑπερορίου καὶ ἀδυνάτου.
法律 “传闻证言仅在证人已故时予以接纳;庭外书面证言适用于身在国外或残疾者。
"

词汇与语法注释

  1. §1ὅτι μὲν οὐκ ἀπορήσειν ἔμελλε... σχεδόν τι ὑπενόουν — 由 ὅτι 引导的名词性从句作句子末尾主句动词 ὑπενόουν 的直接宾语。由于该从句的主语(Στέφανος)与主动词距离较远,且中间插入了多个分词短语(παράγων 和 ἐξαπατῶν),使得句法结构较为复杂。
  2. §2ὡς ἢ διατιθεμένῳ τῷ πατρὶ... ἢ ἀνοιχθὲν εἶδε — 由 ὡς 引导的从句用作前文 μάρτυρας(证人)的同位语或修饰语,意为“证明……的证人”。在从句内部,通过 ἢ... ἢ...(要么……要么……)并列了两种可能的情况:要么目睹遗嘱签署,要么目睹遗嘱开封。
  3. §5ὡς ἔδει μαρτυρεῖν αὐτούς, εἴπερ ἐγίγνετο ἡ πρόκλησις, ὡς οὐκ ἐγίγνετο — ὡς ἔδει(他们本应当如何证言)引导一个间接疑问句,作为 ἐξελέγχαι 的宾语的一部分。句末的 ὡς οὐκ ἐγίγνετο 是插入语性质的从句,用以指出客观事实(“而这实际上并未发生”),其中 ὡς 起到强调事实真实性的作用。
  4. §6τοῦ αὐτοῦ ἀνδρός ἐστιν — 特征属格(所有属格的一种延伸用法),意为“属于同一种人的特征”或“这是同一种人会做的事”。此处不定式 πιστεύειν... καὶ... μαρτυρεῖν 充当句子的实际主语。

引用这一段

狄摩西尼, 控诉斯特凡诺斯二 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg046.humanitext-grc2:1-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。