Humanitext Reader

狄摩西尼 · 控诉斯特凡诺斯二 §15-21

否定巴西翁立遗嘱资格与拒绝女奴拷讯

第 3 段,共 4 段 · 希腊语

内容简介

阿波罗多洛斯论证其父亲巴西翁因拥有合法子女、其本身作为归化公民的身份以及对妻子缺乏法定监护权,根本无权制定有利于福尔米翁的遗嘱;他还出示证据,证明福尔米翁拒绝移交女奴接受拷问,以验证其在婚前诱奸其母亲的指控。

§15τοῦ μὲν νόμου τοίνυν ἀκηκόατε, ὃς οὐκ ἐᾷ διαθήκας διαθέσθαι, ἐὰν παῖδες ὦσι γνήσιοι.
因此,你们已经听过了法律,它不允许在有合法子女的情况下制定遗嘱。
οὗτοι δέ φασι ταῦτα διαθέσθαι τὸν πατέρα, ὡς δὲ παρεγένοντο οὐκ ἔχουσιν ἐπιδεῖξαι.
但是这些人声称我父亲作了这些遗赠,却无法证明他们当时是如何在场的。
ἄξιον δὲ καὶ τόδε ἐνθυμηθῆναι, ὅτι ὅσοι μὴ ἐπεποίηντο ἀλλʼ ἦσαν πεφυκότες γνήσιοι, τούτοις ὁ νόμος δίδωσιν, ἐὰν ἄπαιδες ὦσιν, διαθέσθαι τὰ ἑαυτῶν.
以下这一点也值得注意:法律规定,对于那些未被收养、而是天生合法继承人的人,只有在没有子女的情况下,才允许其处置自己的财产。
ὁ τοίνυν πατὴρ ἡμῶν ἐπεποίητο ὑπὸ τοῦ δήμου πολίτης, ὥστε οὐδὲ κατὰ τοῦτο ἐξῆν αὐτῷ διαθέσθαι διαθήκην, ἄλλως τε καὶ περὶ τῆς γυναικός, ἧς οὐδὲ κύριος ἐκ τῶν νόμων ἦν, παῖδές τε ἦσαν αὐτῷ.
而我们的父亲是由平民大会接纳为公民的,因此仅凭此点,他就无权制定遗嘱,更不用说涉及他的妻子了——根据法律,他甚至对她没有处分权,而且他当时还有孩子。
§16σκέψασθε δὲ καὶ διότι οὐδʼ ἂν ἄπαις τις ᾖ, κύριός ἐστι τὰ αὑτοῦ διαθέσθαι, ἐὰν μὴ εὖ φρονῇ· νοσοῦντα δὲ ἢ φαρμακῶντα ἢ γυναικὶ πειθόμενον ἢ ὑπὸ γήρως ἢ ὑπὸ μανιῶν ἢ ὑπὸ ἀνάγκης τινὸς καταληφθέντα ἄκυρον κελεύουσιν εἶναι οἱ νόμοι.
还请考虑这一点:即使某人没有子嗣,但如果他并非心智健全,他也无权处置自己的财产;因为法律规定,凡因患病、药物影响、受女人蛊惑,或因衰老、疯癫、某种强迫而心智失常者,其处置均为无效。
σκοπεῖτε δή, εἰ δοκοῦσιν ὑμῖν εὖ φρονοῦντος ἀνδρὸς εἶναι αἱ διαθῆκαι, ἅς φασι διαθέσθαι οὗτοι τὸν πατέρα.
请仔细想想,这些人声称我父亲所制定的遗嘱,在你们看来是否像是一个心智健全的人所为。
§17μὴ πρὸς ἄλλο δέ τι παράδειγμα σκέψησθε ἢ πρὸς τὴν μίσθωσιν, εἰ δοκεῖ ὑμῖν ἀκόλουθον εἶναι τῷ τὴν τέχνην μὴ ἐξουσίαν δοῦναι εἰ μὴ ἐν τῷ αὐτῷ ἡμῖν ἐργάζεσθαι, τούτῳ τὴν γυναῖκα δοῦναι τὴν αὑτοῦ καὶ τῶν παίδων ἐᾶσαι κοινωνὸν αὑτῷ γενέσθαι.
请不要以其他任何例子,而仅以那份租赁合同来作对比,看看这在你们看来是否合乎逻辑:一个连独自经营技术的权力都不给、除非与我们共同经营的人,父亲竟然会把自己的妻子嫁给他,并允许他成为自己孩子的共有者。
καὶ μὴ θαυμάζετε, εἰ τἄλλα σκευωρουμένους αὐτοὺς τὰ ἐν τῇ μισθώσει τοῦτο παρέλαθεν.
如果在租赁合同中精心策划其他细节时,他们竟然疏忽了这一点,也请不要感到奇怪。
ἴσως μὲν γὰρ οὐδὲ προσεῖχον ἄλλῳ οὐδενὶ ἢ τῷ τὰ χρήματα ἀποστερῆσαι καὶ τῷ προσοφείλοντα τὸν πατέρα ἐγγράψαι· εἶτα δὲ οὐδὲ ἐδόκουν ἐμὲ οὕτω δεινὸν ἔσεσθαι ὥστε ταῦτα ἀκριβῶς ἐξετάσαι.
因为也许他们除了剥夺财产以及将我父亲登记为债务人之外,根本没有注意其他任何事情;此外,他们也没料到我会如此精明,能够对这些事进行如此精确的审查。
§18σκέψασθε τοίνυν καὶ τοὺς νόμους, παρʼ ὧν κελεύουσι τὰς ἐγγύας ποιεῖσθαι, ἵνʼ εἰδῆτε καὶ ἐκ τούτων ὡς κατεσκευασμένης διαθήκης ψευδὴς μάρτυς γέγονε Στέφανος οὑτοσί.
那么,也请考量那些规定缔结婚约的法律,以便从中明白,这个斯特凡诺斯确实是一份捏造遗嘱的虚假证人。
ΝΟΜΟΣ. "ἣν ἂν ἐγγυήσῃ ἐπὶ δικαίοις δάμαρτα εἶναι ἢ πατὴρ ἢ ἀδελφὸς ὁμοπάτωρ ἢ πάππος ὁ πρὸς πατρός, ἐκ ταύτης εἶναι παῖδας γνησίους.
法律 “凡由父亲、或同父异母的兄弟、或父系祖父依合法条件许配为妻者,其所生子女为合法子女。
ἐὰν δὲ μηδεὶς ᾖ τούτων, ἐὰν μὲν ἐπίκληρός τις ᾖ, τὸν κύριον ἔχειν, ἐὰν δὲ μὴ ᾖ, ὅτῳ ἂν ἐπιτρέψῃ, τοῦτον κύριον εἶναι.
若上述人员皆不存在,如果是继承人,则其法定监护人应娶她;若非继承人,则由她所托付给的人担任其监护人。
" §19οὗτος μὲν τοίνυν ὁ νόμος οὓς ἐποίησεν κυρίους εἶναι, ἀκηκόατε·
” 因此,你们已经听到了这条法律规定谁为监护人;而对于我的母亲来说,这些人都不存在,这正是我的对手们自己已经证明了的。
ὅτι δʼ οὐδεὶς ἦν τούτων τῇ μητρί, οἱ ἀντίδικοί μοι αὐτοὶ μεμαρτυρήκασιν. εἰ γὰρ ἦν, παρείχοντʼ ἄν.
因为如果存在的话,他们早就把他呈上来了。
ἢ μάρτυρας μὲν ψευδεῖς οἴεσθʼ ἂν παρασχέσθαι καὶ διαθήκας οὐκ οὔσας, ἀδελφὸν δὲ ἢ πάππον ἢ πατέρα οὐκ ἄν, εἴπερ ἦν δυνατὸν ἕνεκα χρημάτων;
或者你们认为,为了金钱,他们连虚假的证人和不存在的遗嘱都能提供,却不能提供一个兄弟、祖父或父亲吗(如果可能的话)?
ὁπότε τοίνυν μηδεὶς φαίνεται ζῶν τούτων, τότε ἀνάγκη ἐπίκληρον τὴν μητέρα ἡμῶν εἶναι.
既然这些人中显然没有一个活在世上,那么我们的母亲必然是继承人。
τῆς τοίνυν ἐπικλήρου σκοπεῖτε τίνας κελεύουσιν οἱ νόμοι κυρίους εἶναι.
现在请考量,法律规定由谁来掌握女继承人。
§20λέγε τὸν νόμον.
请宣读法律。
ΝΟΜΟΣ. "καὶ ἐὰν ἐξ ἐπικλήρου τις γένηται καὶ ἅμα ἡβήσῃ ἐπὶ δίετες, κρατεῖν τῶν χρημάτων, τὸν δὲ σῖτον μετρεῖν τῇ μητρί.
法律 “若有从女继承人所生之子,且已达成年满两年,则由其掌管财产,并向母亲给付膳食。
" οὐκοῦν ὁ μὲν νόμος κελεύει τοὺς παῖδας ἡβήσαντας κυρίους τῆς μητρὸς εἶναι, τὸν δὲ σῖτον μετρεῖν τῇ μητρί.
” 所以,法律规定,成年的子女应当掌握母亲,并向母亲给付膳食。
ἐγὼ δὲ φαίνομαι στρατευόμενος καὶ τριηραρχῶν ὑμῖν, ὅτε οὗτος συνῴκησεν τῇ μητρί.
然而显而易见,在这家伙与我母亲同居时,我正在为你们服兵役并担任三列桨战船船长。
§21ἀλλὰ μὴν ὅτι ἐγὼ μὲν ἀπεδήμουν τριηραρχῶν, ἐτετελευτήκει δὲ ὁ πατὴρ πάλαι, ὅτε οὗτος ἔγημε, τὰς δὲ θεραπαίνας αὐτὸν ἐξῄτουν καὶ ἠξίουν περὶ αὐτοῦ τούτου βασανίζεσθαι αὐτάς, εἰ ταῦτʼ ἀληθῆ ἐστι, καὶ ὡς προὐκαλούμην, λαβέ μοι τὴν μαρτυρίαν.
然而,在这家伙娶我母亲时,我因担任战船船长而不在国内,且我父亲早已去世;对于这些事是否属实,我曾向他要求移交女奴,并主张就此对她们进行拷问;至于我是如何向他提出这一要求的,请为我拿到证言。
ΜΑΡΤΥΡΙΑ. "μαρτυροῦσι παρεῖναι ὅτε προὐκαλεῖτο Ἀπολλόδωρος Φορμίωνα, ὅτε ἠξίου παραδοῦναι Ἀπολλόδωρος Φορμίωνα τὰς θεραπαίνας εἰς βάσανον, εἰ μή φησι Φορμίων καὶ πρότερον διεφθαρκέναι τὴν μητέρα τὴν ἐμήν, πρὶν οὗ ἀποφαίνει Φορμίων γῆμαι ἐγγυησάμενος αὐτὴν παρὰ Πασίωνος.
证言 “他们证明,在阿波罗多洛斯向福尔米翁提出要求时,他们当时在场;当时阿波罗多洛斯要求福尔米翁将女奴移交拷问,以验证(如果福尔米翁否认的话)福尔米翁是否在我母亲被其声称从巴西翁处娶过门之前,就已经引诱了她。
ταῦτα δὲ προκαλουμένου Ἀπολλοδώρου οὐκ ἠθέλησε Φορμίων παραδοῦναι τὰς θεραπαίνας.
尽管阿波罗多洛斯提出了这一要求,福尔米翁却拒绝移交女奴。
"

词汇与语法注释

  1. §15ἐπεποίητο — 动词 ποιέω(制造或收养)的直陈式过去完成时被动语态。在雅典法制中,归化市民(由平民大会“制造”的市民)在法律地位上类似于被收养者(ποιεῖσθαι),因此其遗嘱处分权受到限制。此处的被动语态 ἐπεποίητο 意指归化,并与梭伦法中的“未被收养者(μὴ ἐπεποίηντο)”形成呼应。
  2. §17τῷ τὴν τέχνην μὴ ἐξουσίαν δοῦναι — 带冠词的不定式与格 τῷ... δοῦναι 受形容词 ἀκόλουθον(一致、协调)支配。该不定式的逻辑主语是父亲(巴西翁),而 τὴν τέχνην 连同 ἐξουσίαν 作为 δοῦναι 的宾语,指“未给予经营(银行)技术的权限”。介词短语 εἰ μὴ ἐν τῷ αὐτῷ ἡμῖν ἐργάζεσθαι 构成了这一不予准许的唯一例外条件。
  3. §19ἢ μάρτυρας μὲν ψευδεῖς οἴεσθʼ ἂν παρασχέσθαι — 这是一个由连词 ἢ(或者)引导的反问句。助词 ἂν 与不定式 παρασχέσθαι 以及后半句中省略的不定式相关联,整体呈现一种违背事实或虚拟的语气(“难道你们以为,为了金钱他们会提供虚假的证人……,而不会提供一个兄弟、祖父或父亲吗?”)。
  4. §21εἰ μή φησι — 条件从句 εἰ μή φησι 意为“如果他否认”(字面意为“如果他不承认/如果他称……没有”)。否定词 μή 与 结合 φημί 在此处构成了提示要求语境下的强烈对比性假设:“如果他坚称自己没有[引诱我母亲]……”。

引用这一段

狄摩西尼, 控诉斯特凡诺斯二 §15-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg046.humanitext-grc2:15-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。