§22τὸν τοίνυν νόμον ἐπὶ τούτοις ἀνάγνωθι, ὃς κελεύει ἐπιδικασίαν εἶναι τῶν ἐπικλήρων ἁπασῶν, καὶ ξένων καὶ ἀστῶν, καὶ περὶ μὲν τῶν πολιτῶν τὸν ἄρχοντα εἰσάγειν καὶ ἐπιμελεῖσθαι, περὶ δὲ τῶν μετοίκων τὸν πολέμαρχον, καὶ ἀνεπίδικον μὴ ἐξεῖναι ἔχειν μήτε κλῆρον μήτε ἐπίκληρον.
在这些情况之外,请宣读这条法律。 它规定,所有的女继承人,无论是外邦人还是本邦公民,都必须经过法庭裁决;对于公民,由执政官提起诉讼并负责管理;对于外邦侨民,由军事执政官负责;并且不允许在未经法庭裁决的情况下占有遗产或女继承人。
ΝΟΜΟΣ.
"κληροῦν δὲ τὸν ἄρχοντα κλήρων καὶ ἐπικλήρων, ὅσοι εἰσὶ μῆνες, πλὴν τοῦ σκιροφοριῶνος.
法律 “执政官应当在除斯基罗福里翁月之外的所有月份里,对遗产和女继承人进行抽签分配。
ἀνεπίδικον δὲ κλῆρον μὴ ἔχειν. "
任何人不得占有未经法庭裁决的遗产。
§23οὐκοῦν αὐτόν, εἴπερ ἐβούλετο ὀρθῶς διαπράττεσθαι, λαχεῖν ἔδει τῆς ἐπικλήρου, εἴτε κατὰ δόσιν αὐτῷ προσῆκεν εἴτε κατὰ γένος, εἰ μὲν ὡς ὑπὲρ ἀστῆς, πρὸς τὸν ἄρχοντα, εἰ δὲ ὡς ὑπὲρ ξένης, πρὸς τὸν πολέμαρχον, καὶ τότε, εἴπερ τι λέγειν εἶχε δίκαιον, πείσαντα ὑμῶν τοὺς λαχόντας μετὰ τῶν νόμων καὶ τῆς ψήφου κύριον εἶναι, καὶ μὴ αὐτὸν αὑτῷ νόμους ἰδίους θέμενον διαπράξασθαι ἃ ἐβούλετο.
” 因此,如果他确实想按正规程序办事,无论是通过赠予还是通过亲属关系,他本应当为这名女继承人申请裁决——如果把她视作本国公民,则向执政官申请;如果把她视作外邦人,则向军事执政官申请。 然后,如果他有什么合理的理由,就应当依据法律和你们的投票,说服你们中抽签选出的陪审员,从而获得监护权,而不是私自为自己制定法律,为所欲为。
§24σκέψασθε δὴ καὶ τονδὶ τὸν νόμον, ὃς κελεύει τὴν διαθήκην, ἣν ἂν παίδων ὄντων γνησίων ὁ πατὴρ διαθῆται ἐὰν ἀποθάνωσιν οἱ παῖδες πρὶν ἡβῆσαι, κυρίαν εἶναι.
请再考量这条法律,它规定,在有合法子女的情况下由父亲所立的遗嘱,若子女在成年之前去世,则该遗嘱有效。
ΝΟΜΟΣ.
"ὅ τι ἂν γνησίων ὄντων υἱέων ὁ πατὴρ διαθῆται ἐὰν ἀποθάνωσιν οἱ υἱεῖς πρὶν ἐπὶ δίετες ἡβᾶν, τὴν τοῦ πατρὸς διαθήκην κυρίαν εἶναι.
法律 “在有合法儿子的情况下,父亲所立的任何遗嘱,若儿子在成年满两年之前去世,则父亲的遗嘱有效。
" §25οὐκοῦν ὁπότε ζῶσιν, ἄκυρος μὲν ἡ διαθήκη ἐστίν, ἥν φασιν οὗτοι τὸν πατέρα καταλιπεῖν, παρὰ πάντας δὲ τοὺς νόμους μεμαρτύρηκε Στέφανος οὑτοσὶ τὰ ψευδῆ, ὡς ἀντίγραφά ἐστι τῆς διαθήκης τῆς Πασίωνος·
” 因此,在他们活着的时候,这些人声称我父亲所留下的遗嘱本是无效的,然而这个斯特凡诺斯却违反了所有的法律,作出了“这就是巴西翁遗嘱副本”的虚假证言。
πῶς γὰρ σὺ οἶσθα, καὶ ποῦ παραγενόμενος διατιθεμένῳ τῷ πατρί;
因为,你怎么会知道,你在哪里见证了父亲立遗嘱的过程?
κακοτεχνῶν δὲ φαίνει περὶ τὰς δίκας, τὰ ψευδῆ μὲν αὐτὸς μαρτυρῶν ἑτοίμως, κλέπτων δὲ τὰς ἀληθεῖς μαρτυρίας, ἐξαπατῶν δὲ τοὺς δικαστάς, συνιστάμενος δʼ ἐπὶ ταῖς δίκαις.
显而易见,他在诉讼中玩弄诡计,自己随时准备作伪证,同时隐藏真实的证言,欺骗陪审员,并在诉讼中暗中勾结。
οἱ δὲ νόμοι καὶ περὶ τῶν τοιούτων γραφὴν πεποιήκασιν.
但是法律针对此类行为也规定了公诉。
§26καί μοι ἀνάγνωθι τὸν νόμον.
请为我宣读法律。
ΝΟΜΟΣ.
"ἐάν τις συνιστῆται, ἢ συνδεκάζῃ τὴν ἡλιαίαν ἢ τῶν δικαστηρίων τι τῶν Ἀθήνησιν ἢ τὴν βουλὴν ἐπὶ δωροδοκίᾳ χρήματα διδοὺς ἢ δεχόμενος, ἢ ἑταιρείαν συνιστῇ ἐπὶ καταλύσει τοῦ δήμου, ἢ συνήγορος ὢν λαμβάνῃ χρήματα ἐπὶ ταῖς δίκαις ταῖς ἰδίαις ἢ δημοσίαις, τούτων εἶναι τὰς γραφὰς πρὸς τοὺς θεσμοθέτας.
法律 “若有人进行串通,或通过行贿、受贿企图收买民事法庭、雅典的任何法庭或议会,或为了推翻民主制而组织帮派,或作为辩护人在私诉或公诉中收受财物,对这些人的公诉应向法制定官提起。
" §27ἡδέως ἂν τοίνυν ὑμᾶς ἐροίμην ἐπὶ τούτοις ἅπασι, κατὰ ποίους νόμους ὀμωμοκότες δικάζετε, πότερα κατὰ τοὺς τῆς πόλεως ἢ καθʼ οὓς Φορμίων αὑτῷ νομοθετεῖ.
” 因此,在这所有事情之上,我倒想问问你们:你们是宣誓依据什么样的法律来进行裁判的? 是城邦的法律,还是福尔米翁为自己制定的法律?
ἐγὼ μὲν τοίνυν τούτους παρέχομαι ὑμῖν, καὶ ἐξελέγχω αὐτοὺς ἀμφοτέρους παραβεβηκότας, Φορμίωνα μὲν ἐξ ἀρχῆς ἀδικήσαντα ἡμᾶς καὶ ἀποστερήσαντα τὰ χρήματα, ἃ ὁ πατὴρ ἡμῖν κατέλιπεν καὶ ἐμίσθωσε τούτῳ μετὰ τῆς τραπέζης καὶ τοῦ ἐργαστηρίου, Στέφανον δὲ τουτονὶ τὰ ψευδῆ μεμαρτυρηκότα καὶ παρὰ τὸν νόμον.
而我,向你们呈上这些法律,并证明他们两个人都违犯了法律:福尔米翁自始就侵害我们,掠夺了父亲留给我们并连同银行和作坊一起租赁给他的财产;而这个斯特凡诺斯则作了虚假且违法的证言。
§28ἄξιον τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ τόδε ἐνθυμηθῆναι, ὅτι διαθήκης οὐδεὶς πώποτε ἀντίγραφα ἐποιήσατο, ἀλλὰ συγγραφῶν μέν, ἵνα εἰδῶσι καὶ μὴ παραβαίνωσι, διαθηκῶν δὲ οὔ. τούτου γὰρ ἕνεκα κατασεσημασμένας καταλείπουσιν οἱ διατιθέμενοι, ἵνα μηδεὶς εἰδῇ ἃ διατίθενται.
此外,陪审员诸位,以下这一点也值得注意:历史上从来没有人会去制作遗嘱的副本。 如果是契约,为了了解内容而不予违反,人们确实会制作副本,但对于遗嘱却不会。 因为立遗嘱的人之所以将其密封留存,正是为了不让任何人知道他们遗赠的内容。
πῶς οὖν ὑμεῖς ἴστε ὅτι ἀντίγραφά ἐστιν τῶν διαθηκῶν τῶν Πασίωνος τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα;
既然如此,你们怎么会知道写在蜡板上的内容就是巴西翁遗嘱的副本呢?
δέομαι οὖν ὑμῶν ἁπάντων, ὦ ἄνδρες δικασταί, καὶ ἱκετεύω βοηθῆσαι μὲν ἐμοί, τιμωρήσασθαι δὲ τοὺς ἑτοίμως οὕτως τὰ ψευδῆ μαρτυροῦντας, ὑπέρ τε ὑμῶν αὐτῶν καὶ ἐμοῦ καὶ τοῦ δικαίου καὶ τῶν νόμων.
因此,我请求并恳求你们所有人,陪审员诸位,请向我伸出援手,惩罚这些如此轻易作伪证的人,为了你们自己,为了我,为了正义和法律。