§24ταῦτα μὲν τοίνυν Σπουδίας οὐδὲν ἧττον ἐμοῦ γιγνώσκων, ἀλλʼ οἶμαι μὲν καὶ ἀκριβέστερον, ὅσῳ καὶ πυκνότερον ἐνταυθοῖ παρέρχεται, πᾶσιν ἐναντία τοῖς πεπραγμένοις αὑτῷ λέγων οὐκ αἰσχύνεται.
因此,斯普迪亚斯对这些事的了解不亚于我,但我认为甚至更为准确,因为他来到这里的次数更频繁。 他对自己所说的与自己所做的一切完全矛盾而不感到羞耻。
καίτοι πολλάκις ὑμεῖς ἓν μόνον σκευώρημα συνιδόντες, τούτῳ κατὰ τῶν ἄλλων τῶν ἐγκαλουμένων ἐχρήσασθε τεκμηρίῳ· τούτῳ δʼ ἅπανθʼ ὑφʼ αὑτοῦ συμβέβηκεν ἐξελέγχεσθαι.
然而,你们常常在仅发现一个诡计的情况下,就以此作为反对其他指控的证据;但对于这个人来说,所有的事情都是由他自己揭露的。
καί μοι λαβὲ τὴν μαρτυρίαν ὡς ὡμολογεῖτο τότε τὰ σημεῖα τῶν γραμμάτων ὑπὸ τῆς τούτου γυναικός, καὶ νῦν ὑπὸ Σπουδίου κατασημανθέντα κεῖται. ΜΑΡΤΥΡΙΑ.
请帮我拿来证言,说明当时他的妻子是如何承认文书封印的,以及现在斯普迪亚斯如何将其重新封印并保存。
§25τούτων τοίνυν οὕτως σαφῶς ἀποδεδειγμένων, ἡγοῦμαι μὲν οὐδὲν ἔτι δεῖν πλείω λέγειν· ὁπότε γὰρ καὶ νόμους ἔχω παρέχεσθαι καὶ μάρτυρας ἁπάντων τῶν εἰρημένων, καὶ τὸν ἀντίδικον αὐτὸν ὁμολογοῦντά μοι, τί δεῖ μακρῶν ἔτι λόγων;
在这些事已经如此清楚地得到证明之后,我认为没有必要再多说什么了;因为既然我既有法律可以提供,又有我所说的一切的证人,并且对方本人也对我表示同意,那为什么还需要长篇大论呢?
ὅμως δʼ ἂν ἄρα περὶ τῆς προικὸς ἀγανακτῇ καὶ φάσκῃ πλεονεκτεῖσθαι ταῖς χιλίαις δραχμαῖς, ψεύσεται· οὐδὲν γὰρ ἔχων ἔλαττον ἀμφισβητεῖ πρὸς αὐτάς, ἀλλὰ πλέον, ὡς αὐτίχʼ ὑμῖν ἔσται φανερόν.
然而,如果他最终因嫁妆而感到愤怒,并声称自己在这一千德拉克马中受到了不公平待遇,那他就是在撒谎;因为他是在自己没有任何不足、反而拥有更多的情况下进行抗辩的,这一点很快就会对你们显而易见。
§26οὐ μὴν ἀλλʼ εἰ πάντα ταῦθʼ ὡς ἀληθῶς συνέβη, οὐ δήπου δίκαιον ἐμὲ τὴν ὁμολογηθεῖσαν προῖκα μὴ λαβεῖν, εἴπερ ὄφελός τι τῶν νόμων ἐστίν, οὐδέ γε τὸν Πολύευκτον, εἰ τῶν θυγατέρων ἐβούλετο τῇ μὲν ἐλάττω, τῇ δὲ πλείω προῖκʼ ἐπιδοῦναι, διακωλυθῆναι νῦν· σοὶ γὰρ αὐτῷ μὴ λαμβάνειν ἐξῆν, ὦ Σπουδία, μὴ προστιθεμένων ὥσπερ ἐμοὶ τῶν χιλιῶν.
然而,如果所有这些事确实发生了,如果法律还有任何效用,那么我不能得到协商一致的嫁妆当然是不公正的,如果波留埃克托斯希望给他的一个女儿较少的嫁妆,给另一个较多的嫁妆,现在也不应该被阻止;因为如果你不接受,斯普迪亚斯,如果你不像我一样被追加这一千德拉克马,你本来是可以不接受的。
ἀλλʼ οὐδὲν ἔλαττον εἶχες, ὡς ἐγὼ διδάξω.
但你并没有得到更少,正如我将解释的那样。
πρῶτον δʼ ἐφʼ οἷς ἐξέδοτο τούτῳ, λαβέ μοι τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.
首先,请为我拿来关于她嫁给他的条件的证言。
§27πῶς οὖν οὐδὲν ἔλαττον ἔχει, φήσει τις, εἰ τούτῳ μὲν ἐν ταῖς τετταράκοντα μναῖς ἐνετιμᾶτο τὰ χρυσία καὶ τὰ ἱμάτια τῶν χιλιῶν, ἐμοὶ δʼ αἱ δέκα μναῖ χωρὶς προσαπεδίδοντο;
“那么,”有人会说,“如果他的四十米纳中,金饰和衣服被估值为一千德拉克马,而另外又给了我十米纳,他怎么会没有得到更少呢?
τοῦτο δὴ καὶ μέλλω λέγειν.
”这正是我要解释的。
ὁ μὲν γὰρ Σπουδίας, ὦ ἄνδρες δικασταί, παρὰ τοῦ Λεωκράτους ἔχουσαν τὰ χρυσία καὶ τὰ ἱμάτια τὴν γυναῖκʼ ἔλαβεν, ὧν ὁ Πολύευκτος προσαπέτεισεν τῷ Λεωκράτει πλεῖν ἢ χιλίας· ἐγὼ δʼ, ἅπερ ἔπεμψέ μοι χωρὶς τῆς προικός, ὅσʼ ἔχω μόνον, πρὸς τὰ τούτῳ δοθέντʼ ἐὰν ἀντιθῇ τις, εὑρήσει παραπλήσια, χωρὶς τῶν εἰς τὰς χιλίας ἀποτιμηθέντων.
审判员们,因为斯普迪亚斯娶了那从莱奥克拉特斯那里就已经拥有金饰和衣服的妻子,为此波留埃克托斯向莱奥克拉特斯偿还了一千多德拉克马;而对我来说,如果有人把我除嫁妆之外送给我的、我仅有的东西,与给这个人的东西进行对比,他会发现除了估值为一千德拉克马的物品外,两者几乎是相等的。
§28ὥστʼ εἰκότως ἐν ταῖς τετταράκοντα μναῖς ἐνετιμᾶτο ταῦτα, ἅπερ ἀπετετείκει τῷ Λεωκράτει καὶ πλείω τῶν ἐμοὶ δοθέντων ἦν.
因此,这些他已经偿还给莱奥克拉特斯、且比给我的还要贵重的物品,被估值在四十米纳内是理所当然的。
καί μοι λαβὲ πρῶτον μὲν τὴν ἀπογραφὴν ταύτην καὶ λέγʼ αὐτοῖς ἅπερ ἑκάτερος ἡμῶν ἔχει, μετὰ δὲ ταῦτα τὴν τῶν διαιτητῶν μαρτυρίαν, ἵνʼ ἴδωσιν ὅτι καὶ πολλῷ πλείω χρήματʼ ἔχει, καὶ περὶ τούτων ὁ Λεωκράτης ἐνεκάλει, καὶ κατὰ ταῦτʼ ἔγνωσαν οἱ διαιτηταί.
请先帮我拿来这份财产目录,向他们宣读我们每个人所拥有的东西,然后再宣读仲裁人的证言,好让他们看到他拥有多得多的财产,并且莱奥克拉特斯曾就这些财产提出质问,仲裁人也据此做出了裁决。
λέγε. ΑΠΟΓΡΑΦΗ. ΜΑΡΤΥΡΙΑ.
请宣读。
§29ἆρʼ οὖν οὐ φανερῶς οὗτος μὲν ἔχει τετταράκοντα μνᾶς πάλαι τὴν προῖκα, ἐγὼ δὲ τὰς μὲν τριάκοντα καθάπερ οὗτος, τὰς δὲ χιλίας οὐ μόνον ὕστερον οὐκ ἐκομισάμην, ἀλλὰ καὶ νυνὶ κινδυνεύω περὶ αὐτῶν ὡς ἀδίκως ἔχων;
那么,显而易见的是,这个人早已得到了四十米纳的嫁妆,而我虽然像他一样得到了三十米纳,但不仅后来没有收回那一千德拉克马,而且现在甚至因为这些钱而面临被指控为不公正占有的危险?
διὰ ταῦτα μέντοι Σπουδίας, ὦ ἄνδρες δικασταί, τοῖς φίλοις οὐκ ἐβούλετʼ ἐπιτρέψας ἀπαλλαγῆναι τῶν πρὸς ἔμʼ ἐγκλημάτων, ὅτι συνέβαινεν αὐτῷ πάντα ταῦτʼ ἐξελέγχεσθαι· πᾶσιν γὰρ τούτοις παραγεγενημένοι καὶ σαφῶς εἰδότες οὐκ ἐπέτρεπον αὐτῷ λέγειν ὅ τι τύχοι· παρʼ ὑμῖν δʼ οἴεται ψευδόμενος ἐμοῦ τἀληθῆ λέγοντος περιγενήσεσθαι.
审判员们,正是因为这个原因,斯普迪亚斯不愿把事情委托给朋友来解决对我的控诉,因为这样做的结果是他所有这些事都会被揭露;因为朋友们出席了所有这些场合,并且非常清楚,他们不会允许他随心所欲地说话;但他认为在你们面前,通过撒谎,而在我说明真相的情况下,他能够取胜。
§30καίτοι περὶ ὧν ἐγκαλῶ, πάνθʼ ὑμῖν ἀπέδειξα σαφῶς, ὡς οἷός τʼ ἦν αὐτός.
然而,关于我指控的事,我已经尽我所能向你们清楚地表明了一切。
τοὺς δʼ εἰδότας οὗτος ἔφευγεν, οὐχ ἡγούμενος εἶναι παραλογίσασθαι.
但他避开了那些知情人,因为他认为不可能欺骗他们。
μὴ τοίνυν, ὦ ἄνδρες δικασταί, μηδʼ ὑμεῖς ἐπιτρέπετʼ αὐτῷ ψεύδεσθαι καὶ διαβάλλειν, μεμνημένοι τῶν εἰρημένων· ἴστε γὰρ πάνθʼ ὡς ἐγένετο, πλὴν εἴ τι παρέλιπον ἐγὼ πρὸς ὀλίγον ὕδωρ ἀναγκαζόμενος λέγειν.
因此,审判员们,你们也不要允许他撒谎和中伤,请记住已经说过的话;因为你们知道一切是如何发生的,除非我因为被迫在有限的水(时间)内发言而省略了某些内容。