§56καὶ ἐγὼ μέν, ἐάν, ὃ μὴ γένοιτο, ὑμεῖς με ἐγκαταλίπητε, οὐχ ἕξω ὁπόθεν προῖκα ἐπιδῶ τῇ θυγατρί, ἧς τῇ μὲν φύσει πατήρ εἰμι, τὴν δʼ ἡλικίαν αὐτῆς εἰ ἴδοιτε, οὐκ ἂν θυγατέρα μου ἀλλʼ ἀδελφὴν εἶναι αὐτὴν νομίσαιτε· οὗτοι δέ, ἐὰν ὑμεῖς μοι βοηθήσητε, οὐδὲν ἐκ τῶν ἰδίων ἀποτείσουσιν, ἀλλʼ ἐκ τῆς οἰκίας τὰ ἐμὰ ἐμοὶ ἀποδώσουσιν, ἣν ἐξειλόμεθα μὲν κοινῇ πάντες εἰς τὴν ἔκτεισιν τῆς προικός, οἰκοῦντες δὲ αὐτὴν οὗτοι μόνοι διατελοῦσιν.
而我,如果——但愿这不会发生——你们抛弃了我,我将无处筹措资金来给我的女儿作嫁妆。 按自然而言我是她的父亲,但如果你们看到她的年龄,你们绝不会认为她是我的女儿,而会认为她是我的妹妹;相反,如果你们帮助我,他们不需要从自己的私产中偿还任何东西,而是从那栋房子中把我自己的东西还给我,这栋房子是我们所有人共同拨出用于偿付嫁妆的,而现在唯独他们一直住在里面。
§57οὔτε γὰρ ἁρμόττει μοι θυγατέρα ἐπίγαμον ἔχοντι οἰκεῖν μετὰ τοιούτων, οἳ οὐ μόνον αὐτοὶ ἀσελγῶς ζῶσιν, ἀλλὰ καὶ ὁμοίους αὑτοῖς ἑτέρους πολλοὺς εἰς τὴν οἰκίαν εἰσάγουσιν, οὔτε μὰ τὸν Δία ἀσφαλὲς εἶναί μοι νομίζω συζῆν τούτοις ἐν τῷ αὐτῷ·
因为,对于我这个有待嫁女儿的人来说,与这样的人同住是不合适的,他们不仅自己生活放荡,还把许多和他们一样的人引诱到家里;而且,指着宙斯起誓,我认为与他们同住一个屋檐下是不安全的。
ὅπου γὰρ οὕτω φανερῶς μοι ἐπιβουλεύσαντες εἰς Ἄρειον πάγον ἀγῶνα κατεσκεύασαν, τίνος ἂν οὗτοι ἢ φαρμακείας ἢ ἄλλης κακουργίας τοιαύτης ὑμῖν ἀποσχέσθαι δοκοῦσιν;
因为既然他们如此公然地对我进行阴谋陷害,甚至在阿雷奥帕古斯法庭上策划了一场诉讼,那么你们认为他们还有什么投毒或其他类似的恶行是做不出来的呢?
§58οἵ γε πρὸς τοῖς ἄλλοις (ἀρτίως γὰρ καὶ τοῦτο ἀνεμνήσθην) εἰς τοσαύτην ὑπερβολὴν τόλμης ἥκουσιν, ὥστε καὶ Κρίτωνος μαρτυρίαν ἐνεβάλοντο, ὡς ἐώνηται τὸ τρίτον παρʼ ἐμοῦ μέρος τῆς οἰκίας· ἥν, ὅτι ψευδής ἐστι, ῥᾳδίως εἴσεσθε.
除了其他事情外(因为我刚刚也想起了这一点),他们甚至达到了如此无法无天的地步,以至于还呈递了克里同的证言,声称他从我这里购买了这栋房子的三分之一份额;而你们很容易就会知道这是虚假的。
πρῶτον μὲν γὰρ οὐχ οὕτω μετρίως ζῇ Κρίτων ὥστε παρʼ ἑτέρου οἰκίαν ὠνεῖσθαι, ἀλλʼ οὕτως πολυτελῶς καὶ ἀσώτως ὥστε πρὸς τοῖς ἑαυτοῦ καὶ τὰ τῶν ἄλλων ἀναλίσκειν· ἔπειτα οὐ μαρτυρεῖ τούτῳ νῦν, ἀλλʼ ἐμοὶ ἀντιδικεῖ·
因为首先,克里同的生活并没有节制到可以向别人购买房子的地步,而是过得如此奢华和挥霍,以至于除了自己的财产外,连别人的财产也消耗殆尽;其次,他现在并不是在为此人作证,而是在与我对抗。
τίς γὰρ ὑμῶν οὐκ οἶδεν ὅτι μάρτυρες μέν εἰσιν οὗτοι, οἷς μὴ μέτεστι τοῦ πράγματος περὶ οὗ ἡ δίκη ἐστίν, ἀντίδικοι δʼ οἱ κοινωνοῦντες τῶν πραγμάτων περὶ ὧν ἂν δικάζηταί τις αὐτοῖς;
因为你们中谁不知道,证人是指那些对诉讼标的事物没有切身利益关系的人,而诉讼对手是指那些在与之争讼的事务中共同分享利益的人?
ὃ Κρίτωνι συμβέβηκεν.
这正是克里同的情况。
§59ἔτι δὲ τοσούτων ὑμῶν ὄντων, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἄλλων Ἀθηναίων, ἄλλος μὲν οὐδεὶς αὐτῷ παραγενέσθαι μεμαρτύρηκε, Τιμοκράτης δὲ μόνος, ὥσπερ ἀπὸ μηχανῆς, μαρτυρεῖ μὲν δεκάτην ἑστιᾶσαι τούτῳ τὸν ἐμὸν πατέρα, ἡλικιώτης ὢν τοῦ νυνὶ φεύγοντος τὴν δίκην, φησὶν δὲ πάντα ἁπλῶς εἰδέναι ἃ δὴ τούτοις συμφέρει, μαρτυρεῖ δὲ νυνὶ μόνος Κρίτωνι παρεῖναι, ὅτε παρʼ ἐμοῦ τὴν οἰκίαν ἐωνεῖτο.
此外,裁判官诸位,在你们和其余雅典人如此众多的情况下,没有其他人证明自己曾现场目睹,唯独提摩克拉特斯一人,就像从(戏剧的)起重机上降临一样,证明我的父亲为此人举办了十日礼宴(他与如今这个逃避诉讼的被告同龄),并声称他绝对知道一切对他们有利的事,现在又唯独他一人证明当克里同向我购买那栋房子时,他也在场。
ὃ τίς ἂν ὑμῶν πιστεύσειεν;
你们中谁会相信这一点?
ἄλλως τε καὶ ὅτι οὐ περὶ τῆς οἰκίας, πότερα ἐώνηται Κρίτων αὐτὴν ἢ μή, νυνὶ δικάζομαι, ἀλλὰ περὶ προικός, ἣν ἐνεγκαμένης τῆς μητρὸς οἱ νόμοι κελεύουσιν ἐμὲ κομίζεσθαι.
更何况,我如今并不是在就房子的事情(即克里同是否购买了它)提起诉讼,而是在就我母亲带来的嫁妆提起诉讼,法律命令我应当收回这笔嫁妆。
§60ὥστε καθάπερ ὑμῖν ἐγὼ καὶ ἐκ μαρτύρων πολλῶν καὶ ἐκ τεκμηρίων ἐπέδειξα, ἐπενεγκαμένην μὲν τὴν μητέρα μου τάλαντον προῖκα, οὐ κομισάμενον δὲ τοῦτʼ ἐμὲ ἐκ τῆς πατρῴας οὐσίας, ἐξαίρετον δʼ ἡμῖν γενομένην τὴν οἰκίαν εἰς ταῦτα, οὕτω κελεύετε καὶ τοῦτον ἐπιδεικνύναι ὑμῖν, ἢ ὡς οὐκ ἀληθῆ λέγω, ἢ ὡς οὐ προσήκει μοι κομίσασθαι τὴν προῖκα· περὶ τούτων γὰρ ὑμεῖς νυνὶ τὴν ψῆφον οἴσετε.
因此,正如我通过许多证人和证据向你们表明的那样,我的母亲带来了一塔兰托的嫁妆,而我并没有从父亲的遗产中收回它,且那栋房子是为此目的而留给我们作为担保的,所以请你们也同样要求此人向你们证明,要么我所说的不是真话,要么我不应当收回这笔嫁妆;因为你们如今将就这些事情投下选票。
§61ἐὰν δὲ μὴ ἔχων περὶ ὧν φεύγει τὴν δίκην μήτε μάρτυρας ἀξιόχρεως παρασχέσθαι μήτʼ ἄλλο πιστὸν μηδέν, ἑτέρους παρεμβάλλῃ λόγους κακουργῶν, καὶ βοᾷ καὶ σχετλιάζῃ μηδὲν πρὸς τὸ πρᾶγμα, πρὸς Διὸς καὶ θεῶν μὴ ἐπιτρέπετε αὐτῷ, ἀλλὰ βοηθεῖτέ μοι τὰ δίκαια, ἐξ ἁπάντων τῶν εἰρημένων ἐνθυμούμενοι, ὅτι πολὺ δικαιότερόν ἐστι τὴν τῆς ἐμῆς μητρὸς προῖκα τῇ ἐμῇ θυγατρὶ εἰς ἔκδοσιν ὑμᾶς ψηφίσασθαι, ἢ Πλαγγόνα καὶ τούτους πρὸς τοῖς ἄλλοις καὶ τὴν οἰκίαν τὴν εἰς τὴν προῖκα ἐξαίρετον γενομένην ἀφελέσθαι ἡμᾶς παρὰ πάντα τὰ δίκαια.
如果对于他所辩护的诉讼事务,他既无法提供可靠的证人,也无法提供任何其他可信的证据,反而恶意地插入其他言论,并针对与案情毫无关系的事情大喊大叫、抱怨诉苦,那么,看在宙斯和众神的份上,请不要允许他这样做,而要根据所有已陈述的事实,支持我正当的诉求,并请记住:你们投票将我母亲的嫁妆赐予我的女儿作为嫁妆,比起允许普兰贡和这伙人在其他所有事情之外,还违反一切正义地将那栋留作嫁妆担保的房子从我们手中夺走,要公正得多。