§39ἂν δὲ λέγῃ ὡς ἀξιοῦντος αὐτοῦ ἐπιτρέψαι Κόνωνι τῷ Τιμοθέου περὶ ἁπάντων ἐγὼ οὐκ ἐβουλόμην ἐπιτρέπειν, ἐνθυμεῖσθε ὡς ἐξαπατᾶν ὑμᾶς ἐπιχειρήσει.
如果他声称,尽管他要求将所有事务委托给蒂莫特奥斯的儿子科农进行仲裁,而我却不愿意委托,请记住他企图欺骗你们。
ἐγὼ γὰρ περὶ μὲν ὧν αἱ δίκαι οὔπω τέλος εἶχον, ἕτοιμος ἦν ἐπιτρέπειν καὶ Κόνωνι καὶ ἄλλῳ διαιτητῇ ἴσῳ, ὅτῳ οὗτος βούλοιτο· περὶ δὲ ὧν τρὶς πρὸς τὸν διαιτητὴν ἀπαντήσαντος τούτου καὶ ἀντιδικοῦντος ὁ μὲν διαιτητὴς ἀπέγνω μου, οὗτος δὲ τοῖς γνωσθεῖσιν ἐνέμεινεν, ὡς καὶ ὑμῖν μεμαρτύρηται, οὐκ ᾤμην δίκαιον εἶναι ταῦτα πάλιν ἀνάδικα γίγνεσθαι·
因为对于那些诉讼尚未终结的事项,我曾准备好将它们委托给科农或此人所希望的任何其他公正的仲裁人;但对于那些在此人三次出庭于仲裁人面前进行争辩后,仲裁人已驳回了对我的指控,且此人也服从了裁决的事项(正如已经向你们作证的那样),我认为让这些事情再次进入诉讼程序是不公正的。
§40τί γὰρ ἂν ἦν πέρας ἡμῖν τοῦ διαλυθῆναι, εἰ τὰ κατὰ τοὺς νόμους διαιτηθέντα λύσας ἑτέρῳ διαιτητῇ ἐπέτρεψα περὶ τῶν αὐτῶν ἐγκλημάτων, ἄλλως τε καὶ ἀκριβῶς εἰδὼς ὅτι, εἰ καὶ πρὸς τοὺς ἄλλους μὴ ἐπιεικές ἐστιν ταῖς διαίταις ἰσχυρίζεσθαι, πρός γε τοῦτον ἁπάντων δικαιότατον ἦν οὕτως προσφέρεσθαι.
因为,如果我们废除依法作出的仲裁裁决,而将相同的控诉再次委托给另一个仲裁人,那么我们的争端解决何时才能有终结呢? 尤其是,即使对其他人坚持仲裁裁决并不算温和,但对此人而言,采取这种方式无疑是所有人中最公正的,这一点我很清楚。
§41φέρε γάρ, εἴ τις αὐτὸν ξενίας γράψαιτο λέγων ὡς διομνύμενος ὁ πατὴρ οὐκ ἔφη τοῦτον υἱὸν αὑτοῦ εἶναι, ἔσθʼ ὅτῳ ἂν ἄλλῳ ἰσχυρίζοιτο πρὸς ταῦτα ἢ διότι τῆς μητρὸς αὐτῶν ὀμοσάσης καὶ τοῦ διαιτητοῦ καταγνόντος ἠναγκάσθη ὁ πατὴρ ἡμῶν ἐμμεῖναι τῇ διαίτῃ;
且看,如果有人起诉他冒充公民,声声称父亲曾宣誓否认此人是自己的儿子,针对这一指控,除了因为他们的母亲宣誓且仲裁人作出了判决,我们的父亲被迫服从该仲裁决定之外,他还能依靠其他什么来辩解呢?
§42οὐκοῦν δεινόν, εἰ οὗτος αὐτὸς κατὰ γνῶσιν διαιτητοῦ ὑμέτερος πολίτης γεγενημένος καὶ πρὸς ἐμὲ τὴν οὐσίαν νειμάμενος καὶ τυχὼν τῶν μετρίων ἁπάντων, ἃς ἐγὼ δίκας τοῦτον ἀπέφυγον παρόντα καὶ ἀντιδικοῦντα καὶ τοῖς γνωσθεῖσιν ἐμμένοντα, ταύτας ἀναδίκους ἀξιῶν γίγνεσθαι δίκαιόν τι δοκοίη λέγειν ὑμῖν, ὥσπερ, ὅταν μὲν τούτῳ συμφέρῃ, δέον εἶναι κυρίας τὰς διαίτας, ὅταν δὲ μὴ συμφέρῃ, προσῆκον τὴν τούτου γνώμην κυριωτέραν γενέσθαι τῶν κατὰ τοὺς ὑμετέρους νόμους γνωσθέντων.
因此,如果此人自己是根据仲裁人的决定才成为你们的公民,并与我瓜分了财产,获得了所有合理的权益,却在要求将那些在他亲自出席、抗辩并服从决定下我所胜诉的诉讼重新审理时,竟显得是在向你们陈述某种公理,这难道不可恶吗? 仿佛只要对他有利,仲裁决定就必须有效;而一旦对他不利,他个人的意愿就理应比根据你们的法律作出的决定更为有效似的。
§43ὃς οὕτως ἐπίβουλός ἐστιν, ὥστε καὶ τὴν δίαιταν ταύτην ἐπιτρέπειν με προὐκαλεῖτο, οὐχ ὅπως ἀπαλλαγῇ πρός με, ἀλλʼ ἵνα, ὥσπερ καὶ πρότερον ἕνδεκα ἔτη διήγαγε κακουργῶν, οὕτως καὶ νῦν τὰ ἀποδιαιτηθέντα μου λύσας ἐξ ἀρχῆς με συκοφαντῇ καὶ τὴν δίκην ταύτην ἐκκρούῃ.
他是如此阴险,以至于他提议将这桩仲裁也委托出去,并非为了与我了结恩怨,而是为了像以前花了十一年时间作恶那样,如今也废除对我有利的仲裁裁决,从而重新对我进行诬告并拖延这场诉讼。
§44τεκμήριον δὲ τούτου μέγιστον· οὔτε γὰρ τὴν πρόκλησιν ἐδέχετο, ἣν ἐγὼ κατὰ τοὺς νόμους προὐκαλούμην αὐτόν, πρότερόν τε Ξενίππῳ, ὃν οὗτος προὐβάλετο διαιτητήν, ἐπιτρέψαντός μου περὶ τῆς τοῦ ὀνόματος δίκης, ἀπηγόρευσεν αὑτῷ μὴ διαιτᾶν.
这是对此最大的证据:因为他既不接受我根据法律向他提出的交涉,而且先前当我把关于名字的诉讼委托给此人推荐的仲裁人克塞尼普斯时,他竟然禁止此人进行仲裁。
ὅτι δὲ καὶ ταῦτʼ ἀληθῆ λέγω, ἐκ τῆς μαρτυρίας καὶ τῆς προκλήσεως εἴσεσθε.
而至于我在这些事上所说皆为真实,你们将从证言和交涉书中得知。
ΜΑΡΤΥΡΙΑ. ΠΡΟΚΛΗΣΙΣ.
证言。 交涉书。
§45ταύτην τοίνυν τὴν πρόκλησιν οὐ δεξάμενος, ἀλλʼ ἐνεδρεύων με καὶ τὴν δίκην ὅτι πλεῖστον χρόνον ἐκκρούειν βουλόμενος, κατηγορήσει, ὡς ἐγὼ πυνθάνομαι, οὐ μόνον ἐμοῦ, ἀλλὰ καὶ τοῦ πατρός, λέγων ὡς ἐκεῖνος ἐμοὶ χαριζόμενος πολλὰ τοῦτον ἠδίκησεν.
因此,他不接受这一交涉,反而在暗中设局害我,企图尽可能长久地拖延诉讼;而且据我所知,他不仅会指控我,还会指控我们的父亲,声称父亲为了讨好我而对他犯下了许多不公。
ὑμεῖς δʼ, ὦ ἄνδρες δικασταί, μάλιστα μέν, ὥσπερ αὐτοὶ οὐκ ἂν ἀξιώσαιτε κακῶς ἀκούειν ὑπὸ τῶν ὑμετέρων παίδων, οὕτω μηδὲ τούτῳ ἐπιτρέπετε περὶ τοῦ πατρὸς βλασφημεῖν· §46καὶ γὰρ ἂν εἴη δεινόν, εἰ αὐτοὶ μὲν πρὸς τοὺς ἐπὶ τῆς ὀλιγαρχίας πολλοὺς τῶν πολιτῶν ἀκρίτους ἀποκτείναντας διαλλαγέντες ἐμμένετε ταῖς ὁμολογίαις, ὥσπερ χρὴ τοὺς καλοὺς κἀγαθοὺς ἄνδρας, τούτῳ δὲ πρὸς τὸν πατέρα ζῶντα καὶ διαλυθέντι καὶ πολλὰ παρὰ τὸ δίκαιον πλεονεκτήσαντι νῦν μνησικακεῖν ἐπιτρέψετε καὶ κακῶς λέγειν ἐκεῖνον.
然而,裁判官诸位,正如你们自己绝不容许被自己的孩子说坏话一样,你们也绝不要允许此人对其父亲进行诽谤;因为如果你们自己与那些在寡头政权下未经审判就杀害了许多市民的人达成和解,并坚守承诺(正如高尚体面的人应当做的那样),却允许此人如今对他在世时已达成和解且不公地占了许多便宜的父亲心怀怨恨并进行恶毒攻击,那将是极其荒谬的。
§47μηδαμῶς, ὦ ἄνδρες δικασταί, ἀλλὰ μάλιστα μὲν κωλύετε αὐτὸν ταῦτα ποιεῖν, ἂν δʼ ἄρα βιάζηται ὑμᾶς καὶ λοιδορῆται, ἐνθυμεῖσθε ὅτι αὐτὸς ἑαυτοῦ καταμαρτυρεῖ μὴ ἐξ ἐκείνου γεγενῆσθαι.
绝不能这样,裁判官诸位,倒要极力制止他这样做;如果他强行违背你们的意愿并进行辱骂,请记住他自己正在证实自己并非那人所生。
οἱ μὲν γὰρ φύσει παῖδες ὄντες, κἂν πρὸς ζῶντας τοὺς πατέρας διενεχθῶσιν, ἀλλʼ οὖν τελευτήσαντας αὐτοὺς ἐπαινοῦσιν· οἱ δὲ νομιζόμενοι μὲν υἱεῖς, μὴ ὄντες δὲ γένει ἐξ ἐκείνων, ῥᾳδίως μὲν αὐτοῖς διαφέρονται ζῶσιν, οὐδὲν δὲ φροντίζουσι περὶ τεθνεώτων αὐτῶν βλασφημοῦντες.
因为那些天生的亲生子,即使在父亲在世时曾有不和,但当父亲去世后仍会赞颂他们;而那些名义上的儿子,并非其亲生骨肉的人,在父亲活着时很容易与他们产生分歧,在他们去世后则根本不在乎,肆意诽谤。