Humanitext Reader

狄摩西尼 · 控诉波奥图斯二 §1-9

控诉异母兄弟的侵害与父母的婚姻背景

第 1 段,共 8 段 · 希腊语

内容简介

原告(曼提提乌斯)控诉其同父异母兄弟对他的不公对待(剥夺遗产、赶出祖屋、扣留母亲的嫁妆),并请求审判官们公正审理,同时开始叙述其父母的婚姻和家庭背景。

§1πάντων ἐστὶν ἀνιαρότατον, ὦ ἄνδρες δικασταί, ὅταν τις ὀνόματι μὲν ἀδελφὸς προσαγορευθῇ τινῶν, τῷ δʼ ἔργῳ ἐχθροὺς ἔχῃ τούτους, καὶ ἀναγκάζηται πολλὰ καὶ δεινὰ παθὼν ὑπʼ αὐτῶν εἰσιέναι εἰς δικαστήριον, ὃ νῦν ἐμοὶ συμβέβηκεν.
审判官老爷们,在所有事情中最令人痛苦的莫过于,一个人在名义上被称为某些人的兄弟,但在实际上却把他们当成仇敌,并且在遭受了他们许多残酷的对待之后,被迫走上法庭,这正是现在发生在我的身上的事情。
§2οὐ γὰρ μόνον ἀτύχημά μοι ἐξ ἀρχῆς ἐγένετο, διότι Πλαγγὼν ἡ τούτων μήτηρ ἐξαπατήσασα τὸν πατέρα μου καὶ ἐπιορκήσασα φανερῶς, ἠνάγκασεν αὐτὸν ὑπομεῖναι τούτους ποιήσασθαι, καὶ διὰ τοῦτο τὰ δύο μέρη τῶν πατρῴων ἀπεστερήθην· ἀλλὰ πρὸς τούτοις ἐξελήλαμαι μὲν ἐκ τῆς πατρῴας οἰκίας ὑπὸ τούτων, ἐν ᾗ καὶ ἐγενόμην καὶ ἐτράφην, καὶ εἰς ἣν οὐχ ὁ πατὴρ αὐτοὺς ἀλλʼ ἐγὼ τελευτήσαντος ἐκείνου παρεδεξάμην, §3ἀποστεροῦμαι δὲ τὴν προῖκα τῆς ἐμαυτοῦ μητρός, περὶ ἧς νυνὶ δικάζομαι, αὐτὸς μὲν τούτοις δίκας ὑπὲρ ὧν ἐνεκάλουν μοι πάντων δεδωκώς, πλὴν εἴ τινα νῦν ἕνεκα τῆς δίκης ταύτης ἀντειλήχασίν μοι συκοφαντοῦντες, ὡς καὶ ὑμῖν ἔσται καταφανές, παρὰ δὲ τούτων ἐν ἕνδεκα ἔτεσιν οὐ δυνάμενος τυχεῖν τῶν μετρίων, ἀλλὰ νῦν εἰς ὑμᾶς καταπεφευγώς.
因为我不仅在起初就遭遇了不幸,由于这些人的母亲普兰贡欺骗了我的父亲并公然违背誓言,迫使他勉强承认收养他们,我也因此被剥夺了父亲遗产的三分之二;而且除此以外,我还被他们从我出生并长大的祖屋中赶了出去,而在我父亲去世后,把他们接进这所房子的不是我的父亲,而是我,而我现在还被剥夺了我自己母亲的嫁妆,这也就是我现在诉讼的事情。 我自己已经为他们指控我的一切事情向他们支付了赔偿——除了他们现在为了这场官司而恶意反诉我的事情之外,这一点对你们来说也将是显而易见的——然而在十一年的时间里,我却无法从他们那里得到合理的对待,因此现在向你们寻求庇护。
§4δέομαι οὖν ἁπάντων ὑμῶν, ὦ ἄνδρες δικασταί, μετʼ εὐνοίας τέ μου ἀκοῦσαι οὕτως ὅπως ἂν δύνωμαι λέγοντος, κἂν ὑμῖν δοκῶ δεινὰ πεπονθέναι, συγγνώμην ἔχειν μοι ζητοῦντι κομίσασθαι τἀμαυτοῦ, ἄλλως τε καὶ εἰς θυγατρὸς ἔκδοσιν·
所以,审判官老爷们,我恳求你们大家,能以善意倾听我的陈述,就像我所能表达的那样;如果你们认为我遭受了残酷的待遇,请同情我努力索回属于我自己的财产,特别是为了我女儿的出嫁。
συνέβη γάρ μοι δεηθέντος τοῦ πατρὸς ὀκτωκαιδεκέτη γῆμαι, καὶ διὰ τοῦτο εἶναί μοι θυγατέρα ἤδη ἐπίγαμον.
因为在我的父亲要求下,我在十八岁时就结婚了,因此我目前已经有了一个到了适婚年龄的女儿。
§5ὥστʼ ἐμοὶ μὲν δικαίως ἂν ἀδικουμένῳ διὰ πολλὰ βοηθήσαιτε, τούτοις δὲ εἰκότως ἂν ὀργίζοισθε·
因此,你们如果帮助因许多原因而受到不公对待的我,那是理所当然的,而对这些人感到愤怒,也是合情合理的。
οἵτινες, ὦ γῆ καὶ θεοί, ἐξὸν αὐτοῖς τὰ δίκαια ποιήσασι μὴ εἰσιέναι εἰς δικαστήριον, οὐκ αἰσχύνονται μὲν ἀναμιμνῄσκοντες ὑμᾶς εἴ τι ἢ ὁ πατὴρ ἡμῶν μὴ ὀρθῶς διεπράξατο ἢ οὗτοι εἰς ἐκεῖνον ἥμαρτον, ἀναγκάζουσι δʼ ἐμὲ δικάζεσθαι αὑτοῖς.
他们——天地神明啊! ——本可以通过做正义的事而不用走进法庭,却毫不羞耻地提醒你们我们父亲有什么做得不对的地方,或者他们自己对父亲犯下了什么罪过,反而迫使我与他们对簿公堂。
ἵνα δὲ ἀκριβῶς εἰδῆτε, ὡς οὐκ ἐγὼ τούτου αἴτιός εἰμι ἀλλʼ οὗτοι, ἐξ ἀρχῆς ὑμῖν, ὡς ἂν ἐν βραχυτάτοις δύνωμαι, διηγήσομαι τὰ πραχθέντα.
为了让你们准确地知道,这件事的责任不在我,而是在他们,我将从头开始,用最简短的语言向你们叙述所发生的事情。
§6ἡ γὰρ μήτηρ ἡ ἐμή, ὦ ἄνδρες δικασταί, θυγάτηρ μὲν ἦν Πολυαράτου Χολαργέως, ἀδελφὴ δὲ Μενεξένου καὶ Βαθύλλου καὶ Περιάνδρου.
审判官老爷们,我的母亲是霍拉戈斯人波利亚拉托斯的女儿,也是梅内克塞诺斯、巴蒂洛斯和培里安德尔的姐妹。
ἐκδόντος δὲ αὐτὴν τοῦ πατρὸς Κλεομέδοντι τῷ Κλέωνος υἱεῖ, καὶ προῖκα τάλαντον ἐπιδόντος, τὸ μὲν πρῶτον τούτῳ συνῴκει·
当她的父亲把她嫁给克里昂之子克莱奥梅冬,并给了一塔兰同作为嫁妆时,她起初与他共同生活。
γενομένων δʼ αὐτῇ τριῶν μὲν θυγατέρων, υἱοῦ δʼ ἑνὸς Κλέωνος, καὶ μετὰ ταῦτα τοῦ ἀνδρὸς αὐτῇ τελευτήσαντος, ἀπολιποῦσα τὸν οἶκον καὶ κομισαμένη τὴν προῖκα,
在生下了三个女儿和一个儿子克里昂之后,她的丈夫随后去世了,她便离开了那个家并收回了她的嫁妆。
§7πάλιν ἐκδόντων αὐτὴν τῶν ἀδελφῶν Μενεξένου καὶ Βαθύλλου (ὁ γὰρ Περίανδρος ἔτι παῖς ἦν) καὶ τὸ τάλαντον ἐπιδόντων, συνῴκησε τῷ ἐμῷ πατρί.
当她的兄弟梅内克塞诺斯和巴蒂洛斯(因为培里安德尔当时还是个孩子)再次把她嫁出去,并同样给了一塔兰同作为嫁妆时,她与我的父亲共同生活。
καὶ γίγνομαι αὐτοῖς ἐγώ τε καὶ ἄλλος ἀδελφὸς νεώτερος ἐμοῦ, ὃς ἔτι παῖς ὢν ἐτελεύτησεν.
我以及比我年轻的另一个弟弟便由他们所生,而我弟弟在还是孩子的时候就去世了。
ὡς δʼ ἀληθῆ λέγω, περὶ τούτων ὑμῖν πρῶτον τοὺς μάρτυρας παρέξομαι.
为了证明我所说的是真话,关于这些事情,我将首先向你们出示证人。
ΜΑΡΤΥΡΕΣ.
证人。
§8τὴν μὲν τοίνυν μητέρα τὴν ἐμὴν οὕτως ὁ πατήρ μου γήμας εἶχε γυναῖκα ἐν τῇ οἰκίᾳ τῇ ἑαυτοῦ, ἐμέ τε ἐπαίδευεν καὶ ἠγάπα, ὥσπερ καὶ ὑμεῖς ἅπαντες τοὺς ὑμετέρους παῖδας ἀγαπᾶτε.
因此,我的父亲就这样娶了我的母亲,并把她作为妻子安置在自己的家里,他教育我、爱护我,就像你们所有人爱护自己的孩子一样。
τῇ δὲ τούτων μητρὶ Πλαγγόνι ἐπλησίασεν ὅντινα δή ποτʼ οὖν τρόπον· οὐ γὰρ ἐμὸν τοῦτο λέγειν ἐστίν.
而对于这些人的母亲普兰贡,他则以无论什么样的方式与她接近——因为这不是我该说的话。
§9καὶ οὕτως οὐ πάντα γε ἦν ὑπὸ τῆς ἐπιθυμίας κεκρατημένος, ὥστε οὐδὲ τῆς μητρὸς τῆς ἐμῆς ἀποθανούσης ἠξίωσεν αὐτὴν εἰς τὴν οἰκίαν παρʼ ἑαυτὸν εἰσδέξασθαι, οὐδὲ τούτους, ὡς υἱεῖς εἰσιν αὑτοῦ, πεισθῆναι·
而且,父亲并没有完全被情欲所控制,以至于即使在我母亲去世后,他也不屑于将她接进自己的家里,也不相信这些人是他的儿子;相反,在过去的时间里,他们一直作为不是我父亲的孩子而生活,正如你们大多数人所知道的那样。
ἀλλὰ τὸν μὲν ἄλλον χρόνον οὗτοι διῆγον οὐκ ὄντες τοῦ ἐμοῦ πατρός, ὡς καὶ ὑμῶν οἱ πολλοὶ ἴσασιν, ἐπειδὴ δὲ οὗτος αὐξηθεὶς καὶ μεθʼ αὑτοῦ παρασκευασάμενος ἐργαστήριον συκοφαντῶν, ὧν ἡγεμὼν ἦν Μνησικλῆς καὶ Μενεκλῆς ἐκεῖνος ὁ τὴν Νῖνον ἑλών, μεθʼ ὧν οὗτος ἐδικάζετό
但是,当这个人长大成人,并在自己身边拉拢了一帮诬告犯的团伙(其头目是姆内西克莱斯和那个曾陷害尼诺斯的梅内克莱斯),与他们一起,这个人便提起诉讼……

词汇与语法注释

  1. §1ἀδελφὸς προσαγορευθῇ τινῶν — 属格 τινῶν 依附于名词 ἀδελφός(“某人的兄弟”)。相比指代,随后的 τούτους 与宾语补足语 ἐχθρούς 一起作为 ἔχῃ 的直接宾语。
  2. §2ὑπομεῖναι τούτους ποιήσασθαι — 动词 ἠνάγκασεν 带宾语 αὐτόν(宾格),其后接不定式 ὑπομεῖναι(甘愿、勉强接受),而 ὑπομεῖναι 又支配中动不定式 ποιήσασθαι(认作自己的儿子、收养)。这两个不定式的逻辑主语都是父亲(αὐτόν)。
  3. §5ἐξὸν αὐτοῖς τὰ δίκαια ποιήσασι — 无人称动词 ἔξεστι 的中性单数宾格分词 ἐξόν 被用作宾格绝对结构(accusative absolute),表示让步(“尽管他们本可以……”)。与给格 αὐτοῖς 一致的分词 ποιήσασι 指明了该动作的逻辑主语。
  4. §6ἐκδόντος δὲ αὐτὴν τοῦ πατρὸς — 属格绝对结构(genitive absolute)。由于其主语与主句主语(μήτηρ)不同,以“父亲”(τοῦ πατρὸς)作为逻辑主语,表示时间或背景(“当她的父亲把她嫁出去时”)。下文 §7 中的 ἐκδόντων ... τῶν ἀδελφῶν 也是相同的结构。
  5. §9οὐ πάντα γε ἦν ὑπὸ τῆς ἐπιθυμίας κεκρατημένος — 短语 οὐ πάντα 作副词性宾格,表示部分否定(“并非完全”)。其后的 ὥστε 引导表示实际结果的副词从句,后接直陈语气过去时动词 ἠξίωσεν(表示“结果,他甚至不屑于……”)。

引用这一段

狄摩西尼, 控诉波奥图斯二 §1-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg040.humanitext-grc2:1-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。