§29ἔτι δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν μὲν τῶν ἐτῶν χρόνον οὐδεὶς οἶδεν ὑμῶν (ἐγὼ μὲν γὰρ ἐμοὶ πλείονα, οὗτος δʼ ἑαυτῷ φήσει), τὸν δὲ τοῦ δικαίου λόγον ἅπαντες ἐπίστασθε.
此外,雅典的公民们,你们中没有人知道我们实际的年龄(因为我会说我年长,而这人也会说他自己更年长),但你们所有人都懂得正义的原则。
ἔστι δʼ οὗτος τίς;
那么这一原则是什么?
ἀφʼ οὗ παῖδας ἐποιήσατο τούτους ὁ πατήρ, ἀπὸ τούτου καὶ νομίζεσθαι.
那就是,从父亲将他们立为孩子的那一刻起,也应从那一刻起被视为他的孩子。
πρότερον τοίνυν ἔμʼ εἰς τοὺς δημότας ἐνέγραψε Μαντίθεον, πρὶν εἰσαγαγεῖν τοῦτον εἰς τοὺς φράτερας.
因此,父亲在将这人引入胞族之前,已经先将我作为曼提特乌斯登记在区民名簿中。
ὥστʼ οὐ τῷ χρόνῳ μόνον, ἀλλὰ καὶ τῷ δικαίῳ πρεσβεῖον ἔχοιμʼ ἂν ἐγὼ τοὔνομα τοῦτʼ εἰκότως.
所以,不仅在时间上,而且在法理上,我都理所当然地拥有优先享有这个名字的权利。
§30εἶεν.
好吧。
εἰ δέ τίς σʼ ἔροιτο,
εἰπέ μοι, Βοιωτέ, πόθεν νῦν Ἀκαμαντίδος φυλῆς γέγονας καὶ τῶν δήμων Θορίκιος καὶ υἱὸς Μαντίου, καὶ τὸ μέρος τῶν ὑπʼ ἐκείνου καταλειφθέντων ἔχεις;
但如果有人问你:“告诉我,波伊奥托斯,你现在怎么成了阿卡曼提斯部落的人、索里科斯的区民、曼提亚斯的儿子,并分得了他所遗留的财产?
οὐδὲν ἂν ἄλλʼ ἔχοις εἰπεῖν, πλὴν ὅτι κἀμὲ ζῶν ἐποιήσατο Μαντίας.
”你除了说“因为曼提亚斯在世时也将我立为他的孩子”之外,别无他话可说。
τί τεκμήριον, εἴ τίς σʼ ἔροιτο, ἢ μαρτύριόν ἐστί σοι τούτου;
“如果有人问你,你对此有什么证据或证词?
εἰς τοὺς φράτεράς μʼ εἰσήγαγε, φήσειας ἄν.
”你肯定会说:“他把我引入了胞族。
τί οὖν σʼ ἐνέγραψεν ὄνομα, εἴ τις ἔροιτο, Βοιωτὸν ἂν εἴποις·
”“如果有人问,那他登记你的是什么名字?
τοῦτο γὰρ εἰσήχθης.
”你会说:“波伊奥托斯。 ”因为你就是以这个名字被引入的。
§31οὐκοῦν δεινὸν εἰ τῆς μὲν πόλεως καὶ τῶν ὑπʼ ἐκείνου καταλειφθέντων διὰ τοὔνομα τοῦτο μέτεστί σοι, τοῦτο δʼ ἀξιοῖς ἀφεὶς ἕτερον μεταθέσθαι σαυτῷ.
那么,如果你因为这个名字才得以分享国家(公民权)和他留下的财产,却又认为应该抛弃它并为自己换上另一个名字,这岂不是很荒谬吗?
φέρʼ, εἴ σʼ ὁ πατὴρ ἀξιώσειεν ἀναστάς, ἢ μένειν ἐφʼ οὗ σʼ αὐτὸς ἐποιήσατʼ ὀνόματος, ἢ πατέρʼ ἄλλον σαυτοῦ φάσκειν εἶναι, ἆρʼ οὐκ ἂν μέτριʼ ἀξιοῦν δοκοίη;
试想,如果你的父亲起死回生,要求你公断,要么保留他亲自收养你时所用的名字,要么宣称另一个人是你的父亲,难道他看起来不是提出了合情合理的要求吗?
ταὐτὰ τοίνυν ταῦτʼ ἐγώ σʼ ἀξιῶ, ἢ πατρὸς ἄλλου σεαυτὸν παραγράφειν, ἢ τοὔνομʼ ἔχειν ὃ ʼκεῖνος ἔδωκέ σοι.
因此,我也对你提出完全相同的要求:要么将你自己注册在另一个父亲名下,要么保留他赐予你的那个名字。
§32νὴ Δίʼ, ἀλλʼ ὕβρει καὶ ἐπηρείᾳ τινὶ τοῦτʼ ἐτέθη σοι.
没错,你也许会说,这个名字是出于侮辱和某种恶意而起给你的。
ἀλλὰ πολλάκις μέν, ὅτʼ οὐκ ἐποιεῖθʼ ὁ πατὴρ τούτους, ἔλεγον οὗτοι ὡς οὐδὲν χείρους εἰσὶν οἱ τῆς μητρὸς τῆς τούτου συγγενεῖς τῶν τοῦ πατρὸς τοῦ ἐμοῦ.
但在过去,当父亲还不承认他们时,他们经常说这人母亲的亲属绝不亚于我父亲的亲属。
ἔστι δʼ ὁ Βοιωτὸς ἀδελφοῦ τῆς τούτου μητρὸς ὄνομα.
而“波伊奥托斯”正是这人母亲的兄弟的名字。
ἐπειδὴ δʼ εἰσάγειν ὁ πατὴρ τούτους ἠναγκάζετο, ἐμοῦ προεισηγμένου Μαντιθέου, οὕτω τοῦτον εἰσάγει Βοιωτόν, τὸν ἀδελφὸν δʼ αὐτοῦ Πάμφιλον.
当父亲被迫引入他们时,由于我已经先被引入为“曼提特乌斯”,所以他将这人引入为“波伊奥托斯”,而将他的兄弟引入为“潘菲洛斯”。
ἐπεὶ σὺ δεῖξον, ὅστις Ἀθηναίων ταὐτὸν ὄνομα τοῖς αὑτοῦ παισὶν ἔθετο δυοῖν· κἂν δείξῃς, ἐγὼ συγχωρήσω διʼ ἐπήρειάν σοι τοῦτο τοὔνομα θέσθαι τὸν πατέρα.
既然如此,请你指出来,雅典人中有谁曾给自己的两个孩子起过完全相同的名字;如果你能指出来,我就承认父亲给你起这个名字是出于恶意。
§33καίτοι εἴ γε τοιοῦτος ἦσθα, ὥστε ποιήσασθαι μὲν σαυτὸν ἀναγκάσαι, ἐξ ὅτου δʼ ἀρέσεις ἐκείνῳ τρόπου μὴ σκοπεῖν, οὐκ ἦσθʼ οἷον δεῖ τὸν προσήκοντʼ εἶναι περὶ τοὺς γονέας, οὐκ ὢν δʼ οὐκ ἐπηρεάζου δικαίως ἄν, ἀλλʼ ἀπωλώλεις.
然而,如果你是这样一个人:一面强迫他收养你,另一面却从不考虑如何去取悦他,那么你就不是一个对父母尽到本分的人;既然你不是,那么你受到恶意对待就不是不公正的,而是你本就该自取灭亡。
ἢ δεινόν γʼ ἂν εἴη, εἰ κατὰ μὲν τῶν ὑπὸ τοῦ πατρὸς αὐτοῦ νομιζομένων παίδων οἱ περὶ τῶν γονέων ἰσχύσουσιν νόμοι, κατὰ δὲ τῶν αὑτοὺς εἰσβιαζομένων ἄκοντας ποιεῖσθαι ἄκυροι γενήσονται.
否则,如果针对由父亲本人认可的孩子的关于父母的法律行之有效,而针对那些强迫违背父亲意愿收养自己的人的法律却变得无效,那岂不是很荒谬吗?
§34ἀλλʼ, ὦ χαλεπώτατε Βοιωτέ, μάλιστα μὲν ὧν πράττεις πάντων παῦσαι, εἰ δʼ ἄρα μὴ βούλει, ἐκεῖνό γε πρὸς Διὸς πείθου· παῦσαι μὲν σαυτῷ παρέχων πράγματα, παῦσαι δʼ ἐμὲ συκοφαντῶν, ἀγάπα δʼ ὅτι σοι πόλις, οὐσία, πατὴρ γέγονεν.
但是,极其难缠的波伊奥托斯啊,你最好停止你所做的一切事情;如果你实在不乐意,那看在宙斯的份上,至少听我一劝:停止给你自己制造麻烦,停止中伤我,并满足于你已经获得了国家(市民权)、财产和父亲。
οὐδεὶς ἀπελαύνει σʼ ἀπὸ τούτων, οὔκουν ἔγωγε.
没有人要把你从这些东西中赶走,至少我不会。
ἀλλʼ ἂν μέν, ὥσπερ εἶναι φὴς ἀδελφός, καὶ τὰ ἔργʼ ἀδελφοῦ ποιῇς, δόξεις εἶναι συγγενής, ἂν δʼ ἐπιβουλεύῃς, δικάζῃ, φθονῇς, βλασφημῇς, δόξεις εἰς ἀλλότριʼ ἐμπεσὼν ὡς οὐ προσήκουσιν οὕτω χρῆσθαι.
但如果你像你口口声声说的兄弟那样,也做出兄弟该做的事,你就会被认为是亲属;但如果你阴谋策划、提起诉讼、心生嫉妒、大加诽谤,你就会被认为是在侵占他人的东西,并且在不当地使用它。