§22ἐτόλμα τοίνυν πρὸς τῷ διαιτητῇ πρᾶγμʼ ἀναιδέστατον λέγειν, ὡς ὁ πατὴρ αὑτοῦ δεκάτην ἐποίησεν ὥσπερ ἐμοῦ καὶ τοὔνομα τοῦτʼ ἔθετʼ αὐτῷ, καὶ μάρτυράς τινας παρείχετο, οἷς ἐκεῖνος οὐδεπώποτʼ ὤφθη χρώμενος.
此外,这人在仲裁人面前竟然厚颜无耻地声称,父亲曾像为我一样为他举行了出生第十天命名礼,并赐予他这个名字,并且他还出示了一些父亲生前从未交往过的证人。
ἐγὼ δʼ οὐδένʼ ὑμῶν ἀγνοεῖν οἴομαι, ὅτι οὔτʼ ἂν ἐποίησε δεκάτην οὐδεὶς παιδίου μὴ νομίζων αὑτοῦ δικαίως εἶναι, οὔτε ποιήσας καὶ στέρξας, ὡς ἂν υἱόν τις στέρξαι, πάλιν ἔξαρνος ἐτόλμησε γενέσθαι.
但我认为你们中没有人不知道,任何人都绝不会为一个他不认为是自己亲生骨肉的孩子举行第十天命名礼,也绝不会在举行礼仪并像父亲疼爱儿子那样疼爱他之后,又胆敢再次予以否认。
§23οὐδὲ γὰρ εἴ τι τῇ μητρὶ πρὸς ὀργὴν ἦλθεν τῇ τούτων, τούτους ἂν ἐμίσει, νομίζων αὑτοῦ εἶναι· πολὺ γὰρ μᾶλλον εἰώθασιν, ὧν ἂν ἑαυτοῖς διενεχθῶσιν ἀνὴρ καὶ γυνή, διὰ τοὺς παῖδας καταλλάττεσθαι ἢ διʼ ἃν ἀδικηθῶσιν ὑφʼ αὑτῶν, τοὺς κοινοὺς παῖδας πρὸς μισεῖν.
因为,即使父亲对他们的母亲怀有怨恨,只要他认为这些孩子是自己的,他就绝不会憎恨他们;因为夫妻之间一旦发生争执,往往更容易因为孩子而和解,而不是因为彼此所受的伤害连带憎恨共同的孩子。
οὐ τοίνυν ἐκ τούτων ἔστιν ἰδεῖν μόνον ὅτι ψεύσεται, ταῦτʼ ἂν λέγῃ, ἀλλὰ πρὶν ἡμέτερος φάσκειν συγγενὴς εἶναι, εἰς Ἱπποθωντίδʼ ἐφοίτα φυλὴν εἰς παῖδας χορεύσων.
他如果这样说,不仅可以从这些事情中看出他在撒谎,而且在他声称是我们的亲属之前,他曾前往希波索提斯部落参加少年合唱队。
§24καίτοι τίς ἂν ὑμῶν οἴεται τὴν μητέρα πέμψαι τοῦτον εἰς ταύτην τὴν φυλήν, δεινὰ μέν, ὥς φησιν, ὑπὸ τοῦ πατρὸς πεπονθυῖαν, δεκάτην δʼ εἰδυῖαν πεποιηκότʼ ἐκεῖνον καὶ πάλιν ἔξαρνον ὄντα;
然而,你们中有谁会认为,他的母亲会将他送往那个部落呢? 正如她所说,她曾遭受父亲的残酷对待,且明知父亲举行过第十天命名礼后又再次予以否认。
ἐγὼ μὲν οὐδένʼ ἂν οἶμαι.
我绝不认为有人会这样想。
εἰς γὰρ τὴν Ἀκαμαντίδʼ ὁμοίως ἐξῆν σοι φοιτᾶν, καὶ ἐφαίνετʼ ἂν οὖσʼ ἀκόλουθος ἡ φυλὴ τῇ θέσει τοὐνόματος.
因为你同样可以前往阿卡曼提斯部落,而那个部落与名字的赐予也是相符的。
ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, τούτων μάρτυρας ὑμῖν τοὺς συμφοιτῶντας καὶ τοὺς εἰδότας παρέξομαι.
为了证明我所说的是真话,我会向你们提供与他同行的人以及知情者作为证人。
ΜΑΡΤΥΡΕΣ. §25οὕτω τοίνυν φανερῶς παρὰ τὸν τῆς αὑτοῦ μητρὸς ὅρκον καὶ τὴν τοῦ δόντος ἐκείνῃ τὸν ὅρκον εὐήθειαν πατρὸς τετυχηκὼς καὶ ἀνθʼ Ἱπποθωντίδος ἐν Ἀκαμαντίδι φυλῇ γεγονώς, οὐκ ἀγαπᾷ Βοιωτὸς οὑτοσί, ἀλλὰ καὶ δίκας ἐμοὶ δύʼ ἢ τρεῖς εἴληχεν ἀργυρίου πρὸς αἷς καὶ πρότερόν μʼ ἐσυκοφάντει.
[证人]因此,这个波伊奥托斯违背了他母亲的誓言,并利用了允许她起誓的父亲的愚钝,显然得到了父亲(儿子的身份),并得以进入阿卡曼提斯部落而非希波索提斯部落,但他仍不满足,不仅之前对我进行中伤,如今还对我提起了两三起索要钱财的诉讼。
καίτοι πάντας οἶμαι τοῦθʼ ὑμᾶς εἰδέναι, τίς ἦν χρηματιστὴς ὁ πατήρ.
然而,我想你们大家都知道父亲是怎样一个赚钱的人(即他的财务状况如何)。
§26ἐγὼ δʼ ἐάσω ταῦτα.
但我将略过这些。
ἀλλʼ εἰ δίκαιʼ ὀμώμοκεν ἡ μήτηρ ἡ τούτων, ἐπʼ αὐτοφώρῳ συκοφάντην ἐπιδεικνύει τοῦτον ταῖς δίκαις ταύταις.
不过,如果他们的母亲所立的誓言是真实的,那么她通过这些诉讼当场揭穿了他是个中伤者(诬告者)。
εἰ γὰρ οὕτω δαπανηρὸς ἦν, ὥστε γάμῳ γεγαμηκὼς τὴν ἐμὴν μητέρα, ἑτέραν εἶχε γυναῖκα, ἧς ὑμεῖς ἐστέ, καὶ δύʼ οἰκίας ᾤκει, πῶς ἂν ἀργύριον τοιοῦτος ὢν κατέλιπεν;
因为如果他(父亲)如此挥霍,以至于在与我的母亲正式结婚的同时,还占有另一个女人(即你们的母亲),并维持着两个家庭,这样的人怎么可能留下钱财呢?
§27οὐκ ἀγνοῶ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι Βοιωτὸς οὑτοσὶ δίκαιον μὲν οὐδὲν ἕξει λέγειν, ἥξει δʼ ἐπὶ ταῦθʼ ἅπερ ἀεὶ λέγει, ὡς ἐπηρέαζεν ὁ πατὴρ αὐτῷ πειθόμενος ὑπʼ ἐμοῦ, ἀξιοῖ δʼ αὐτὸς ὡς δὴ πρεσβύτερος ὢν τοὔνομʼ ἔχειν τὸ τοῦ πρὸς πατρὸς πάππου.
雅典的公民们,我并非不知道,这个波伊奥托斯说不出任何公正的道理,而是会搬出他一贯的托词,即父亲听信了我的话而虐待他,并声称自己年纪更大,因而有权继承父系祖父的名字。
πρὸς δὴ ταῦτʼ ἀκοῦσαι βέλτιον ὑμᾶς βραχέα.
对于这些话,你们最好听听简短的说明。
ἐγὼ γὰρ οἶδα τοῦτον, ὅτʼ οὔπω συγγενὴς ἦν ἐμοί, ὁρῶν ὥσπερ ἂν ἄλλον τινʼ οὑτωσί, νεώτερον ὄντʼ ἐμοῦ καὶ συχνῷ, ὅσʼ ἐξ ὄψεως, οὐ μὴν ἰσχυρίζομαι τούτῳ (καὶ γὰρ εὔηθες)· §28ἀλλʼ εἴ τις ἔροιτο Βοιωτὸν τουτονί, ὅτʼ ἐν Ἱπποθωντίδι φυλῇ ἠξίους χορεύειν, οὔπω τοῦ πατρὸς εἶναι φάσκων τοῦ ἐμοῦ υἱός, τί σαυτὸν ἔχειν δικαίως ἂν θείης ὄνομα;
因为我知道,在他还不是我的亲属时,我看着他就像看着其他任何人一样,他明显比我年轻得多,至少从外表上看是这样,尽管我不以此为绝对依据(因为那很愚蠢);但如果有人问这个波伊奥托斯:“当你要求在希波索提斯部落跳舞,且尚未声称是我父亲的儿子时,你认为自己有权拥有什么名字?
εἰ γὰρ Μαντίθεον, οὐκ ἂν διὰ τοῦτό γε φαίης ὅτι πρεσβύτερος εἶ ἐμοῦ.
”因为如果你回答是“曼提特乌斯”,你绝不能因为自己比我年长而这样说。
ὃς γὰρ οὐδὲ τῆς φυλῆς τότε σοι προσήκειν ἡγοῦ τῆς ἐμῆς, πῶς ἂν τοῦ γε πάππου τοῦ ἐμοῦ ἠμφεσβήτεις;
因为当时你甚至认为我的部落与你无关,你又怎么能争夺我祖父的名字呢?