§35ἐπεὶ ἔγωγʼ οὐδʼ εἰ τὰ μάλισθʼ ὁ πατὴρ ὄντα σʼ ἑαυτοῦ μὴ ἐποιεῖτʼ ἀδικῶ.
因为即使父亲在你确实是他亲生儿子的情况下,并没有完全把你立为孩子,我也没有做错任何事。
οὐ γὰρ ἐμοὶ προσῆκεν εἰδέναι, τίνες εἰσὶν υἱεῖς ἐκείνου, ἀλλʼ ἐκείνῳ δεῖξαι, τίνʼ ἐμοὶ νομιστέον ἔστʼ ἀδελφόν.
因为知道他的儿子是谁并非我的义务,而是他有义务向我指明我应当把谁视作兄弟。
ὃν μὲν τοίνυν οὐκ ἐποιεῖτό σε χρόνον, οὐδʼ ἐγὼ προσήκονθʼ ἡγούμην, ἐπειδὴ δʼ ἐποιήσατο, κἀγὼ νομίζω.
因此,在他没有把你立为孩子的那段时间里,我也没有把你当作亲属;但既然他后来立了,我也承认你。
τί τούτου σημεῖον;
这有什么证据?
τῶν πατρῴων ἔχεις τὸ μέρος μετὰ τὴν τοῦ πατρὸς τελευτήν· ἱερῶν, ὁσίων μετέχεις· ἀπάγει σʼ οὐδεὶς ἀπὸ τούτων.
在父亲去世后,你分得了父亲的遗产;你参加祭祀和公共事务;没有人把你从这些活动中赶走。
τί βούλει;
你到底还想要什么?
ἂν δὲ φῇ δεινὰ πάσχειν καὶ κλάῃ καὶ ὀδύρηται καὶ κατηγορῇ ἐμοῦ, ἃ μὲν ἂν λέγῃ, μὴ πιστεύετε (οὐ γὰρ δίκαιον μὴ περὶ τούτων ὄντος τοῦ λόγου νυνί), ἐκεῖνο δʼ ὑπολαμβάνετε, ὅτι οὐδὲν ἔστʼ αὐτῷ ἧττον δίκην λαμβάνειν Βοιωτῷ κληθέντι.
如果他声称自己遭受了可怕的待遇,哭泣、哀叹并指责我,请不要相信他所说的话(因为现在讨论的并不是这些事,相信他是不公正的),而要明白这一点:即使被称为波伊奥托斯,也丝毫不会减少他通过法律获得公道的权利。
§36τί οὖν φιλονικεῖς;
那么,你为什么还要如此好斗?
μηδαμῶς· μὴ ἔχʼ οὕτω πρὸς ἡμᾶς ἐθελέχθρως·
千万不要这样;不要对我们抱有如此敌视的态度,因为我绝没有这样对待你。
οὐδὲ γὰρ ἐγὼ πρὸς σέ, ἐπεὶ καὶ νῦν, ἵνα μηδὲ τοῦτο λάθῃ σε, ὑπὲρ σοῦ λέγω μᾶλλον, ἀξιῶν μὴ ταὐτὸν ἔχειν ὄνομʼ ἡμᾶς.
因为即便现在,为了让你不忽视这一点,我主张我们不应该用相同的名字,这反而是多半为了你着想。
εἰ γὰρ μηδὲν ἄλλο, ἀνάγκη τὸν ἀκούσαντʼ ἐρέσθαι πότερος, δύʼ ἂν ὦσιν Μαντίθεοι Μαντίου.
因为退一步讲,如果有两个“曼提亚斯之子曼提特乌斯”,任何听到的人都必定会问是哪一个。
οὐκοῦν, ὃν ἠναγκάσθη ποιήσασθαι, σὲ ἂν λέγῃ, ἐρεῖ.
因此,如果他提到你,他就会说:“那个被迫被收养的人。
τί οὖν ἐπιθυμεῖς τούτων;
”你为什么渴望得到这样的结果?
ἀνάγνωθι δέ μοι λαβὼν δύο ταυτασὶ μαρτυρίας, ὡς ἐμοὶ Μαντίθεον καὶ τούτῳ Βοιωτὸν ὁ πατὴρ ὄνομʼ ἔθετο.
请帮我拿来并宣读这两份证词,证明父亲给我起名叫曼提特乌斯,而给这人起名叫波伊奥托斯。
ΜΑΡΤΥΡΙΑΙ. §37λοιπὸν ἡγοῦμαι τοῦθʼ ὑμῖν ἐπιδεῖξαι, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς οὐ μόνον εὐορκήσετε, ἂν ἁγὼ λέγω ψηφίσησθε, ἀλλὰ καὶ ὡς οὗτος αὑτοῦ κατέγνω Βοιωτόν, ἀλλʼ οὐ Μαντίθεον ὄνομα δικαίως ἂν ἔχειν.
ΜΑΡΤΥΡΙΑΙ. 雅典的公民们,我认为剩下需要向你们证明的是,如果你们投票支持我所说的话,不仅不会违背誓言,而且这人自己也承认了自己理应拥有波伊奥托斯这个名字,而不是曼提特乌斯。
λαχόντος γὰρ ἐμοῦ τὴν δίκην ταύτην Βοιωτῷ Μαντίου Θορικίῳ, ἐξ ἀρχῆς τʼ ἠντεδίκει καὶ ὑπώμνυθʼ ὡς ὢν Βοιωτός, καὶ τὸ τελευταῖον, ἐπεὶ οὐκέτʼ ἐνῆν αὐτῷ διακρούσασθαι, ἐρήμην ἐάσας καταδιαιτῆσαι, σκέψασθε πρὸς θεῶν τί ἐποίησεν·
因为当我向“索里科斯区曼提亚斯之子波伊奥托斯”提起诉讼时,他从一开始就提出抗辩,并以波伊奥托斯的身份宣誓申请延期;最后,当他再也无法推脱时,他听任仲裁人对他作出了缺席判决。
§38ἀντιλαγχάνει μοι τὴν μὴ οὖσαν Βοιωτὸν αὑτὸν προσαγορεύσας.
看在神明的份上,请看看他接下来做了什么:他自称波伊奥托斯,向我提出了撤销缺席判决的申请。
καίτοι ἐξ ἀρχῆς τʼ ἔδει ἐᾶν αὐτὸν τελέσασθαι τὴν δίκην κατὰ Βοιωτοῦ, εἴπερ μηδὲν προσῆκεν αὐτῷ τοὐνόματος, ὕστερόν τε μὴ αὐτὸν φαίνεσθαι ἐπὶ τῷ ὀνόματι τούτῳ ἀντιλαγχάνοντα τὴν μὴ οὖσαν.
然而,如果他跟这个名字毫无关系,他本该在一开始就听任针对波伊奥托斯的判决执行,后来也不应该以这个名字出现并提出撤销缺席判决的申请。
ὃς οὖν αὐτὸς αὑτοῦ κατέγνω δικαίως ἂν εἶναι Βοιωτός, τί ὑμᾶς ἀξιώσει τοὺς ὀμωμοκότας ψηφίζεσθαι;
既然他自己都承认自己理观上是波伊奥托斯,他又怎么能要求发过誓的你们投他的票呢?
ὡς δὲ ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι τὴν ἀντίληξιν καὶ τὸ ἔγκλημα τουτί.
为了证明我说的都是实话,请帮我拿来撤销缺席判决的申请书和这份诉状。
ΑΝΤΙΛΗΞΙΣ. ΕΓΚΛΗΜΑ. §39εἰ μὲν τοίνυν οὗτος ἔχει δεῖξαι νόμον ὃς ποιεῖ κυρίους εἶναι τοὺς παῖδας τοῦ ἑαυτῶν ὀνόματος, ἃ λέγει νῦν οὗτος ὀρθῶς ἂν ψηφίζοισθε.
ΑΝΤΙΛΗΞΙΣ. ΕΓΚΛΗΜΑ. 因此,如果这人能出示一条法律,规定子女有权决定自己的名字,那么你们投票支持他现在所说的话才是正确的。
εἰ δʼ ὁ μὲν νόμος, ὃν πάντες ἐπίστασθʼ ὁμοίως ἐμοί, τοὺς γονέας ποιεῖ κυρίους οὐ μόνον θέσθαι τοὔνομʼ ἐξ ἀρχῆς, ἀλλὰ κἂν πάλιν ἐξαλεῖψαι βούλωνται καὶ ἀποκηρῦξαι, ἐπέδειξα δʼ ἐγὼ τὸν πατέρα, ὃς κύριος ἦν ἐκ τοῦ νόμου, τούτῳ μὲν Βοιωτόν, ἐμοὶ δὲ Μαντίθεον θέμενον, πῶς ὑμῖν ἔστιν ἄλλο τι πλὴν ἁγὼ λέγω ψηφίσασθαι;
但如果像你们和我一样清楚的那条法律规定,父母不仅有权在最初赐予名字,而且在他们愿意时还有权再次将其抹去甚至宣布脱离父子关系,并且我已经证明,根据法律拥有决定权的父亲,给这人起名叫波伊奥托斯,给我起名叫曼提特乌斯,那么除了投票支持我所说的话之外,你们怎么可能做出别的选择呢?
§40ἀλλὰ μὴν ὧν γʼ ἂν μὴ ὦσι νόμοι, γνώμῃ τῇ δικαιοτάτῃ δικάσειν ὀμωμόκατε, ὥστʼ εἰ μηδεὶς ἦν περὶ τούτων κείμενος νόμος, κἂν οὕτω δικαίως πρὸς ἐμοῦ τὴν ψῆφον ἔθεσθε.
此外,对于没有法律规定的事情,你们曾宣誓要根据最公正的判断来进行裁决,因此,即使针对这些事情没有制定任何法律,你们这样投票也同样是公正地站在我这一边。
τίς γάρ ἐστιν ὑμῶν ὅστις ταὐτὸν ὄνομα τοῖς αὑτοῦ παισὶν τέθειται δυοῖν;
因为你们当中有谁曾给自己的两个孩子起过完全相同的名字?
τίς δʼ, ᾧ μήπω παῖδες εἰσί, θήσεται;
又有谁在还没有孩子的时候会准备这样做呢?
§41οὐδεὶς δήπου.
显然没有。
οὐκοῦν ὃ δίκαιον τῇ γνώμῃ τοῖς ὑμετέροις αὐτῶν παισὶν ὑπειλήφατε, τοῦτο καὶ περὶ ἡμῶν εὐσεβὲς γνῶναι.
因此,你们在判断中认为对自己的孩子是公正的事,在对待我们的事情上作为敬虔的职责也应当这样判定。
ὥστε καὶ κατὰ τὴν δικαιοτάτην γνώμην καὶ κατὰ τοὺς νόμους καὶ κατὰ τοὺς ὅρκους καὶ κατὰ τὴν τούτου προσομολογίαν ἐγὼ μὲν μέτριʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δέομαι καὶ δίκαιʼ ἀξιῶ, οὗτος δʼ οὐ μόνον οὐ μέτρια, ἀλλʼ οὐδʼ εἰωθότα γίγνεσθαι.
所以,无论是根据最公正的判断,还是根据法律、誓言,以及这人自己的承认,雅典的公民们,我向你们提出的都是温和且公正的要求,而这人提出的不仅不温和,甚至在以往也从未有过先例。