Humanitext Reader

狄摩西尼 · 控诉瑙西马科斯与克塞诺佩塞斯 §9-16

和解后收回债权之不可能与原告主张的前后矛盾

第 2 段,共 4 段 · 希腊语

内容简介

辩护人论证了原告所声称的和解后收回债权在时间上及事实上(涉及父亲与监护人德马雷托斯)均不可能,并揭示了原告目前的指控内容与其过去提起监护诉讼时的说法完全自相矛盾。

§9ὅτι μὲν οὖν ὧν πρὸ τῶν ἀπαλλαγῶν εἰσέπραξεν χρεῶν ὁ πατὴρ ἢ ὅλως ἔλαβεν χρημάτων ἐκ τῆς ἐπιτροπῆς, οὐδενός εἰσιν δίκαι τούτοις καθʼ ἡμῶν ἀπηλλαγμένοις, ἐξ αὐτῶν τῶν νόμων καὶ τῆς ἀφέσεως ἱκανῶς πάντας ἡγοῦμαι ὑμᾶς μεμαθηκέναι.
因此,对于在和解之前我父亲收回的债权,或者说他从监护职责中收到的任何钱财,既然他们已经给予了免责,他们就无权对我们提起任何诉讼。 我相信,从法律本身和免责事实中,你们所有人对此都已经有了充分的了解。
ὅτι δʼ ὕστερον οὐκ ἔνι τὴν κομιδὴν γεγενῆσθαι τούτων τῶν χρημάτων (τοῦτο γὰρ πλάττουσιν οὗτοι καὶ παράγουσιν), τοῦτο βούλομαι δεῖξαι.
但是,此后这些资金的收回是不可能发生的(因为这是他们捏造并提出的借口),这也是我想要证明的。
§10τὸν μὲν γὰρ πατέρʼ οὐδʼ ἂν αἰτιάσαιντο λαβεῖν (τέτταρσι γὰρ ἢ τρισὶ μησὶν ὕστερον ἢ διελύσατο πρὸς τούτους ἐτελεύτησεν).
因为他们甚至无法指控我的父亲收到了这笔钱(因为他在与他们达成和解后仅三四个月便去世了)。
ὡς δʼ οὐδὲ Δημάρετον τὸν καταλειφθένθʼ ἡμῶν ἐπίτροπον λαβεῖν οἷόν τε (καὶ γὰρ τοῦτον ἔγραψαν εἰς τὸ ἔγκλημα), καὶ τοῦτʼ ἐπιδείξω.
而我们留下的监护人德马雷托斯同样不可能收到这笔钱(因为他们也将此人写进了起诉书中),这一点我也将予以证明。
§11μέγιστοι μὲν οὖν ἡμῖν εἰσιν οὗτοι μάρτυρες (οὐδαμοῦ γὰρ φανήσονται δίκην εἰληχότες ζῶντι τῷ Δημαρέτῳ)· οὐ μὴν ἀλλὰ καὶ τὸ πρᾶγμʼ ἄν τις αὐτὸ σκοπῶν καὶ θεωρῶν ἴδοι οὐ μόνον οὐχὶ λαβόντα, ἀλλʼ οὐδʼ ἐνὸν αὐτῷ λαβεῖν.
因此,他们自己就是我们最大的证人(因为在德马雷托斯在世时,绝找不到他们曾对他提起诉讼的记录);然而,如果有人审视并考察这件事本身,就会发现他不仅没有收到这笔钱,而且他甚至根本不可能收到。
ἦν μὲν γὰρ τὸ χρέως ἐν Βοσπόρῳ, ἀφίκετο δʼ οὐδεπώποτʼ εἰς τὸν τόπον τοῦτον ὁ Δημάρετος· πῶς οὖν εἰσέπραξεν;
因为这笔债务是在博斯普鲁斯,而德马雷托斯从未去过那个地方;那么,他是如何收回债务的呢?
ἔπεμψεν νὴ Δίʼ, εἴποι τις ἄν, τὸν κομιούμενον.
“哎呀,因宙斯之名,”有人可能会说,“他派人去收了。
§12σκοπεῖτε δὴ τοῦθʼ οὑτωσί.
” 请按以下方式考虑这件事。
ὤφειλεν Ἑρμῶναξ στατῆρας ἑκατὸν παρὰ Ναυσικράτους λαβὼν τούτοις.
赫尔莫纳克斯曾因这些人而向纳乌西克拉特斯借了一百斯塔特,因而负有债务。
τούτων Ἀρίσταιχμος ἐπίτροπος καὶ κηδεμὼν ἐγένεθʼ ἑκκαίδεκʼ ἔτη.
阿里斯泰克莫斯担任他们的监护人和保护者长达十六年。
οὐκοῦν ἅ γε τούτων ἀνδρῶν γεγονότων διʼ ἑαυτοῦ διέλυε χρήμαθʼ ὁ Ἑρμῶναξ, οὐκ ἀπέδωκεν ὅτʼ ἦσαν παῖδες· οὐ γὰρ δίς γε ταὐτὰ κατετίθει.
那么,既然赫尔莫纳克斯是在这些人成年后亲自直接结清了这笔钱,他在他们还是儿童时显然没有偿还;因为他绝不会把同一笔钱支付两次。
ἔστιν οὖν οὕτω τις ἀνθρώπων ἄτοπος, ὥσθʼ ἃ τοὺς κυρίους διεκρούσατο μὴ καταθεῖναι τοσοῦτον χρόνον, ταῦτα τῷ μὴ κυρίῳ πέμψαντι γράμμαθʼ ἑκὼν ἀποδοῦναι;
既然如此,世上难道会有如此奇怪的人,在逃避了这么长时间不向拥有合法权力的人偿还之后,仅凭一个没有合法权力的人寄来的一封信,就会自愿向其偿还吗?
ἐγὼ μὲν οὐκ οἶμαι.
我反正不这么认为。
§13ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, καὶ ὁ μὲν πατὴρ ἐτελεύτησεν εὐθέως μετὰ τὰς διαλύσεις, τῷ Δημαρέτῳ δʼ οὐδεπώποθʼ οὗτοι τούτων τῶν χρημάτων δίκην ἔλαχον, οὐδʼ ὅλως ἐξέπλευσεν ἐκεῖνος οὐδʼ ἀπεδήμησεν ἐκεῖσε, λαβὲ τὰς μαρτυρίας.
然而,为了证明我所说属实,即我父亲在和解后立即去世,而且他们从未因这笔钱对德马雷托斯提起诉讼,且德马雷托斯也根本没有航行或动身前往该地,请拿取证词并宣读。
ΜΑΡΤΥΡΙΑΙ.
证词。
§14ὅτι μὲν τοίνυν οὔθʼ ὁ πατὴρ μετὰ τὴν ἄφεσιν τὰ χρήματʼ εἰσέπραξεν, οὔτʼ ἂν ἔδωκεν ἑκὼν οὐδείς, εἴ τινʼ ἔπεμψεν ὁ Δημάρετος, οὔτʼ ἀνέπλευσεν αὐτὸς οὐδʼ ἀφίκετʼ ἐκεῖσε, δῆλον ἐκ τῶν χρόνων καὶ τῶν μαρτυριῶν ὑμῖν γέγονεν.
因而,免责之后,既非我的父亲收回了这笔钱,也非如果德马雷托斯派人去便会有人自愿支付,且德马雷托斯本人也未曾航行或抵达该地,这一切通过时间和证词已经向你们表明得十分清楚了。
βούλομαι τοίνυν καὶ ὅλως ψευδομένους αὐτοὺς ὅλον τὸ πρᾶγμʼ ἐπιδεῖξαι.
因此,我希望能证明他们在整件事上完全是在撒谎。
οὗτοι γὰρ γεγράφασιν εἰς ὃ νῦν ἔγκλημα διώκουσιν, ὀφείλειν ἡμᾶς τὸ ἀργύριον κομισαμένου τοῦ πατρὸς καὶ παραδόντος αὐτοῖς τοῦτο τὸ χρέως ἐν τῷ λόγῳ τῆς ἐπιτροπῆς ὀφειλόμενον.
因为他们在现在所指控的起诉书写道,由于我父亲收回了这笔钱,并在监护账目中将这笔债务作为未结清款项交给了他们,所以我们欠他们这笔钱。
καί μοι λέγʼ αὐτὸ τὸ ἔγκλημα λαβών.
请拿取起诉书本身并宣读。
ΕΓΚΛΗΜΑ.
起诉书。
§15ἀκούετε γεγραμμένον ἐν τῷ ἐγκλήματι παραδόντος ἐμοὶ τοῦ Ἀρισταίχμου τὸ χρέως ἐν τῷ λόγῳ τῆς ἐπιτροπῆς .
你们听到了起诉书上写着:¦“阿里斯泰克莫斯在监护账目中将该债权移交给我。
ὅτε τοίνυν ἐλάγχανον τῷ πατρὶ τῆς ἐπιτροπῆς, τἀναντίʼ ἐγράψαντο τούτων· ὡς γὰρ οὐκ ἀποδόντι λόγον τότʼ ἐγκαλοῦντες φαίνονται.
”¦然而,当他们向我父亲提起监护诉讼时,他们写的却是与此完全相反的内容;因为显然他们当时是指控他没有提供账目。
λέγʼ αὐτὸ τὸ ἔγκλημα, ὃ τότʼ ἔλαχον τῷ πατρί.
请宣读他们当时对我父亲提起的起诉书本身。
ΕΓΚΛΗΜΑ.
起诉书。
§16ἐν ποίῳ δὴ λόγῳ νῦν ἐγκαλεῖθʼ ὡς παρέδωκεν, ὦ Ξενοπείθη καὶ Ναυσίμαχε;
克塞诺佩伊特斯、纳乌西马科斯,你们现在究竟是在哪份账目中指控他移交了债务呢?
τότε μὲν γὰρ ὡς οὐκ ἀποδόντι δίκας ἐλαγχάνετε καὶ χρήματʼ ἐπράττεσθε.
因为当时你们是以他没有提供账目为由提起诉讼并收回钱财的。
εἰ δʼ ἐπʼ ἀμφότερʼ ἔσται συκοφαντεῖν ὑμῖν, καὶ τοτὲ μὲν τοῦ μὴ παραδοῦναι χρήματʼ ἐπράξασθε, τοτὲ δʼ ὡς παραδόντος διώκετε, οὐδὲν κωλύει καὶ τρίτον τι σκοπεῖν μετὰ ταῦτα, ὅτου πάλιν δικάσεσθε.
如果允许你们以这两种相反的方式进行恶意指控,一会因为他“没有移交”而收回钱财,一会又因为他“已经移交”而起诉,那么此后就没有什么能阻止你们寻找第三种理由来再次起诉了。
οἱ νόμοι δʼ οὐ ταῦτα λέγουσιν, ἀλλʼ ἅπαξ περὶ τῶν αὐτῶν πρὸς τὸν αὐτὸν εἶναι τὰς δίκας.
然而法律并不是这样规定的,而是规定“对于同一件事,针对同一当事人,诉讼只能进行一次”。

词汇与语法注释

  1. 9ὧν πρὸ τῶν ἀπαλλαγῶν εἰσέπραξεν χρεῶν — 关系代词吸引(同化)的例子。关系代词 ὧν 被其先行词 χρεῶν 的属格形式吸引(本来应为宾格)。此外,先行词本身也被并入了关系从句之中。
  2. 10ὕστερον ἢ διελύσατο — 比较级副词 ὕστερον 后接连词 ἤ,用作表示时间先后关系的连词短语,意为“在……之后”(相当于英语的 *after* 或拉丁语的 *postquam*)。
  3. 12ἅ γε τούτων ἀνδρῶν γεγονότων διʼ ἑαυτοῦ διέλυε χρήμαθʼ — 短语 'τούτων ἀνδρῶν γεγονότων' 是作时间状语的属格绝对结构(“当他们成年时”)。作为主动词 'διέλυε' 宾语的名词 'χρήμαθʼ' 本是关系代词 'ἅ' 的先行词,但被并入到了关系从句内部。

引用这一段

狄摩西尼, 控诉瑙西马科斯与克塞诺佩塞斯 §9-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg038.humanitext-grc2:9-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。