§1δεδωκότων, ὦ ἄνδρες δικασταί, τῶν νόμων παραγράψασθαι περὶ ὧν ἄν τις ἀφεὶς καὶ ἀπαλλάξας πάλιν δικάζηται, γεγενημένων ἀμφοτέρων τούτων τῷ πατρὶ πρὸς Ναυσίμαχον καὶ Ξενοπείθην τοὺς εἰληχότας ἡμῖν, παρεγραψάμεθα, ὥσπερ ἠκούσατʼ ἀρτίως, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην.
陪审员诸位,由于法律允许对那些曾予以免除责任并达成和解后又重新起诉的事项提出抗辩,且由于这两种情况在我们父亲与起诉我们的纳乌西马科斯及克塞诺佩伊特斯之间均已发生,因此,正如你们刚才所听到的,我们提出了该诉讼不予受理的抗辩。
§2δεήσομαι δὲ καὶ δίκαια καὶ μέτριʼ ὑμῶν ἁπάντων, πρῶτον μὲν εὐνοϊκῶς ἀκοῦσαί μου λέγοντος, εἶτʼ, ἐὰν ἀδικεῖσθαι δοκῶ καὶ μὴ προσήκοντος ἐγκλήματος φεύγειν δίκην, βοηθῆσαί μοι τὰ δίκαια.
我将向你们所有人提出一个既公正又合理的请求:首先,请以善意听取我的陈述;其次,如果我看起来遭受了不公,并且是在针对一个不合宜的指控进行辩护,请给予我公正的援助。
ὃ μὲν γὰρ ὑμεῖς ἐπὶ τῇ δίκῃ τίμημʼ ἀκηκόατε, τριάκοντα μναῖ εἰσιν, ὧν δὲ φεύγομεν χρημάτων, τέτταρα τάλαντα.
因为你们在诉状中所听到的赔偿金额是三十明纳,而我们实际作为被告而面临的诉讼金额则是四塔兰同。
ὄντες γὰρ δύο τέτταρας εἰλήχασι δίκας ἡμῖν, τῶν αὐτῶν χρημάτων πάσας, τρισχιλίων ἑκάστην, βλάβης· καὶ νυνὶ πρὸς τριάκοντα μνῶν ἐπίγραμμα, ὑπὲρ τοσούτων χρημάτων εἰς ἀγῶνα καθέσταμεν.
因为他们两人对我们提起了四项损害赔偿诉讼,全部涉及同一笔财产,每项诉讼请求三千德拉克马;因此现在,面对三十明纳的表面起诉金额,我们实际上是为了如此巨额的资金而在法庭上展开争斗。
§3τὴν μὲν οὖν συκοφαντίαν τὴν τούτων, καὶ μεθʼ ὅσης ἐπιβουλῆς ἐληλύθασιν ἐφʼ ἡμᾶς, ἐξ αὐτῶν τῶν πεπραγμένων εἴσεσθε.
因此,他们的恶意指控以及他们针对我们所进行的阴谋程度,你们将从事实本身中了解。
ἀναγνώσεται δὲ πρῶτον ὑμῖν τὰς μαρτυρίας, ὡς ἀφεῖσαν τὸν πατέρʼ ἡμῶν ὧν ἐνεκάλεσαν εἰς τὴν ἐπιτροπήν· κατὰ γὰρ τοῦτο καὶ παρεγραψάμεθα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην.
首先,书记员将向你们宣读证词,证明他们已经免除了我们父亲关于监护责任所提出的一切指控;因为正是基于这一点,我们才提出了该诉讼不予受理的抗辩。
καί μοι λέγε ταυτασὶ τὰς μαρτυρίας.
请为我宣读这些证词。
ΜΑΡΤΥΡΙΑΙ.
证词。
§4ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ δίκας ἔλαχον τῆς ἐπιτροπῆς καὶ ἀφεῖσαν ταύτας καὶ τὰ συγχωρηθέντα χρήματʼ ἔχουσιν, ἀκούετε τῶν μαρτυριῶν.
陪审员诸位,他们确实提起了关于监护的诉讼,并且免除了这些指控,并拿到了约定的钱财,这已从证词中听到了。
ὅτι δʼ οὐκ ἐῶσιν οἱ νόμοι περὶ τῶν οὕτω πραχθέντων αὖθις δικάζεσθαι, νομίζω μὲν ἅπαντας ὑμᾶς εἰδέναι, κἂν μηδὲν εἴπω περὶ αὐτῶν ἐγώ, βούλομαι δʼ ὅμως καὶ τὸν νόμον ὑμῖν αὐτὸν ἀναγνῶναι.
而法律不允许对如此解决的事项再次起诉,我相信你们所有人都是知道的,即使我自己对此一字不提;尽管如此,我仍然希望向你们宣读法律本身。
λέγε τὸν νόμον.
请宣读法律。
ΝΟΜΟΣ.
法律。
§5ἀκούετʼ, ὦ ἄνδρες δικασταί, τοῦ νόμου σαφῶς λέγοντος ἕκαστα, ὧν μὴ εἶναι δίκας· ὧν ἕν ἐστιν, ὁμοίως τοῖς ἄλλοις κύριον, περὶ ὧν ἄν τις ἀφῇ καὶ ἀπαλλάξῃ, μὴ δικάζεσθαι.
陪审员诸位,你们听到了法律如何清楚地规定了哪些事项不得提起诉讼;其中之一,与其余条款具有同等效力,便是“对于已经予以免除和解的事项,不得提起诉讼”。
οὕτω τοίνυν καὶ μετὰ πολλῶν μαρτύρων τῆς ἀφέσεως γεγονυίας, καὶ φανερῶς ἀπολύοντος ἡμᾶς τοῦ νόμου, εἰς τοῦτʼ ἐληλύθασιν ἀναισχυντίας οὗτοι καὶ τόλμης, §6ὥστε τεττάρων μὲν καὶ δέκʼ ἐτῶν γεγενημένων ἀφʼ οὗ τὸν πατέρʼ ἡμῶν ἀφεῖσαν, εἴκοσι δὲ καὶ δυοῖν ἀφʼ οὗ τυγχάνουσιν ἐγγεγραμμένοι, τετελευτηκότος δὲ καὶ τοῦ πατρὸς τοῦ ἡμετέρου, πρὸς ὃν αὐτοῖς ἐγένονθʼ αἱ διαλλαγαί, καὶ τῶν ἐπιτρόπων, οἳ μετὰ τὸν ἐκείνου θάνατον τῶν ἡμετέρων ἐγένοντο κύριοι, καὶ τῆς ἑαυτῶν μητρός, ἥτις ἅπαντα ταῦτʼ ᾔδει, καὶ διαιτητῶν καὶ μαρτύρων καὶ πάντων ὡς εἰπεῖν, τὴν ἡμετέραν ἀπειρίαν καὶ τὴν ἐξ ἀνάγκης ἄγνοιαν τῶν πεπραγμένων ἕρμαιον νομίσαντες ἑαυτῶν, τὰς δίκας ἡμῖν ἔλαχον ταυτασί, καὶ λόγον οὔτε δίκαιον οὔτʼ ἐπιεικῆ τολμῶσι λέγειν.
既然免责是在这么多证人面前进行的,而且法律如此明确地免除了我们的责任,他们竟然达到了如此无耻和狂妄的地步,以至于,在免除我们父亲责任十四年之后,在他们注册登记为公民二十二年之后,在我们父亲——即与他们达成和解的那个人——已经去世,以及在他死后成为我们财产管理人的监护人们、了解所有这些事实的他们自己的母亲、仲裁员们、证人们,乃至几乎所有人均已去世的情况下,他们竟然将我们的缺乏经验以及对过往事务所产生的必然无知视为自己的意外之财,对我们提起了这些诉讼,并敢于提出既不公正也不合理的论点。
§7φασὶ γὰρ οὐκ ἀποδόσθαι τὰ πατρῷʼ ὧν ἐκομίζοντο χρημάτων, οὐδʼ ἀποστῆναι τῶν ὄντων, ἀλλʼ ὅσʼ αὐτοῖς κατελείφθη χρέα καὶ σκεύη καὶ ὅλως χρήματα, ταῦθʼ ἑαυτῶν γίγνεσθαι.
因为他们声称,他们并没有在他们所收回的资金中让渡父亲的遗产,也没有放弃现存的财产,而是声称凡是留给他们的债权、什器以及一切财产,都归他们自己所有。
ἐγὼ δʼ οἶδʼ ἀκούων ὅτι τὴν οὐσίαν Ξενοπείθης καὶ Ναυσικράτης ἅπασαν χρέα κατέλιπον, καὶ φανερὰν ἐκέκτηντο μικράν τινα· εἰσπραχθέντων δὲ τῶν χρεῶν καί τινων σκευῶν πραθέντων, ἔτι δʼ ἀνδραπόδων, καὶ τὰ χωρία καὶ τὰς συνοικίας ἐπρίανθʼ οἱ ἐπίτροποι, ἃ παρέλαβον οὗτοι.
但我听说并知道,克塞诺佩伊特斯和纳乌西克拉特斯留下的全部财产都是债权形式,拥有的有形财产微乎其微;而当这些债权被收回、一些什器以及奴隶被售出之后,监护人们便购买了这些人在后来所接收的土地和公寓。
§8εἰ μὲν οὖν μηδὲν ἠμφεσβητήθη περὶ τούτων πρότερον, μηδʼ ὡς οὐ καλῶς διῳκημένων εἰς δίκην ἦλθεν, ἄλλος ἂν ἦν λόγος·
因此,如果以前从未对这些事项产生过争议,也没有因为管理不善而诉诸法庭,那将是另外一回事。
ἐπειδὴ δʼ ὅλην τὴν ἐπιτροπὴν ἐγκαλέσαντες οὗτοι καὶ δίκας λαχόντες χρήματʼ ἐπράξαντο, πάντα ταῦτʼ ἀφεῖται τότε.
但既然他们对整个监护职责提出了指控、提起了诉讼并收回了钱财,那么所有这些诉求在当时就都已免除了。
οὔτε γὰρ οὗτοι τοὐνόματος δήπου τοῦ τῆς ἐπιτροπῆς τὰς δίκας ἐδίωκον, ἀλλὰ τῶν χρημάτων, οὔτʼ ἐκεῖνοι τοὔνομα τοῦτʼ ἐωνοῦνθʼ ὧν ἀπέτεισαν χρημάτων, ἀλλὰ τὰ ἐγκλήματα.
因为他们显然不是为了“监护”这个名目而进行诉讼,而是为了钱财;而监护人们也不是用他们所支付的钱财来购买这个名目,而是购买对指控的免除。