Humanitext Reader

狄摩西尼 · 控诉瑙西马科斯与克塞诺佩塞斯 §17-23

诉讼时效法与免责协议的绝对效力

第 3 段,共 4 段 · 希腊语

内容简介

辩护人出示了规定五年起诉期限的法律以揭示诉讼的不公,通过过失杀人罪的先例论证了和解与免责的绝对约束力,并指出过去诉讼中巨额的索赔金额恰恰是原告恶意诬告的证据。

§17ἵνα τοίνυν εἰδῆτʼ, ὦ ἄνδρες δικασταί, ὅτι οὐ μόνον οὐκ ἀδικοῦνται νῦν, ἀλλὰ καὶ παρὰ πάντας ἡμῖν δικάζονται τοὺς νόμους, βούλομαι καὶ τοῦτον ὑμῖν τὸν νόμον εἰπεῖν, ὅστις διαρρήδην λέγει, ἐὰν πέντʼ ἔτη παρέλθῃ καὶ μὴ δικάσωνται, μηκέτʼ εἶναι τοῖς ὀρφανοῖς δίκην περὶ τῶν ἐκ τῆς ἐπιτροπῆς ἐγκλημάτων.
因此,为了让你们知道,裁判官诸公,他们现在不仅没有受到不公对待,而且甚至违反了所有法律来起诉我们,我还想向你们说明这项法律,它明确规定:如果五年过去而他们不提起诉讼,孤儿们便不再拥有关于因监护而产生之控诉的起诉权。
καὶ ὑμῖν ἀναγνώσεται τὸν νόμον.
现在,请为你们宣读该法律。
ΝΟΜΟΣ.
法律。
§18ἀκούετʼ, ὦ ἄνδρες δικασταί, τοῦ νόμου λέγοντος ἄντικρυς, ἐὰν μὴ πέντʼ ἐτῶν δικάσωνται, μηκέτʼ εἶναι δίκην.
裁判官诸公,你们听到了法律明确规定:如果他们不在五年内提起诉讼,便不再有起诉权。
οὐκοῦν ἐλάχομεν, φαῖεν ἄν.
他们可能会说:“可我们提起过诉讼啊。
καὶ διελύσασθέ γε, ὥστʼ οὐκ εἰσὶν αὖθις ὑμῖν δίκαι.
”是的,而且你们已经和解了,所以你们不再有诉讼权。
ἢ δεινόν γʼ ἂν εἴη, εἰ τῶν μὲν ἐξ ἀρχῆς ἀδικημάτων οὐ δίδωσιν ἔξω πέντʼ ἐτῶν τὰς δίκας τοῖς ὀρφανοῖς ὁ νόμος κατὰ τῶν οὐκ ἀφειμένων ἐπιτρόπων, πρὸς δὲ τοὺς ἐξ ἐκείνων ἡμᾶς, περὶ ὧν αὐτοὺς ἀφήκατε, εἰκοστῷ νῦν ἔτει δίκην τελέσαισθʼ ὑμεῖς.
如果对于那些未被免责的监护人,法律尚且不允许孤儿在五年之后就最初的侵权行为提起诉讼,而对于我们这些你们已经给予免责之人的后代,你们却要在第二十年让其承担判决,那实在是一件荒谬的事。
§19ἀκούω τοίνυν αὐτοὺς τὰ μὲν περὶ τῶν πραγμάτων αὐτῶν καὶ τῶν νόμων δίκαια φεύξεσθαι, παρεσκευάσθαι δὲ λέγειν ὡς πολλὰ χρήματʼ αὐτοῖς κατελείφθη καὶ ταῦτʼ ἀπεστερήθησαν, καὶ τεκμηρίῳ χρήσεσθαι τούτου τῷ μεγέθει τῶν δικῶν ἃς ἐξ ἀρχῆς ἔλαχον, καὶ τὴν ὀρφανίαν ὀδυρεῖσθαι, καὶ τὸν τῆς ἐπιτροπῆς λόγον διεξιέναι·
现在我听说,他们将避开关于事实本身和法律的正当辩护,而是准备声称自己被留下了大笔财产却被剥夺了,并以他们最初提起的诉讼规模之大作为其证据,同时悲叹自己的孤儿境遇,详细陈述监护账目。
καὶ ταῦτʼ εἶναι καὶ τοιαῦθʼ οἷς πεπιστεύκασι καὶ διʼ ὧν ὑμᾶς ἐξαπατήσειν οἴονται.
这些以及诸如此类的事情就是他们所信赖的,也是他们企图借此欺骗你们的手段。
§20ἐγὼ δὲ τὸ μὲν τῶν δικῶν μέγεθος τῶν τότε ληχθεισῶν μεῖζον ἡγοῦμαι τεκμήριον ἡμῖν ὡς ἐσυκοφαντεῖθʼ ὁ πατήρ, ἢ τούτοις ὡς πόλλʼ ἀπεστεροῦντο.
而在我看来,当时提起诉讼的巨大规模,对我们而言更是一个证明我父亲遭到恶意诬告的证据,而不是证明他们被剥夺了巨额财产。
ὀγδοήκοντα μὲν γὰρ τάλαντʼ ἔχων ἐξελέγχειν, οὐδὲ εἷς ἂν τρία λαβὼν ἀπηλλάγη· τοσούτων δὲ χρημάτων ἐπιτροπῆς φεύγων, οὐδεὶς ἔστιν ὅστις οὐκ ἂν ἔδωκεν τρία τάλαντα, τὸν κίνδυνον ὠνούμενος καὶ τὰ φύσει τότε τούτοις πλεονεκτήμαθʼ ὑπάρχοντα.
因为,如果有人能够证实对方占有了八十塔兰同,绝没有人会在仅获得三塔兰同后便同意和解;相反,如果有人面临如此巨额财产的监护诉讼指控,没有人会不为了免除危险以及看在当时自然属于他们的优势份上,而付出三塔兰同以求解决。
καὶ γὰρ ὀρφανοὶ καὶ νέοι καὶ ὁποῖοί τινές εἰσιν ἀγνῶτες ἦσαν· ταῦτα δὲ πάντες φασὶν μεγάλων δικαίων ἰσχύειν πλέον παρʼ ὑμῖν.
因为当时他们既是孤儿,又很年轻,且无论他们现在如何,当时并不为人所熟知;而大家都说明,这些因素在你们面前比伟大的法理更具威力。
§21ὅτι τοίνυν οὐδʼ ἀνάσχοισθʼ ἂν αὐτῶν εἰκότως οὐδὲν περὶ τῆς ἐπιτροπῆς, καὶ τοῦτʼ οἴομαι δείξειν.
此外,我认为我还能证明,你们理所当然不应该容忍他们关于监护的任何辩解。
εἰ γὰρ ὡς οἷόν τε μέγιστʼ ἠδικῆσθαι δοίη τις αὐτοῖς καὶ ἐρεῖν ἅπαντʼ ἀληθῆ περὶ τούτων νυνί, ἐκεῖνό γʼ οἶμαι πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, ὅτι πολλὰ συμβέβηκεν ἠδικῆσθαί τισιν ἤδη μείζω τῶν εἰς χρήματα γιγνομένων ἀδικημάτων· καὶ γὰρ ἀκούσιοι φόνοι καὶ ὕβρεις εἰς ἃ μὴ δεῖ καὶ πολλὰ τοιαῦτʼ ἀδικήματα γίγνεται.
因为,即使有人向他们让步,承认他们受到了最大限度的侵害,且他们现在所说的一切皆为属实,但我认为你们所有人都会同意这一点:即许多人已经遭受过比金钱侵害更严重的侵害;因为过失杀人、对不应凌辱之人施加暴行等许多此类侵权行为都曾发生。
ἀλλʼ ὅμως τούτων ἁπάντων ὅρος καὶ λύσις τοῖς παθοῦσιν τέτακται τὸ πεισθέντας ἀφεῖναι.
然而,对于所有这些行为,受害者被设定了界限和解决方式,那就是在被说服后给予免责。
§22καὶ τοῦθʼ οὕτω τὸ δίκαιον ἐν πᾶσιν ἰσχύει, ὥστʼ ἐὰν ἑλών τις ἀκουσίου φόνου καὶ φανερῶς ἐπιδείξας μὴ καθαρόν, μετὰ ταῦτʼ αἰδέσηται καὶ ἀφῇ, οὐκέτʼ ἐκβαλεῖν κύριος τὸν αὐτόν ἐστιν.
而这一法律原则在所有情况下都具有如此威力,以至于如果有人在判定他人犯有过失杀人罪并清楚证明其不洁之后,随后宽恕并免除了其罪责,他就无权再将同一个人驱逐。
εἶθʼ ὑπὲρ μὲν ψυχῆς καὶ τῶν μεγίστων οὕτως ἰσχύει καὶ μένει τὸ ἀφεῖναι, ὑπὲρ δὲ χρημάτων καὶ ἐλαττόνων ἐγκλημάτων ἄκυρον ἔσται;
那么,难道在关乎生命和最重大事项上,免责具有如此效力并保持约束力,而在金钱和较小控诉上,它反而会失效吗?
μηδαμῶς.
绝非如此。
οὐ γὰρ εἰ μὴ τῶν δικαίων ἐγὼ παρʼ ὑμῖν τεύξομαι, τοῦτʼ ἔστι δεινότατον, ἀλλʼ εἰ πρᾶγμα δίκαιον ὡρισμένον ἐκ παντὸς τοῦ χρόνου νῦν καταλυθήσεται.
因为最可怕的并不是我无法在你们这里获得公正,而是自古以来确立的公正原则在如今被废除。
§23οὐκ ἐμίσθωσαν ἡμῶν τὸν οἶκον, ἴσως ἐροῦσιν.
“他们没有出租我们的家产,”他们也许会说。
οὐ γὰρ ἐβούλεθʼ ὁ θεῖος ὑμῶν Ξενοπείθης, ἀλλὰ φήναντος Νικίδου τοὺς δικαστὰς ἔπεισεν ἐᾶσαι αὑτὸν διοικεῖν· καὶ ταῦτʼ ἴσασιν πάντες.
因为你们的叔父克塞诺佩伊特斯并不希望如此,而在尼基达斯提出起诉时,他劝服了法官允许他自己管理;这件事大家都知道。
πολλὰ διήρπασαν ἡμῶν ἐκεῖνοι.
“他们劫掠了我们的许多财产。
οὐκοῦν ἣν ἐπείσθητέ γε, τούτων δίκην παρʼ αὐτῶν ἔχετε, καὶ οὐ δήπουθεν πάλιν δεῖ λαβεῖν ὑμᾶς παρʼ ἐμοῦ.
”然而,既然你们接受了和解,你们已经从他们那里得到了这些事的赔偿,你们当然不应该再次从我这里获得赔偿。

词汇与语法注释

  1. §18δίκην τελέσαισθʼ — 动词 τελέω 中动态的异常用法,亦或可能为手抄本笔误。通常 δίκην τίνω 或 δίκην δίδωμι 表示“承担判决/支付罚金”(被告方的行为),但此处主语是裁判官(ὑμεῖς),因此必须按能动/使役意义理解,意为“你们让其承担判决”或“你们执行审判”,其功能相当于主动意愿法 τελέσαιτε。
  2. §20τὸν κίνδυνον ὠνούμενος — 动词 ὠνέομαι(购买)的分词在此处隐喻性地表示“(通过花钱)规避危险”或“买得安全”。它解释了当被告面临巨额起诉时,为了规避诉讼风险以及应对年轻孤儿原告当时所拥有的天然优势,宁愿支付三塔兰同这一相对较小的和解金额来解决问题的心态。
  3. §21ὅτι τοίνυν οὐδʼ ἀνάσχοισθʼ ἂν αὐτῶν εἰκότως οὐδὲν περὶ τῆς ἐπιτροπῆς, καὶ τοῦτʼ οἴομαι δείξειν. — 此句采用了先导结构(prolepsis),其中 ὅτι 从句提前预示了主句不定式 δείξειν 的内容。此外,连词 καὶ(也)被插入在主句之前,形成了一种强调且略显冗余的逻辑结构:“关于你们不应当容忍……这一点,我也将予以证明”。
  4. §22οὐ γὰρ εἰ μὴ τῶν δικαίων ἐγὼ παρʼ ὑμῖν τεύξομαι, τοῦτʼ ἔστι δεινότατον, ἀλλʼ εἰ πρᾶγμα δίκαιον ὡρισμένον ἐκ παντὸς τοῦ χρόνου νῦν καταλυθήσεται. — 采用了“并非如果……而是如果……”(οὐκ εἰ... ἀλλʼ εἰ...)的关联条件句对比结构。否定词 οὐ 被置于句首以支配整个句子,这是一种修辞上的倒装法(hyperbaton),旨在将论证的重心和分量转移到第二个条件上(即已确立的法律制度遭到破坏这一关乎公共利益的危机)。
  5. §23ἣν ἐπείσθητέ γε — 关系代词 ἣν 指代未明示的先行词(如“和解”或“赔偿额”)。被动语态动词 ἐπείσθητε(你们被说服了,或你们同意了)指的是原告通过双方合意或在法庭主持下达成的和解,“接受了协议解决”的事实。

引用这一段

狄摩西尼, 控诉瑙西马科斯与克塞诺佩塞斯 §17-23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg038.humanitext-grc2:17-23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。