§24ἵνα δὲ μηδʼ οἴησθʼ εἶναί τι ταῦτα, ἔστι μὲν οὐκ ἴσον (πῶς γάρ;
但是,为了不让你们认为这些辩词有什么分量——尽管在与行为人达成和解之后,再去指控那些对此一无所知的人,这本来就是极不公正的(难道不是吗?
) πρὸς τοὺς πράξαντας διαλυσαμένους τῶν οὐκ εἰδότων κατηγορεῖν, ὅμως μέντοι, ὦ Ξενοπείθη καὶ Ναυσίμαχε, εἰ μεγάλʼ ὑμῖν καὶ θαυμάστʼ εἶναι τὰ δίκαια ταῦθʼ ὑπολαμβάνετε, ἀποδόντες τὰ τρία τάλαντα περαίνετε.
)——不过,克塞诺佩伊特斯和纳乌西马科斯啊,如果你们认为这些权利对你们而言是重大而美妙的,那么请退还那三塔兰同,然后继续诉讼吧。
ὧν δὲ τοῦ μὴ κατηγορῆσαι τοσαῦτα χρήματʼ ἐπράξασθε, πρὶν ἂν ταῦτʼ ἀποδῶτε, σιωπᾶν ἐστὲ δίκαιοι, καὶ μὴ κατηγορεῖν καὶ ἔχειν· ἔσχατον γὰρ ἤδη πραγμάτων τοῦτό γε.
既然你们为了不进行指控而索取了如此巨额的资金,在退还这些钱之前,你们理当保持沉默,而不是既要起诉又保留这笔钱;因为这确实是极其无耻的行径了。
§25τάχα τοίνυν ἴσως καὶ τριηραρχίας ἐροῦσι, καὶ τὰ ὄνθʼ ὡς ἀνηλώκασιν εἰς ὑμᾶς.
接着,他们或许还会谈到三段铎船役,以及他们如何为你们耗尽了自己的财产。
ἐγὼ δʼ ὅτι μὲν ψεύσονται, καὶ πόλλʼ ἀπολωλεκότες τῶν ὄντων αὑτοῖς, μικρὰ τῆς πόλεως μετειληφυίας, οὐ δικαίαν οὐδὲ γιγνομένην χάριν ἀξιώσουσι κομίζεσθαι παρʼ ὑμῶν, ἐάσω.
但是,对于他们将会撒谎,并且在自己损失了大量财产而城邦其实获益甚微的情况下,却指望从你们那里获得既不公正也不应得的感激这一点,我将不予提及。
ἀξιῶ δὲ καὶ αὐτός, ὦ ἄνδρες δικασταί, εἶναι τοῖς λῃτουργοῦσιν ὑμῖν ἅπασιν χάριν τινʼ ὑπάρχουσαν παρʼ ὑμῶν.
然而,裁判官诸公,我自己也认为,对于所有为你们履行公益服务的公民,你们理应给予某种感激。
τίσιν δὲ μεγίστην;
那么,对谁应该给予最大的感激呢?
τοῖς ὃ μὲν χρήσιμον τῇ πόλει τοῦ πράγματός ἐστι ποιοῦσιν, ὃ δʼ αἰσχρὸν ἅπαντες ἂν εἶναι φήσαιεν καὶ ὄνειδος, μὴ κατασκευάζουσιν.
是对那些在服务中做对城邦有益的事,而不制造出所有人都会称之为可耻和耻辱的事态的人。
§26οἱ μὲν τοίνυν μετὰ τοῦ λῃτουργεῖν τὰ σφέτερʼ αὐτῶν διεφθαρκότες τὴν βλασφημίαν ἀντὶ τῆς χρείας τῇ πόλει καταλείπουσιν (οὐδεὶς γὰρ αὐτὸς αὑτοῦ κατηγόρησεν πώποτε, ἀλλʼ ὡς ἡ πόλις τὰ ὄντʼ ἀφῄρηται λέγει)· οἱ δʼ ὅσα μὲν προστάττεθʼ ὑμεῖς ποιοῦντες προθύμως, τῇ περὶ τἄλλα δὲ σωφροσύνῃ τὰ ὄντα σῴζοντες, οὐ μόνον κατὰ τοῦτʼ ἐκείνων πλεονεκτοῖεν ἂν εἰκότως, ὅτι καὶ γεγόνασιν χρήσιμοι καὶ ἔσονται, ἀλλʼ ὅτι καὶ χωρὶς ὀνείδους ταῦτα παρʼ αὐτῶν ὑμῖν γίγνεται.
因为有些人一边履行公益,一边败坏自己的家产,留给城邦的不是益处而是恶名(因为没有人会归咎于自己,反而会说城邦夺走了他们的财产);而那些热心履行你们所吩咐的一切,同时在其他事务上克己节制以维护自己财产的人,不仅因为他们过去和将来都是有用的而理当比前者更具优势,而且因为他们给你们提供的这些服务是不带任何耻辱的。
ἡμεῖς μὲν τοίνυν τοιοῦτοι εἰς ὑμᾶς ἅπαντες φανούμεθʼ ὄντες· τούτους δʼ ἐάσω, μή με φῶσιν κακῶς αὑτοὺς λέγειν.
现在,我们一家在对待你们的所有事上都将被证明是这样的人;至于他们,我将不予多说,以免他们声称我在诋毁他们。
§27οὐ τοίνυν θαυμάσαιμʼ ἄν, εἰ καὶ δακρύειν καὶ ἐλεινοὺς ἑαυτοὺς πειρῷντο ποιεῖν.
因此,如果他们企图流泪并让自己显得可怜,我并不会感到惊讶。
ἐγὼ δʼ ἀξιῶ πρὸς ταῦθʼ ὑπολαμβάνειν ἅπαντας ὑμᾶς, ὅτι τῶν αἰσχρῶν ἐστι, μᾶλλον δʼ οὐδὲ δικαίων, τὰ μὲν ὄντα κατεσθίοντας καὶ παροινοῦντας μετʼ Ἀριστοκράτους καὶ Διογνήτου καὶ τοιούτων ἑτέρων αἰσχρῶς καὶ κακῶς ἀνηλωκέναι, τὰ δʼ ἀλλότριʼ ὥστε λαβεῖν, δακρύειν νυνὶ καὶ κλάειν.
但我要求你们所有人针对这种企图记住这一点:一方面挥霍自己的财产,与阿里斯托克拉特斯、迪奥格内托斯以及其他此类人一起纵酒作乐,以可耻和恶劣的方式挥霍殆尽,另一方面为了获取他人的财产而现在流泪哭泣,这是可耻的,或者说甚至是不公正的。
ἐπʼ ἐκείνοις ἐκλάετʼ ἄν, οἷς ἐποιεῖτε, δικαίως.
你们本该为你们过去的所作所为而流泪,那才是正当的。
νῦν δʼ οὐ δεῖ δακρύειν, ἀλλʼ ὡς οὐκ ἀφήκατε δεικνύναι, ἢ ὡς εἰσὶν ὧν ἀφήκατʼ αὖθις ὑμῖν δίκαι, ἢ ὡς εἰκοστῷ λαγχάνειν ἔτει δίκαιόν ἐστι, τοῦ νόμου πέντʼ ἔτη τὴν προθεσμίαν δεδωκότος· ταῦτα γάρ ἐστιν ὑπὲρ ὧν οὗτοι δικάζουσιν.
但现在你们不该流泪,而是应该证明你们没有给予免责,或者证明你们对于已免责的事项仍有权再次起诉,又或者证明在法律规定五年诉讼时效的情况下在第二十年提起诉讼是公正的;因为这些才是他们进行诉讼所争论的焦点。
§28ἐὰν δὲ μὴ δύνωνται ταῦτα δεικνύναι, ὡς οὐ δυνήσονται, ἡμεῖς ὑμῶν ἁπάντων, ὦ ἄνδρες δικασταί, δεόμεθα μὴ ἡμᾶς προέσθαι τούτοις, μηδὲ τετάρτην οὐσίαν ἔτι δοῦναι τρεῖς ἑτέρας κακῶς διῳκηκόσιν, ἣν παρʼ ἑκόντων ἔλαβον τῶν ἐπιτρόπων, ἣν ὑπὲρ τῶν δικῶν εἰσεπράξαντο, ἣν πρῴην ἀφείλοντʼ Αἰσίου δίκην ἑλόντες, ἀλλʼ ἡμᾶς τὰ ἡμέτερα, ὥσπερ ἐστὶν δίκαιον, ἐᾶν ἔχειν· ἃ καὶ ὑμῖν ἐστιν ἐν ὠφελείᾳ μείζονι παρʼ ἡμῖν ὄντʼ ἢ παρὰ τούτοις, καὶ δικαιότερον δήπου τὰ ἡμέτερα ἡμᾶς ἐστιν ἔχειν ἢ τούτους.
但如果他们无法证明这些——他们也确实无法证明——裁判官诸公,我们请求你们所有人不要把我们抛弃给这些人,也不要再把第四份财产交托给已经糟糕地败光了其他三份财产的人。 这三份财产是他们从监护人那里自愿接受的,是通过诉讼追回的,以及他们不久前通过赢得诉讼从埃西奥斯那里夺走的。 相反,请允许我们保留我们自己的财产,正如这是公正的一样;这些财产在我们手中比在他们手中能给你们带来更大的益处,而且无疑,我们拥有自己的财产比他们拥有更符合公正。
οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων.
我不知道还有什么需要多说的了;因为我认为你们对已经说过的话完全理解。
ἐξέρα τὸ ὕδωρ.
倒水。