- 底本
- Demosthenes. Orationes, Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg038.humanitext-grc2:1-8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
被告(語り手)は、原告(ナウシマコスら)がかつて後見に関する一切の請求を免除して和解したにもかかわらず、再び訴訟を起こしたことに対し、訴訟受理の不当性を主張して抗弁を申し立てる。
δεδωκότων, ὦ ἄνδρες δικασταί, τῶν νόμων παραγράψασθαι περὶ ὧν ἄν τις ἀφεὶς καὶ ἀπαλλάξας πάλιν δικάζηται, γεγενημένων ἀμφοτέρων τούτων1 τῷ πατρὶ πρὸς Ναυσίμαχον καὶ Ξενοπείθην τοὺς εἰληχότας ἡμῖν, παρεγραψάμεθα, ὥσπερ ἠκούσατʼ ἀρτίως, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην.
裁判員諸君、法律は、一度免責を与えて和解した事柄について再び訴訟を起こす者に対し、抗弁を申し立てることを認めているため、また、我々を訴えたナウシマコスとクセノペイテスに対して我々の父の側でこれら両方のこと(免責と和解)が行われたため、我々は先ほどお聞きになった通り、この訴訟は受理されるべきではないという抗弁を申し立てました。
δεήσομαι δὲ καὶ δίκαια καὶ μέτριʼ ὑμῶν ἁπάντων, πρῶτον μὲν εὐνοϊκῶς ἀκοῦσαί μου λέγοντος, εἶτʼ, ἐὰν ἀδικεῖσθαι δοκῶ καὶ μὴ προσήκοντος ἐγκλήματος φεύγειν δίκην, βοηθῆσαί μοι τὰ δίκαια. ὃ μὲν γὰρ ὑμεῖς ἐπὶ τῇ δίκῃ τίμημʼ ἀκηκόατε, τριάκοντα μναῖ εἰσιν, ὧν δὲ φεύγομεν χρημάτων,2 τέτταρα τάλαντα. ὄντες γὰρ δύο τέτταρας εἰλήχασι δίκας ἡμῖν, τῶν αὐτῶν χρημάτων πάσας, τρισχιλίων ἑκάστην, βλάβης· καὶ νυνὶ πρὸς τριάκοντα μνῶν ἐπίγραμμα, ὑπὲρ τοσούτων χρημάτων εἰς ἀγῶνα καθέσταμεν.
私は、皆様全員に対し、正当かつ穏当なことを求めます。第一に、私の弁明を好意的に聞いていただくこと、第二に、もし私が不正な扱いを受けており、不当な告発に対して被告として立っていると思われるならば、正義に基づいて私を助けていただくことです。皆様がこの訴訟に関してお聞きになった請求額は30ムナですが、我々が実際に被告として争っている金額は4タラントンに上ります。というのも、彼らは二人でありながら、我々に対して4つの損害賠償訴訟を提起しており、それらはすべて同一の財産を巡るもので、それぞれ3000ドラクマを請求しているからです。こうして現在、我々は30ムナという額面表示に対して、これほど巨額の金銭を巡る法廷闘争に立たされているのです。
τὴν μὲν οὖν συκοφαντίαν τὴν τούτων, καὶ μεθʼ ὅσης ἐπιβουλῆς ἐληλύθασιν ἐφʼ ἡμᾶς, ἐξ αὐτῶν τῶν πεπραγμένων εἴσεσθε. ἀναγνώσεται δὲ πρῶτον ὑμῖν τὰς μαρτυρίας, ὡς ἀφεῖσαν τὸν πατέρʼ ἡμῶν ὧν ἐνεκάλεσαν εἰς τὴν ἐπιτροπήν· κατὰ γὰρ τοῦτο καὶ παρεγραψάμεθα μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην. καί μοι λέγε ταυτασὶ τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.
それゆえ、彼らの悪意ある告発と、いかに大きな陰謀をもって彼らが我々に襲いかかってきたかは、事実そのものからお分かりいただけるでしょう。書記は、彼らが後見に関して不満を唱えていた事柄すべてについて、我々の父を免責したという証言をまず皆様に読み上げます。これに基づき、我々は訴訟が受理不可能であるという抗弁を申し立てたのです。では、これら証言を読み上げてください。 証言。
ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ δίκας ἔλαχον τῆς ἐπιτροπῆς καὶ ἀφεῖσαν ταύτας καὶ τὰ συγχωρηθέντα χρήματʼ ἔχουσιν, ἀκούετε τῶν μαρτυριῶν. ὅτι δʼ οὐκ ἐῶσιν οἱ νόμοι περὶ τῶν οὕτω πραχθέντων αὖθις δικάζεσθαι, νομίζω μὲν ἅπαντας ὑμᾶς εἰδέναι, κἂν μηδὲν εἴπω περὶ αὐτῶν ἐγώ, βούλομαι δʼ ὅμως καὶ τὸν νόμον ὑμῖν αὐτὸν ἀναγνῶναι. λέγε τὸν νόμον. ΝΟΜΟΣ.
裁判員諸君、彼らが後見をめぐって訴えを起こし、これらを取り下げ、合意された金銭を受け取っていることは、証言からお聞きになった通りです。しかし、法律が、このようにして決着した事柄について再び裁判を起こすことを許していないことは、私がそれについて何も言わなくても、皆様全員がご存知であると思いますが、それでもやはり、法律そのものを皆様に読み上げたいと思います。法律を読み上げてください。 法律。
ἀκούετʼ, ὦ ἄνδρες δικασταί, τοῦ νόμου σαφῶς λέγοντος ἕκαστα, ὧν μὴ εἶναι δίκας· ὧν ἕν ἐστιν, ὁμοίως τοῖς ἄλλοις κύριον, περὶ ὧν ἄν τις ἀφῇ καὶ ἀπαλλάξῃ, μὴ δικάζεσθαι. οὕτω τοίνυν καὶ μετὰ πολλῶν μαρτύρων τῆς ἀφέσεως γεγονυίας, καὶ φανερῶς ἀπολύοντος ἡμᾶς τοῦ νόμου, εἰς τοῦτʼ ἐληλύθασιν ἀναισχυντίας οὗτοι καὶ τόλμης, ὥστε τεττάρων μὲν καὶ δέκʼ ἐτῶν γεγενημένων ἀφʼ οὗ τὸν πατέρʼ ἡμῶν ἀφεῖσαν, εἴκοσι δὲ καὶ δυοῖν ἀφʼ οὗ τυγχάνουσιν ἐγγεγραμμένοι,3 τετελευτηκότος δὲ καὶ τοῦ πατρὸς τοῦ ἡμετέρου, πρὸς ὃν αὐτοῖς ἐγένονθʼ αἱ διαλλαγαί, καὶ τῶν ἐπιτρόπων, οἳ μετὰ τὸν ἐκείνου θάνατον τῶν ἡμετέρων ἐγένοντο κύριοι, καὶ τῆς ἑαυτῶν μητρός, ἥτις ἅπαντα ταῦτʼ ᾔδει, καὶ διαιτητῶν καὶ μαρτύρων καὶ πάντων ὡς εἰπεῖν, τὴν ἡμετέραν ἀπειρίαν καὶ τὴν ἐξ ἀνάγκης ἄγνοιαν τῶν πεπραγμένων ἕρμαιον νομίσαντες ἑαυτῶν, τὰς δίκας ἡμῖν ἔλαχον ταυτασί, καὶ λόγον οὔτε δίκαιον οὔτʼ ἐπιεικῆ τολμῶσι λέγειν.
裁判員諸君、いかなる事柄について訴訟を起こしてはならないかを、法律が各項目について明快に述べているのをお聞きになったでしょう。その一つであり、他の条項と同様に効力を持つのは、「一度免除し和解した事柄については、訴訟を起こしてはならない」ということです。それゆえ、このように多くの証人の立ち会いのもとで免責が行われ、法律が我々の責任を明白に免じているにもかかわらず、彼らはこれほどまでに破廉恥で大胆不敵になり、我々の父を免責してから14年が経過し、彼らが成人として登録されてから22年が経過し、彼らとの間で和解が結ばれた相手である我々の父も、彼の死後に我々の財産の管理主体となった後見人たちも、このすべての事情を知っていた彼ら自身の母親も、調停人たちも、証人たちも、言うなればすべての人が亡くなってしまった今、我々の未経験と、なされた事柄についての必然的な無知を、自分たちにとっての棚ぼたと考え、我々に対してこれらの訴訟を提起し、正当でも理にかなってもいない議論を敢えて口にしているのです。
φασὶ γὰρ οὐκ ἀποδόσθαι τὰ πατρῷʼ ὧν ἐκομίζοντο χρημάτων, οὐδʼ ἀποστῆναι τῶν ὄντων, ἀλλʼ ὅσʼ αὐτοῖς κατελείφθη χρέα καὶ σκεύη καὶ ὅλως χρήματα, ταῦθʼ ἑαυτῶν γίγνεσθαι. ἐγὼ δʼ οἶδʼ ἀκούων ὅτι τὴν οὐσίαν Ξενοπείθης καὶ Ναυσικράτης ἅπασαν χρέα κατέλιπον, καὶ φανερὰν ἐκέκτηντο μικράν τινα· εἰσπραχθέντων δὲ τῶν χρεῶν καί τινων σκευῶν πραθέντων, ἔτι δʼ ἀνδραπόδων, καὶ τὰ χωρία καὶ τὰς συνοικίας ἐπρίανθʼ οἱ ἐπίτροποι, ἃ παρέλαβον οὗτοι.
というのも、彼らは、自分たちが回収していた金銭と引き換えに父からの遺産を売り渡したわけでも、現存する財産を放棄したわけでもなく、彼らに残された債権、什器、その他一切の財産は自分たちのものであると主張しているからです。しかし、私は聞いて知っています。クセノペイテスとナウシクラテスがその全財産を債権の形で残し、目に見える財産は極めてわずかしか所有していなかったことを。そして、それらの債権が回収され、いくつかの什器や、さらには奴隷たちが売却された後、後見人たちが土地や貸家を買い取り、それを彼らが受け取ったのです。
εἰ μὲν οὖν μηδὲν ἠμφεσβητήθη περὶ τούτων πρότερον, μηδʼ ὡς οὐ καλῶς διῳκημένων4 εἰς δίκην ἦλθεν, ἄλλος ἂν ἦν λόγος· ἐπειδὴ δʼ ὅλην τὴν ἐπιτροπὴν ἐγκαλέσαντες οὗτοι καὶ δίκας λαχόντες χρήματʼ ἐπράξαντο, πάντα ταῦτʼ ἀφεῖται τότε. οὔτε γὰρ οὗτοι τοὐνόματος δήπου τοῦ τῆς ἐπιτροπῆς τὰς δίκας ἐδίωκον, ἀλλὰ τῶν χρημάτων, οὔτʼ ἐκεῖνοι τοὔνομα τοῦτʼ ἐωνοῦνθʼ ὧν ἀπέτεισαν χρημάτων, ἀλλὰ τὰ ἐγκλήματα.
それゆえ、もしこれらのことについて以前に何の異議も申し立てられず、管理が不適切であったとして裁判沙汰にもなっていなかったならば、話は別だったでしょう。しかし、彼らが後見の職務全体を告発して訴訟を起こし、金銭を回収した以上、これらすべての事柄はその時点で免責されたのです。なぜなら、彼らはまさか「後見」という名目を求めて訴訟を追及したわけではなく、金銭を求めたのであり、他方、後見人たちも、支払った金銭と引き換えに「後見」という名目を買ったのではなく、告発の免除を買った(和解した)からです。
- 1δεδωκότων, ὦ ἄνδρες δικασταί, τῶν νόμων... γεγενημένων ἀμφοτέρων τούτων
これらは共に独立分詞構文(属格絶対)である。前者は「法律が〜を許しているため」、後者は「これらの双方がなされたため」という理由・原因を表す。
- 2ὧν δὲ φεύγομεν χρημάτων
先行詞の逆同化(attractio inversa)。先行詞 χρημάτων は本来は主節の主語または対格となるところ、関係代名詞 ὧν(法廷動詞 φεύγομεν とともに訴追の対象を表す属格)の格に引きずられて属格となり、関係節内に取り込まれている。
- 6ἀφʼ οὗ τυγχάνουσιν ἐγγεγραμμένοι
ἀφʼ οὗ は「〜の時から」を意味する。分詞 ἐγγεγραμμένοι は市民名簿への登録(成年の達成)を指す。τυγχάνω +分詞の構文において、現在完了分詞が用いられることで、「成人して以降、登録された状態が現在も続いている」ことを示している。
- 8ὡς οὐ καλῶς διῳκημένων
主語が省略され、接続詞 ὡς を伴う独立分詞構文(属格絶対)。ὡς は主観的な理由や主張を表し、「(財産が)不適切に管理されたという理由で(として)」という意味になる。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 訳文 1 件
