Humanitext Reader

狄摩西尼 · 控诉潘泰内图斯 §45-52

针对埃乌埃尔戈斯的诉讼骗局与责任追究的矛盾

第 7 段,共 8 段 · 希腊语

内容简介

尼科布洛斯揭露了潘泰内托斯此前如何通过欺骗手段和滥用程序在针对埃乌埃尔戈斯的诉讼中胜诉,并指出当前的诉讼也是基于同样的谎言。他进一步指出起诉主人却指控奴隶行为在法律程序上的矛盾,并揭示了对方企图利用偏见取胜的意图。

§45βούλομαι δʼ ὑμῖν καὶ διʼ ὧν τοὺς πρότερον δικαστὰς ἐξαπατήσας εἷλε τὸν Εὔεργον εἰπεῖν, ἵνʼ εἰδῆθʼ ὅτι καὶ νῦν οὐδὲν οὔτʼ ἀναιδείας οὔτε τοῦ ψεύδεσθαι παραλείψει.
我还要向你们说明,他是如何欺骗先前的陪审员并打赢针对埃乌埃尔戈斯的官司的,以便你们知道他如今也同样不会放过任何厚颜无耻和撒谎的机会。
πρὸς δὲ τούτοις καὶ περὶ ὧν ἐμοὶ δικάζεται νυνί, τὰς αὐτὰς οὔσας ἀπολογίας εὑρήσετε· ὅσπερ ἔλεγχος ἀκριβέστατός ἐστιν ὑπὲρ τοῦ τότʼ ἐκεῖνον σεσυκοφαντῆσθαι.
此外,关于他现在对我提出的指控,你们会发现辩词是完全相同的;这正是埃乌埃尔戈斯当时遭受恶意诬告的最确凿证据。
οὗτος γὰρ ᾐτιάσατʼ ἐκεῖνον πρὸς ἅπασι τοῖς ἄλλοις ἐλθόντʼ εἰς ἀγρὸν ὡς αὑτὸν ἐπὶ τὰς ἐπικλήρους εἰσελθεῖν καὶ τὴν μητέρα τὴν αὑτοῦ, καὶ τοὺς νόμους ἧκεν ἔχων τοὺς τῶν ἐπικλήρων πρὸς τὸ δικαστήριον.
因为这个人除了其他所有指控外,还指控埃乌埃尔戈斯闯入了他的田地,侵犯了他的女继承人们以及他的母亲,并且他带着关于女继承人的法律来到了法庭。
§46καὶ πρὸς μὲν τὸν ἄρχοντα, ὃν τῶν τοιούτων οἱ νόμοι κελεύουσιν ἐπιμελεῖσθαι, καὶ παρʼ ᾧ τῷ μὲν ἠδικηκότι κίνδυνος περὶ τοῦ τί χρὴ παθεῖν ἢ ἀποτεῖσαι, τῷ δʼ ἐπεξιόντι μετʼ οὐδεμιᾶς ζημίας ἡ βοήθεια, οὐδέπω καὶ τήμερον ἐξήτασται, οὐδʼ εἰσήγγειλεν οὔτʼ ἔμʼ οὔτε τὸν Εὔεργον ὡς ἀδικοῦντας, ἐν δὲ τῷ δικαστηρίῳ ταῦτα κατηγόρει καὶ δυοῖν ταλάντοιν εἷλε δίκην.
然而,在法律规定负责监管此类事务的执政官面前——在执政官那里,犯错者要面临遭受何种惩罚或赔偿的危险,而起诉者获得救济却无需承担任何惩罚——直到今天,他从未提起过申诉,也从未以违法为由弹劾过我或埃乌埃尔戈斯;但他却在(矿山)法庭上指控这些事情,并赢得了两塔兰同的诉讼。
§47ἦν γὰρ οἶμαι κατὰ μὲν τοὺς νόμους προειδότα τὴν αἰτίαν, ἐφʼ ᾗ κρίνεται, ῥᾴδιον τἀληθῆ καὶ τὰ δίκαιʼ ἐπιδείξαντʼ ἀποφεύγειν, ἐν δὲ μεταλλικῇ δίκῃ, περὶ ὧν οὐδʼ ἂν ἤλπισεν αὑτοῦ κατηγορηθήσεσθαι, χαλεπὸν παραχρῆμʼ ἔχειν ἀπολύσασθαι τὴν διαβολήν·
因为我想,按照普通法律,在预先知道自己因何受审的情况下,通过展示真理和正义来洗清罪名是容易的;但在矿山诉讼中,对于自己做梦也想不到会被指控的事情,要在当场澄清诽谤是极其困难的。
ἡ δʼ ὀργὴ ἡ παρὰ τῶν ἐξηπατημένων ὑπὸ τούτου δικαστῶν, ἐφʼ ᾧ τὴν ψῆφον εἶχον πράγματι, τούτου κατεψηφίσατο.
而那些被他欺骗的陪审员们的愤怒,就在他们实际进行投票的事项中,判决了埃乌埃尔戈斯有罪。
§48καίτοι τὸν ἐκείνους ἐξηπατηκότα τοὺς δικαστάς, ἆρʼ ὀκνήσειν ὑμᾶς ἐξαπατᾶν οἴεσθε;
然而,你们认为那个欺骗了先前陪审员的人,会犹豫要不要欺骗你们吗?
ἢ πεπιστευκότʼ εἰσιέναι τοῖς πράγμασιν, ἀλλʼ οὐ τοῖς λόγοις καὶ τοῖς συνεστῶσιν μεθʼ αὑτοῦ μάρτυσιν, τῷ τʼ ἀκαθάρτῳ καὶ μιαρῷ Προκλεῖ, τῷ μεγάλῳ τούτῳ, καὶ Στρατοκλεῖ τῷ πιθανωτάτῳ πάντων ἀνθρώπων καὶ πονηροτάτῳ, καὶ τῷ μηδὲν ὑποστελλόμενον μηδʼ αἰσχυνόμενον κλαήσειν καὶ ὀδυρεῖσθαι;
或者你们以为他是凭着事实出庭,而不是凭着他的辩词和与他结伙的证人——比如那个肮脏且不洁的、高大的普罗克莱斯,以及那个所有人中最有说服力也最邪恶的斯特拉托克莱斯,还有他自己那毫无保留、不知羞耻的哭诉与哀怨?
§49καίτοι τοσούτου δεῖς ἐλέου τινὸς ἄξιος εἶναι, ὥστε μισηθείης ἂν δικαιότατʼ ἀνθρώπων ἐξ ὧν πεπραγμάτευσαι· ὅς γʼ ὀφείλων μνᾶς ἑκατὸν καὶ πέντε καὶ οὐχ οἷός τʼ ὢν διαλῦσαι, τοὺς ταῦτα συνευπορήσαντας καὶ γενομένους αἰτίους σοι τοῦ τὰ δίκαια ποιῆσαι τοῖς συμβαλοῦσιν ἐξ ἀρχῆς, χωρὶς ὧν περὶ αὐτὰ τὰ συμβόλαιʼ ἠδίκεις, καὶ πρὸς ἀτιμῶσαι ζητεῖς.
然而,你不仅不值得同情,反而因你的所作所为而理应受到全人类最公正的憎恨;你欠了一百零五米纳却无力偿还,不仅在契约本身上行不义之事,甚至还企图剥夺那些帮助你筹集资金、使你得以向最初的债权人履行正义义务的人的公民权。
καὶ τοὺς μὲν ἄλλους τοὺς δανειζομένους ἴδοι τις ἂν ἐξισταμένους τῶν ὄντων· σοὶ δʼ ὁ συμβεβληκὼς τοῦτο πέπονθεν, καὶ δανείσας τάλαντον δύʼ ὤφληκεν συκοφαντηθείς.
人们可以看到其他借款人通过放弃财产来解决问题;但在你这里,资助你的人却落得如此下场:贷给你一塔兰同,却因你的恶意诬告而被判支付两塔兰同。
§50ἐγὼ δὲ τετταράκοντα μνᾶς δανείσας δυοῖν ταλάντοιν ταυτηνὶ φεύγω δίκην.
而我,贷给你四十米纳,却在这场两塔兰同的诉讼中成为被告。
καὶ ἐφʼ οἷς δανείσασθαι μὲν οὐδεπώποτʼ ἐδυνήθης ἑκατὸν μνῶν πλέον, πέπρακας δὲ καθάπαξ τριῶν ταλάντων καὶ δισχιλίων, εἰς ταῦτα τέτταρʼ ὡς ἔοικεν ἠδίκησαι τάλαντα.
而且,在你从未能借到超过一百米纳的财产上,你却一次性以三塔兰同二千德拉克马的价格将其卖掉,而你似乎在这些财产上遭受了四塔兰同的损失。
ὑπὸ τοῦ ταῦτα;
是谁造成的这些损失?
ὑπὸ τοῦ οἰκέτου νὴ Δία τοῦ ἐμοῦ.
“誓死是我的奴隶。
τίς δʼ ἂν οἰκέτῃ παραχωρήσειε πολίτης τῶν αὑτοῦ;
”但是,哪位公民会将自己的财产让渡给奴隶呢?
ἢ τίς ἂν φήσειεν, ὧν δίκην λαχὼν ᾕρηκεν οὗτος Εὔεργον, τούτων καὶ τὸν ἐμὸν παῖδʼ ὑπεύθυνον εἶναι προσήκειν;
又有谁会说,这个人起诉并击败埃乌埃尔戈斯的那些事项,我的奴隶也应当承担责任呢?
§51χωρὶς δὲ τούτων αὐτὸς αὐτὸν οὗτος ἀφῆκε τῶν τοιούτων αἰτιῶν ἁπασῶν.
除了这些之外,这个人自己已经免除了我所有此类指控。
οὐ γὰρ νῦν ἔδει λέγειν, οὐδʼ εἰς τὴν πρόκλησιν γράφειν ἐν ᾗ βασανίζειν ἐξῄτει, ἀλλὰ λαχόντʼ ἐκείνῳ τὴν δίκην τὸν κύριον διώκειν ἐμέ.
因为他本不该在现在提起这些,也不该写在他要求拷问的挑战书里,而应该针对那个奴隶提起诉讼,并追究作为主人的我。
νῦν δʼ εἴληχεν μὲν ἐμοί, κατηγορεῖ δʼ ἐκείνου.
但现在,他起诉了我,却指控奴隶的行为。
ταῦτα δʼ οὐκ ἐῶσιν οἱ νόμοι· τίς γὰρ πώποτε τῷ δεσπότῃ λαχών, τοῦ δούλου τὰ πράγματα, ὥσπερ κυρίου, κατηγόρησεν;
法律是不允许这样的;因为有谁曾起诉主人,却把奴隶的行为当作主人一样来指控呢?
§52ἐπειδὰν τοίνυν τις αὐτὸν ἔρηται καὶ τί δίκαιον ἕξεις λέγειν πρὸς Νικόβουλον;
因此,当有人问他:“你对尼科布洛斯有什么公正的话可说呢?
μισοῦσι, φησίν, Ἀθηναῖοι τοὺς δανείζοντας· Νικόβουλος δʼ ἐπίφθονός ἐστι, καὶ ταχέως βαδίζει, καὶ μέγα φθέγγεται, καὶ βακτηρίαν φορεῖ· ταῦτα δʼ ἐστὶν ἅπαντα, φησίν, πρὸς ἐμοῦ.
”他便说:“雅典人憎恨放贷者;而尼科布洛斯令人讨厌,走路快,说话声音大,还拄着拐杖;所有这些,”他说,“都对我有利。
καὶ ταῦτʼ οὐκ αἰσχύνεται λέγων, οὐδὲ τοὺς ἀκούοντας οἴεται μανθάνειν ὅτι συκοφαντοῦντός ἐστι λογισμὸς οὗτος, οὐκ ἀδικουμένου.
”他说这些话不仅不感到羞耻,甚至以为听众听不出这完全是一个恶意诬告者的逻辑,而不是一个受害者的逻辑。

词汇与语法注释

  1. §45ἐπικλήρους — 指“女继承人”,即在没有男性继承人的情况下拥有财产继承权的女儿,其权益保护归执政官(Archon)管辖。演说者在此指出,潘泰内托斯不向执政官起诉,反而将该指控带入矿山法庭,这在程序上是极不合理的。
  2. §49τοσούτου δεῖς — 动词 δεῖ 的人称用法(此处为第二人称单数 δεῖς),字面意思是“你距离值得同情还差得远”,构成一种惯用法,表示“你不仅不值得同情,反而……”。
  3. §51λαχόντʼ ἐκείνῳ τὴν δίκην τὸν κύριον διώκειν ἐμέ — 在这一不定式结构中,ἐμέ(我)是不定式 διώκειν(起诉/追究)的宾格主语,而 τὸν κύριον(作为主人)是宾格宾语。分词 λαχόντα(提起诉讼)与主体 ἐμέ 一致,而 ἐκείνῳ(针对奴隶)作关系与格。由于宾格与与格交织,其句法结构需要清晰梳理。
  4. §52πρὸς ἐμοῦ — 介词 πρός 接属格,表示“站在……一边”或“对……有利”。此处指潘泰内托斯算计着,认为针对尼科布洛斯的这些偏见和外貌特征“都对自己有利”。

引用这一段

狄摩西尼, 控诉潘泰内图斯 §45-52. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg037.humanitext-grc2:45-52

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。