§37ἀλλʼ οὐ δίκαιον.
但这是不公正的。
φέρε γάρ, ὅστις ἂν μέταλλον παρὰ τῆς πόλεως πρίηται, τοὺς κοινοὺς παρελθὼν νόμους, καθʼ οὓς καὶ διδόναι καὶ λαμβάνειν πᾶσι προσήκει δίκας, ἐν ταῖς μεταλλικαῖς δικάσεται, ἐὰν δανείσηται παρά του;
因为,请想想,如果有人从国家购买了矿山,却绕过适用于所有人、据此所有人都可以起诉和被诉的共同法律,一旦他向别人借了钱,就在矿山法院提起诉讼吗?
τί δʼ, ἂν κακῶς ἀκούσῃ;
如果他被诽谤了呢?
ἂν πληγὰς λάβῃ;
如果他被打了呢?
ἂν κλοπὴν ἐγκαλῇ;
如果他控告盗窃呢?
ἂν προεισφορὰν μὴ κομίζηται;
如果他无法收回预缴税款呢?
ἂν ὅλως ἄλλο τι;
或者总之其他任何事情呢?
§38ἐγὼ μὲν οὐκ οἴομαι, ἀλλὰ τὰς μεταλλικὰς εἶναι δίκας τοῖς κοινωνοῦσι μετάλλου καὶ τοῖς ἕτερον συντρήσασιν εἰς τὰ τῶν πλησίον καὶ ὅλως τοῖς ἐργαζομένοις τὰ μέταλλα καὶ τῶν ἐν τῷ νόμῳ τι ποιοῦσιν, τῷ δὲ δανείσαντι Πανταινέτῳ, καὶ ταῦτʼ ἀπειληφότι γλίσχρως καὶ μόλις παρὰ τούτου, οὐκ εἶναι δίκην μεταλλικὴν πρὸς φευκτέον, οὐδʼ ἐγγύς.
我个人认为并非如此,而是矿山诉讼属于那些共同拥有矿山的人、那些将通道打通进入邻人领地的人,以及总之开采矿山的人和从事法律规定的行为之一的人;但对于借钱给潘泰内托斯,而且还是费尽周折、好不容易才从他那里收回资金的人来说,根本没有需要防守的矿山诉讼,甚至连边也沾不上。
§39ὡς μὲν οὖν οὔτʼ ἠδίκηκα τοῦτον οὐδὲν οὔτʼ εἰσαγώγιμος ἐκ τῶν νόμων ἐστὶν ἡ δίκη, ταῦτʼ ἄν τις σκοπῶν ῥᾳδίως γνοίη.
因此,我既没有以任何方式伤害这个人,法律上该诉讼也是不可受理的,任何人只要考量这些事情就能轻易明白。
οὐδὲν τοίνυν δίκαιον ἔχων οὐδὲ καθʼ ἓν λέγειν ὑπὲρ ὧν ἐγκαλεῖ, ἀλλὰ καὶ ψευδῆ γεγραφὼς εἰς τὸ ἔγκλημα καὶ περὶ ὧν ἀφῆκε δικαζόμενος, τοῦ ἐξελθόντος μηνός, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπειδὴ ἔμελλον εἰσιέναι τὴν δίκην, ἤδη τῶν δικαστηρίων ἐπικεκληρωμένων, προσελθὼν καὶ περιστήσας τοὺς μεθʼ ἑαυτοῦ, τὸ ἐργαστήριον τῶν συνεστώτων, πρᾶγμα ποιεῖ πάνδεινον·
所以,他对于自己指控的任何一点都说不出任何公正的道理,反而不仅在诉状中写下谎言,还就他已经免除我责任的事情提起诉讼。
§40ἀναγιγνώσκει μοι πρόκλησιν μακράν, ἀξιῶν, ὅν φησιν οἰκέτην ταῦτα συνειδέναι, βασανίζεσθαι, κἂν μὲν ᾖ ταῦτʼ ἀληθῆ, τὴν δίκην ἀτίμητον ὀφλεῖν αὑτῷ, ἐὰν δὲ ψευδῆ, τὸν βασανιστὴν Μνησικλέα ἐπιγνώμονʼ εἶναι τῆς τιμῆς τῆς τοῦ παιδός.
雅典的男子汉们,上个月,当我正要出庭时,在法庭已经分配完毕的情况下,他走上前,用他的同伙,即那个结伙的帮派将我围住,做出了极其恶劣的行为:他向我宣读了一份长长的挑战书,要求他声称了解这些情况的奴隶接受拷问,如果这些是真实的,我就要向他支付无需评估的诉讼赔偿金,但如果是虚假的,则由拷问执行人姆内西克莱斯来评估该奴隶的价值。
λαβὼν δʼ ἐγγυητὰς τούτων παρʼ ἐμοῦ, καὶ σημηναμένου τὴν πρόκλησιν ἐμοῦ, οὐχ ὡς δίκαιον ὄν (ποῦ γάρ ἐστι δίκαιον, §41ἐν οἰκέτου σώματι καὶ ψυχῇ ἢ δύʼ ὠφληκέναι τάλαντα, ἢ μηδὲν τὸν συκοφαντοῦντα ζημιοῦσθαι;
在从我这里拿到了这些条款的担保人,并且我给挑战书盖上印章之后——这并不是因为这是公正的(因为哪里有什么公正,凭一个奴隶的肉体和生命,要么让我被判支付两塔兰同,要么让恶意诬告者不受到任何惩罚呢?
) ἀλλʼ ἐγὼ πολλῷ τῷ δικαίῳ περιεῖναι βουλόμενος συνεχώρουν.
)——但我因为希望凭着充足的正义取胜,所以同意了。
καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρακαταβολάς (οὕτως εὐθὺς ἦν δῆλος οὐδʼ οἷς αὐτὸς ὡρίσατʼ ἐμμένων δικαίοις)· §42ἐπειδὴ δʼ ἥκομεν πρὸς τὸν βασανιστήν, ἀντὶ τοῦ τὴν πρόκλησιν ἀνοίξας δεῖξαι τὰ γεγραμμένα καὶ κατὰ ταῦτα πράττειν ὅ τι δόξαι (διὰ γὰρ τὸν θόρυβον τότε καὶ τὸ μέλλειν καλεῖσθαι τὴν δίκην τοιοῦτον ἦν· προκαλοῦμαί σε ταυτί·
在此之后,他一收回供托金就立刻再次传唤我出庭(他如此迅速地表明,他甚至不遵守自己所确定的公正条款);当我们来到拷问执行人面前时,他没有打开挑战书展示写下的内容,并按照这些内容履行已决定的事情(因为由于当时混乱且诉讼即将被传唤,情况是这样的:‘我对你提出这个挑战。
δέχομαι·
’‘我接受。
φέρε δὴ τὸν δακτύλιον·
’‘拿印章来。
λαβέ·
’‘给你。
τίς δʼ ἐγγυητής;
’‘担保人是谁?
οὑτοσί·
’‘是这个人。
οὐδὲν οὔτʼ ἀντίγραφον οὔτʼ ἄλλʼ οὐδὲν ἐποιησάμην τοιοῦτον) ἀντὶ δὲ τοῦ ταῦθʼ οὕτως ὥσπερ λέγω πράττειν ἑτέραν ἧκεν ἔχων πρόκλησιν, ἀξιῶν αὐτὸς βασανίζειν τὸν ἄνθρωπον, καὶ ἐπιλαβόμενος εἷλκεν, καὶ ἐνέλειπεν οὐδὲν ἀσελγείας.
’我既没有做副本,也没有做任何其他类似的事情),他没有像我所说的那样行事,反而带着另一份挑战书前来,要求由他自己来拷问那个人,并抓住他拖拽,行径之放肆无以复加。
§43καὶ ἔγωγʼ ἐνεθυμήθην, ὦ ἄνδρες δικασταί, ἡλίκον ἐστὶ πλεονέκτημα τὸ καταπεπλάσθαι τὸν βίον.
陪审员们,我因此想到,虚饰自己的生活是多么巨大的优势。
ἐγὼ γὰρ ἐμαυτῷ ταῦτα πάσχειν ἐδόκουν καταφρονούμενος τῷ ἁπλῶς καὶ ὡς πέφυκα ζῆν, καὶ δίκην διδόναι παμμεγέθη ταῦτʼ ἀνεχόμενος.
因为我觉得自己遭受这些,是因为我过着简单、顺应天性的生活而被人瞧不起,而在忍受这些的过程中,我付出了极大的代价。
ὅτι δʼ οὖν ἠναγκαζόμην, παρʼ ἃ ἡγούμην δίκαιʼ εἶναι, ἀντιπροκαλεῖσθαι, καὶ τὸν οἰκέτην παρεδίδουν, καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, λέγε τὴν πρόκλησιν.
但无论如何,因为我被迫违背自己认为公正的原则而提出反挑战,并且我提出交出奴隶,为了证明我所说的是真话,请读挑战书。
ΠΡΟΚΛΗΣΙΣ.
挑战书。
§44φυγὼν μὲν τοίνυν ταῦτα, φυγὼν δʼ ἃ τὸ πρῶτον αὐτὸς προὐκαλέσατο, ἔγωγʼ, ὅ τι ποτʼ ἐρεῖ πρὸς ὑμᾶς, θαυμάζω.
因此,他既逃避了这些条件,又逃避了他自己最初提出的挑战,我真不知道他到底要对你们说什么。
ἵνα δʼ εἰδῆθʼ ὑφʼ οὗ φησὶ καὶ τὰ δεινὰ πεπονθέναι, θεάσασθε.
但是,为了让你们知道他声称自己也是被谁伤害并遭受那些可怕事情的,请看。
οὗτός ἐστιν ὁ Πανταίνετον ἐκβαλών, οὗτός ἐσθʼ ὁ κρείττων τῶν φίλων τῶν Πανταινέτου καὶ τῶν νόμων.
这就是把潘泰内托斯逐出去的人,这就是比潘泰内托斯的朋友们以及法律还要强大的人。
οὐ γὰρ ἔγωγʼ ἐπεδήμουν, οὐδʼ αὐτὸς ἐγκαλεῖ.
因为我当时甚至不在国内,他自己也没有以此指控我。