Humanitext Reader

狄摩西尼 · 控诉潘泰内图斯 §53-60

尼科布洛斯的人格辩护与先前免责的效力

第 8 段,共 8 段 · 希腊语

内容简介

尼科布洛斯解释说自己并非恶毒的放贷者,并为自己粗鲁的步态和态度辩护,同时强调了原告此前已给予他的免责与和解具有绝对的法律效力。

§53ἐγὼ δʼ ἀδικεῖν μὲν οὐδένα τῶν δανειζόντων οἴομαι, μισεῖσθαι μέντοι τινὰς ἂν εἰκότως ὑφʼ ὑμῶν, οἳ τέχνην τὸ πρᾶγμα πεποιημένοι μήτε συγγνώμης μήτʼ ἄλλου μηδενός εἰσιν ἀλλʼ ἢ τοῦ πλείονος.
我认为放贷者中并没有任何人是在行不义之事,然而,那些把放贷当作一门行当、除了获取更多利益之外既不考虑宽容也不考虑其他任何事物的人,理所当然会受到你们的憎恨。
διὰ γὰρ τὸ καὶ δεδανεῖσθαι πολλάκις, μὴ μόνον αὐτὸς τούτῳ δανεῖσαι, οὐδʼ ἐγὼ τούτους ἀγνοῶ, οὐδὲ φιλῶ, οὐ μέντοι γʼ ἀποστερῶ μὰ Δία, οὐδὲ συκοφαντῶ.
因为我自己也经常借债,而不仅仅是借钱给这个人,所以我对这些人非但不陌生,也谈不上喜欢;但指天发誓,我绝不剥夺他们的财产,也绝不恶意诬告他们。
§54ὅστις δʼ εἴργασται μὲν ὥσπερ ἐγὼ πλέων καὶ κινδυνεύων, εὐπορήσας δὲ μικρῶν ἐδάνεισεν ταῦτα, καὶ χαρίσασθαι βουλόμενος καὶ μὴ λαθεῖν διαρρυὲν αὑτὸν τἀργύριον, τί τις ἂν τοῦτον εἰς ἐκείνους τιθείη;
然而,对于像我这样通过航海和冒风险工作,并在获得微薄余力后将这些资金借出的人,他既希望能施予恩惠,又希望自己的资金不会在不知不觉中流失,为什么有人要把这样的人归入那类人的行列呢?
εἰ μὴ τοῦτο λέγεις, ὡς ὃς ἂν σοὶ δανείσῃ, τοῦτον δημοσίᾳ μισεῖσθαι προσήκει.
除非你想说的是:凡是借钱给你的人,都理应受到公众的憎恨。
λέγε δή μοι τὰς μαρτυρίας, τίς ἐγὼ πρὸς τοὺς συμβάλλοντας ἄνθρωπος καὶ πρὸς τοὺς δεομένους εἰμί.
请给我宣读证言,看看我对于那些与我交易的人以及有需要的人来说,是一个怎样的人。
ΜΑΡΤΥΡΙΑΙ.
证言。
§55τοιοῦτος, ὦ Πανταίνετε, ἐγώ, ὁ ταχὺ βαδίζων, καὶ τοιοῦτος σύ, ὁ ἀτρέμας.
潘泰内托斯啊,走路快的我就是这样的人,而举止文雅的你则是那样的人。
ἀλλὰ μὴν περὶ τοῦ ἐμοῦ γε βαδίσματος ἢ τῆς διαλέκτου, τἀληθῆ πάντʼ ἐρῶ πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, μετὰ παρρησίας.
然而,关于我的步态或说话方式,诸位陪审员,我将毫无保留地向你们说明全部实情。
ἐγὼ γὰρ οὐχὶ λέγηθʼ ἐμαυτόν, οὐδʼ ἀγνοῶ, οὐ τῶν εὖ πεφυκότων κατὰ ταῦτʼ ὢν ἀνθρώπων, οὐδὲ τῶν λυσιτελούντως ἑαυτοῖς.
因为我并非看不清自己,也并非不知道:在这些方面,我既不属于天赋优异的人,也不属于能以对自己有利的方式行事的人。
εἰ γὰρ ἐν οἷς μηδὲν ὠφελοῦμαι ποιῶν, λυπῶ τινάς, πῶς οὐκ ἀτυχῶ κατὰ τοῦτο τὸ μέρος;
因为如果我在做一些对自己毫无益处的事情时却招致了他人的反感,那么在这一方面我怎能不算是一个不幸的人呢?
§56ἀλλὰ τί χρὴ παθεῖν;
但这又能怎么办呢?
ἂν τῷ δεῖνι δανείσω, διὰ ταῦτα δίκην προσοφλεῖν;
如果我把钱借给某人,难道就必须因此遭受惩罚吗?
μηδαμῶς.
绝非如此。
κακίαν γὰρ ἐμοὶ καὶ πονηρίαν οὔθʼ οὗτος προσοῦσαν οὐδεμίαν δείξει, οὔθʼ ὑμῶν τοσούτων ὄντων οὐδὲ εἷς σύνοιδεν.
因为这个人既无法指出我身上有任何恶行或邪恶,在座的诸位如此之多,也没有任何一个人知道我有这样的问题。
τἄλλα δὲ ταῦθʼ ἕκαστος ἡμῶν, ὅπως ἔτυχεν, πέφυκεν οἶμαι.
我想,在其他这些方面,我们每个人不过是恰好天生如此罢了。
καὶ φύσει μάχεσθαι μὲν ἔχοντʼ οὐκ εὔπορόν ἐστιν (οὐ γὰρ ἂν ἀλλήλων διεφέρομεν οὐδέν), γνῶναι δʼ ἰδόνθʼ ἕτερον καὶ ἐπιπλῆξαι ῥᾴδιον.
要与自己身上固有的本性对抗并不容易(否则我们之间就不会有任何区别了),但一看到别人就察觉出来并加以指责,却是轻而易举的。
§57ἀλλὰ τί τούτων ἐμοὶ πρὸς σέ, Πανταίνετε;
但是,潘泰内托斯啊,这些事情与你我之间有什么关系呢?
πολλὰ καὶ δεινὰ πέπονθας;
你遭受了许多悲惨的待遇吗?
οὐκοῦν εἴληφας δίκην.
那么你已经得到了公正的判决。
οὐ παρʼ ἐμοῦ γε;
但绝不是从我这里得到的吧?
οὐδὲ γὰρ ἠδικήθης οὐδὲν ὑπʼ ἐμοῦ.
因为你没有受到我任何伤害。
οὐ γὰρ ἄν ποτʼ ἀφῆκας, οὐδʼ, ὅτʼ Εὐέργῳ προῃροῦ λαγχάνειν, εἴασας ἐμέ, οὐδὲ πρατῆρʼ ἠξίωσας ὑποστῆναι τόν γε δεινά σε καὶ πόλλʼ εἰργασμένον.
如果真是这样,你绝不可能放过我,在你选择起诉埃乌埃尔戈斯的时候,也不会放任我不管,更不会同意让我这个给你造成了无数痛苦折磨的人来充当交易的担保人。
εἶτα καὶ πῶς ἂν ὁ μὴ παρὼν μηδʼ ἐπιδημῶν ἐγώ τί σʼ ἠδίκησα;
况且,当时既不在场也不在国内的我,又怎么可能对你做出不义之事呢?
§58εἰ τοίνυν ὡς οἷόν τε μέγιστʼ ἠδικῆσθαι δοίη τις αὐτῷ καὶ ἐρεῖν ἅπαντʼ ἀληθῆ περὶ τούτων νυνί, ἐκεῖνό γʼ οἶμαι πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, ὅτι πολλὰ συμβέβηκεν ἠδικῆσθαί τισιν ἤδη μείζω τῶν εἰς χρήματα γιγνομένων ἀδικημάτων·
那么,即便有人向他妥协,承认他遭受了最大的不公,且他现在关于这些事所说的一切都是真的,我想你们所有人至少会同意这一点:已经有很多情况下,人们遭受的伤害要比涉及金钱的侵权行为更为严重。
καὶ γὰρ ἀκούσιοι φόνοι καὶ ὕβρεις εἰς ἃ μὴ δεῖ καὶ πόλλʼ ἄλλα τοιαῦτα γίγνεται.
因为过失杀人、对神圣事物的亵渎以及许多其他此类事情都在发生。
ἀλλʼ ὅμως ἁπάντων τούτων ὅρος καὶ λύσις τοῖς παθοῦσι τέτακται τὸ πεισθέντας ἀφεῖναι.
然而,对于所有这些情况,法律为受害者规定的界限和解决办法,就是让他们在接受和解后予以免责。
§59καὶ τοῦθʼ οὕτω τὸ δίκαιον ἐν πᾶσιν ἰσχύει, ὥστʼ ἐὰν ἑλών τις ἀκουσίου φόνου καὶ σαφῶς ἐπιδείξας μὴ καθαρόν, μετὰ ταῦτʼ αἰδέσηται καὶ ἀφῇ, οὐκέτʼ ἐκβαλεῖν κύριος τὸν αὐτόν ἐστιν.
而且,这一正义原则在所有情况下都具有极强的效力,以至于如果有人在过失杀人案中胜诉,并清楚地证明了对方是不洁的,但此后若与对方和解并予以免责,他便不再有权驱逐那个人。
οὐδέ γʼ, ἂν ὁ παθὼν αὐτὸς ἀφῇ τοῦ φόνου, πρὶν τελευτῆσαι, τὸν δράσαντα, οὐδενὶ τῶν λοιπῶν συγγενῶν ἔξεστʼ ἐπεξιέναι, ἀλλʼ οὓς ἐκπίπτειν καὶ φεύγειν, ἂν ἁλίσκωνται, καὶ τεθνάναι προστάττουσιν οἱ νόμοι, τούτους, ἐὰν ἀφεθῶσιν ἅπαξ, ἁπάντων ἐκλύει τῶν δεινῶν τοῦτο τὸ ῥῆμα.
同样,如果受害者本人在临终前免除了加害者的杀人罪责,则其余任何亲属都不得再提起诉讼;相反,那些法律规定一旦被定罪就必须被放逐、流亡甚至处死的人,如果被免责一次,那么这句免责的话就会将他们从所有可怕的惩罚中解脱出来。
§60εἶθʼ ὑπὲρ μὲν ψυχῆς καὶ τῶν μεγίστων οὕτως ἰσχύει καὶ μένει τὸ ἀφεῖναι, ὑπὲρ δὲ χρημάτων καὶ ἐλαττόνων ἐγκλημάτων ἄκυρον ἔσται;
那么,既然对于生命和最重大的事情,免责都具有如此效力并保持有效,难道对于金钱和较轻的控诉,免责反而会失效吗?
μηδαμῶς.
绝非如此。
οὐ γὰρ εἰ μὴ τῶν δικαίων ἐγὼ παρʼ ὑμῖν τεύξομαι, τοῦτʼ ἔστι δεινότατον, ἀλλʼ εἰ πρᾶγμα δίκαιον ὡρισμένον ἐκ παντὸς τοῦ χρόνου νῦν καταλύσετʼ ἐφʼ ἡμῶν.
因为如果我在你们面前无法获得公正的判决,这还不是最可怕的,最可怕的是,自古以来确立的正义原则如今在我们这起案件中被废除。

词汇与语法注释

  1. §53μισεῖσθαι μέντοι τινὰς ἂν — 助词 `ἄν` 与被动不定式 `μισεῖσθαι` 连用,在间接引语中表示虚拟语气未完成过去时或潜在希求法。此处应理解为潜在表述(“有可能会受到憎恨”),暗示了一种假设的前提。
  2. §54μὴ λαθεῖν διαρρυὲν αὑτοῦ τἀργύριον — 不定式 `λαθεῖν`(源自 `λανθάνω`,“不知不觉地做某事”)带有第二不定过去时主动分词 `διαρρυέν`(源自 `διαρρέω`,“流失、消逝”)作为补充分词。表达了“为了不让自己的资金在不知不觉中付诸东流”的目的或意图。
  3. §57πρατῆρʼ ἠξίωσας ὑποστῆναι — 在古代雅典的法律交易中,名词 `πρατήρ`(卖方)指的是在所售财产所有权出现争议时,向买方承担责任的“销售担保人”。不定式 `ὑποστῆναι`(担任、承担)的未表达主语是“我”(尼科布洛斯),指潘泰内托斯曾要求尼科布洛斯担任此交易的销售担保人。
  4. §59ἀλλʼ οὓς ἐκπίπτειν ... τούτους ... τοῦτο τὸ ῥῆμα — 整句的主语是句末的 `τοῦτο τὸ ῥῆμα`(“这句话”,即表示“免责”的词),主要动词是 `ἐκλύει`(解脱、释放,支配宾格)。由关系代词 `οὕς` 引导的长关系从句(“法律规定一旦被定罪就必须被放逐……”)在前,其先行词由指示代词 `τούτους`(宾格)复指,并作为主要动词的直接宾语。

引用这一段

狄摩西尼, 控诉潘泰内图斯 §53-60. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg037.humanitext-grc2:53-60

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。