§47καὶ ὑβρίζεις μὲν σαυτὸν καὶ τοὺς γονέας τεθνεῶτας, προπηλακίζεις δὲ τὴν πόλιν, καὶ ἃ τῆς τουτωνὶ φιλανθρωπίας ἀπολαύσας ηὕρεθʼ ὁ σὸς πατὴρ καὶ μετὰ ταῦτα Φορμίων οὑτοσί, ταῦτʼ ἀντὶ τοῦ κοσμεῖν καὶ περιστέλλειν, ἵνα καὶ τοῖς δοῦσιν ὡς εὐσχημονέστατʼ ἐφαίνετο καὶ τοῖς λαβοῦσιν ὑμῖν, ἄγεις εἰς μέσον, δεικνύεις, ἐλέγχεις, μόνον οὐκ ὀνειδίζεις οἷον ὄντα σʼ ἐποιήσαντʼ Ἀθηναῖον.
而且你侮辱了你自己和已故的双亲,使国家蒙受耻辱;你的父亲以及此后的福尔米翁,因享有这些人的宽宏大量而获得的东西,你不但不去维护和珍视——这本是为了在施予者和接受的你们面前都显得最为体面——反而将它们公之于众、大加炫耀、肆意查探,简直是在责怪他们怎么会把你这样的人接纳为雅典公民。
§48εἶτʼ εἰς τοῦθʼ ἥκεις μανίας (τί γὰρ ἂν ἄλλο τις εἴποι;
随后,你竟然愚蠢到了如此疯狂的地步(否则还能怎么说呢?
) ὥστʼ οὐκ αἰσθάνει ὅτι καὶ νῦν ἡμεῖς μὲν ἀξιοῦντες, ἐπειδήπερ ἀπηλλάγη Φορμίων, μηδὲν ὑπόλογον εἶναι εἴ ποτε τοῦ σοῦ πατρὸς ἐγένετο, ὑπὲρ σοῦ λέγομεν, σὺ δὲ μηδέποτʼ ἐξ ἴσου σοι γενέσθαι τοῦτον ἀξιῶν κατὰ σαυτοῦ λέγεις·
),以至于你没有察觉到,即便在现在,我们因为福尔米翁已经获得解放,便主张他曾属于你父亲这件事不应成为他的污点,从而是在为你说话;而你,却因为要求他永远不能与你平起平坐,反而是在说对自己不利的话。
ἃ γὰρ ἂν σὺ δίκαια σαυτῷ κατὰ τούτου τάξῃς, ταὐτὰ ταῦθʼ ἥξει κατὰ σοῦ παρὰ τῶν τὸν σὸν πατέρʼ ἐξ ἀρχῆς κτησαμένων.
因为你针对他为自己确立的任何权利标准,这些同样的内容也会由最初占有你父亲的人用来针对你。
ἀλλὰ μὴν ὅτι κἀκεῖνος ἦν τινῶν, εἶτʼ ἀπηλλάγη τὸν αὐτὸν τρόπον ὅνπερ οὗτος ἀφʼ ὑμῶν, λαβέ μοι ταυτασὶ τὰς μαρτυρίας, ὡς ἐγένετο Πασίων Ἀρχεστράτου.
不过,为了证明他也曾属于某些人,并且随后以与此人从你们这里获得解放的相同方式获得了自由,请帮我拿来这些证词,说明帕西翁是如何成为阿尔克斯特拉托斯所有的。
ΜΑΡΤΥΡΙΑΙ. §49εἶτα τὸν σῴσαντα μὲν ἐξ ἀρχῆς τὰ πράγματα καὶ πολλὰ χρήσιμον αὑτὸν παρασχόντα τῷ πατρὶ τῷ τούτου, τοσαῦτα δʼ αὐτὸν τοῦτον ἀγάθʼ εἰργασμένον, ὅσʼ ὑμεῖς ἀκηκόατε, τοῦτον οἴεται δεῖν ἑλὼν τηλικαύτην δίκην ἀδίκως ἐκβαλεῖν.
ΜΑΡΤΥΡΙΑΙ. 随后,对于一个从一开始就挽救了家业、对这个人的父亲大有帮助,并且正如你们所听到的那样,为他本人做了这么多善事的人,他竟然认为必须通过一场如此重大的诉讼将他定罪并无理驱逐。
οὐ γὰρ ἄλλο γʼ ἔχοις οὐδὲν ἂν ποιῆσαι.
因为事实上你也没有别的事可做。
εἰς μὲν γὰρ τὰ ὄντʼ εἰ βλέπεις ἀκριβῶς, ταῦθʼ εὑρήσεις ὧν ἔστιν, ἐάν, ὃ μὴ γένοιτο, ἐξαπατηθῶσιν οὗτοι.
如果你仔细审视现有的财产,一旦这些人——但愿不要发生这种事——被蒙蔽,你就会发现这些财产到底属于谁。
§50ὁρᾷ τὸν Ἀριστόλοκον τὸν Καπιδήμου· ποτʼ εἶχεν ἀργόν, εἶτά γε νῦν πολλοῖς γὰρ ἐκεῖνος ὀφείλων αὐτὸν ἐκτήσατο.
他看着卡皮德莫斯的儿子阿里斯托洛科斯;他曾经拥有土地,但如今,由于欠了许多人的债,那个人最终占有了它。
καὶ τὸν Σωσίνομον καὶ τὸν Τιμόδημον καὶ τοὺς ἄλλους τραπεζίτας, οἵ, ἐπειδὴ διαλύειν ἐδέησεν οἷς ὤφειλον, ἐξέστησαν ἅπαντες τῶν ὄντων.
还有索西诺莫斯、蒂莫德莫斯以及其他银行家,当他们必须向债权人还清债务时,全都失去了所有财产。
σὺ δʼ οὐδὲν οἴει δεῖν σκοπεῖν οὐδʼ ὧν ὁ πατὴρ σοῦ πολλῷ βελτίων ὢν καὶ ἄμεινον φρονῶν πρὸς ἅπαντʼ ἐβουλεύσατο.
而你却认为完全不需要考虑这些,也不需要考虑比你优秀得多且更加贤明的父亲在所有事情上做出的周密规划。
§51ὅς, ὦ Ζεῦ καὶ θεοί, τοσούτῳ τοῦτον ἡγεῖτο σοῦ πλείονος ἄξιον εἶναι καὶ σοὶ καὶ ἑαυτῷ καὶ τοῖς ὑμετέροις πράγμασιν ὥστʼ ἀνδρὸς ὄντος σοῦ τοῦτον, οὐ σὲ τῶν ἡμίσεων κατέλιπεν ἐπίτροπον καὶ τὴν γυναῖκʼ ἔδωκεν καὶ ζῶν αὐτὸν ἐτίμα, δικαίως, ὦ ἄνδρες Ἀθηναῖοι·
噢,靠宙斯和众神起誓,他认为这个人比你对你、对他自己以及对你们的家业要有用得多,以至于尽管你已经成年,他却让这个人而不是你担任了一半家产的监护人,并把妻子嫁给他,生前也器重他——这是理所当然的,雅典人啊。
οἱ μὲν γὰρ ἄλλοι τραπεζῖται μίσθωσιν οὐ φέροντες, ἀλλʼ αὐτοὶ ἑαυτοῖς ἐργαζόμενοι, πάντες ἀπώλοντο, οὗτος δὲ μίσθωσιν φέρων δύο τάλαντα καὶ τετταράκοντα μνᾶς ὑμῖν ἔσῳσε τὴν τράπεζαν.
因为其他银行家并不支付租金,而是自己为自己经营,结果全都破产了,而这个人由于支付了两个塔兰同四十米纳的租金,为你们保全了银行。
§52ὧν ἐκεῖνος μὲν χάριν εἶχεν, σὺ δʼ οὐδένα ποιεῖ λόγον, ἀλλʼ ἐναντία τῇ διαθήκῃ καὶ ταῖς ἀπʼ ἐκείνης ἀραῖς, γραφείσαις ὑπὸ τοῦ σοῦ πατρός, ἐλαύνεις συκοφαντεῖς διώκεις.
对这些服务,他(你的父亲)心怀感激,而你却完全不放在眼里,反而违背你父亲所写的遗言以及其中的诅咒,对他进行逼迫、诬告和起诉。
ὦ βέλτιστʼ, εἰ οἷόν τε σὲ τοῦτʼ εἰπεῖν, οὐ παύσει, καὶ γνώσει τοῦθʼ, ὅτι πολλῶν χρημάτων τὸ χρηστὸν εἶναι λυσιτελέστερόν ἐστιν;
最优秀的人啊——如果可以这样称呼你的话——你难道不肯罢手,并明白这一点吗:做个诚实的人比拥有巨额财富更为有益?
σοὶ γοῦν, εἴπερ ἀληθῆ λέγεις, χρήματα μὲν τοσαῦτʼ εἰληφότι πάντʼ ἀπόλωλεν, ὡς φής· εἰ δʼ ἦσθʼ ἐπιεικής, οὐκ ἄν ποτʼ αὔτʼ ἀνήλωσας.
至少对你来说,如果你说的是真话,虽然继承了如此巨额的财产,却如你所说全部流失了;但如果你是个正直的人,你绝不会将其挥挥殆尽。
§53ἀλλʼ ἔγωγε μὰ τὸν Δία καὶ θεοὺς πανταχῇ σκοπῶν οὐδὲν ὁρῶ, διʼ ὅ τι ἂν σοὶ πεισθέντες τουδὶ καταψηφίσαιντο.
但就我而言,靠宙斯和众神起誓,无论我从哪个角度审视,都找不到任何理由能让这些人听信你的话而投票判这个人有罪。
τί γάρ;
这是因为什么呢?
ὅτι πλησίον ὄντων τῶν ἀδικημάτων ἐγκαλεῖς;
是因为你在伤害发生后不久就提出了控诉吗?
ἀλλʼ ἔτεσι καὶ χρόνοις ὕστερον αἰτιᾷ.
不,你是在许多年之后才提出指控。
ἀλλʼ ὅτι τοῦτον ἀπράγμων ἦσθα τὸν χρόνον;
还是因为在这期间你一直过着安分守己的生活?
καὶ τίς οὐκ οἶδεν ὅσα πράγματα πράττων οὐ πέπαυσαι, οὐ μόνον δίκας ἰδίας διώκων οὐκ ἐλάττους ταυτησί, ἀλλὰ δημοσίᾳ συκοφαντῶν καὶ κρίνων τίνας οὔ;
谁不知道你从未停止过插手各种事务——不仅起诉了不亚于本案规模的私人诉讼,而且还充当公共诬告者,把多少人都告上了法庭?
οὐχὶ Τιμομάχου κατηγόρεις;
你难道没有指控过蒂莫马科斯吗?
οὐχὶ Καλλίππου τοῦ νῦν ὄντος ἐν Σικελίᾳ;
难道没有指控过如今在西西里的卡利普斯吗?
οὐ πάλιν Μένωνος;
难道没有再次指控过梅农吗?
οὐκ Αὐτοκλέους;
难道没有指控过奥托克莱斯吗?
οὐ Τιμοθέου;
难道没有指控过蒂莫特奥斯吗?
οὐκ ἄλλων πολλῶν.
还有其他许多人。