§54καίτοι πῶς ἔχει λόγον σέ, Ἀπολλόδωρον ὄντα, πρότερον τῶν κοινῶν, ὧν μέρος ἠδικοῦ, δίκην ἀξιοῦν λαμβάνειν, ἢ τῶν ἰδίων ὧν νῦν ἐγκαλεῖς, ἄλλως τε καὶ τηλικούτων ὄντων, ὡς σὺ φής;
然而,你作为阿波罗多罗斯,对于你自己作为公民一部分而受害的公事,怎么能合理地要求在起诉你现在所控告的私事(尤其是如你所说,如此重大的私事)之前先求得惩罚呢?
τί ποτʼ οὖν ἐκείνων κατηγορῶν τόνδʼ εἴας;
那么,你究竟为什么在指控那些人的时候,却放过了这个人呢?
οὐκ ἠδικοῦ, ἀλλʼ οἶμαι συκοφαντεῖς νῦν.
你并没有受害,但我认为,你现在是在进行诬告。
ἡγοῦμαι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντων μάλιστʼ εἰς τὸ πρᾶγμʼ εἶναι τούτων μάρτυρας παρασχέσθαι· τὸν γὰρ συκοφαντοῦντʼ ἀεὶ τί χρὴ νομίζειν νῦν ποιεῖν.
因此,雅典人啊,我认为向案件提交有关这些事情的证人是最为相关的;因为对于一个总是进行诬告的人,我们应该认为他现在在做什么呢?
§55καὶ νὴ Δίʼ ἔγωγʼ, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω πάνθʼ ὅσα τοῦ τρόπου τοῦ Φορμίωνός ἐστι σημεῖα καὶ τῆς τούτου δικαιοσύνης καὶ φιλανθρωπίας, καὶ ταῦτʼ εἰς τὸ πρᾶγμʼ εἶναι πρὸς ὑμᾶς εἰπεῖν.
靠宙斯发誓,雅典人啊,我也认为,向你们讲述福尔米翁人品的所有证据,以及他的正义和温厚,也是与本案息息相关的。
ὁ μὲν γὰρ περὶ πάντʼ ἄδικος τάχʼ ἄν, εἰ τύχοι, καὶ τοῦτον ἠδίκει· ὁ δὲ μηδένα μηδὲν ἠδικηκώς, πολλοὺς δʼ εὖ πεποιηκὼς ἑκών, ἐκ τίνος εἰκότως ἂν τρόπου τοῦτον μόνον ἠδίκει τῶν πάντων;
因为一个在所有事上都不正义的人,也许碰巧也会伤害这个人;但一个从未伤害过任何人、反而自愿向许多人行善的人,又有什么合理的理由在所有人中唯独伤害这个人呢?
τούτων τοίνυν τῶν μαρτυριῶν ἀκούσαντες γνώσεσθε τὸν ἑκατέρου τρόπον.
那么,请听听这些证词,你们就会了解他们两人的为人。
ΜΑΡΤΥΡΙΑΙ. §56ἴθι δὴ καὶ τὰς κατʼ Ἀπολλοδώρου τῆς πονηρίας.
ΜΑΡΤΥΡΙΑΙ. 来吧,也读读关于阿波罗多罗斯恶行的证词。
ΜΑΡΤΥΡΙΑΙ.
ἆρʼ οὖν ὅμοιος οὑτοσί;
ΜΑΡΤΥΡΙΑΙ. 那么,这个人与他相似吗?
σκοπεῖτε.
请审视。
λέγε.
请读。
ΜΑΡΤΥΡΙΑΙ.
ἀνάγνωθι δὴ καὶ ὅσα δημοσίᾳ χρήσιμος τῇ πόλει γέγονεν οὑτοσί.
ΜΑΡΤΥΡΙΑΙ. 也请读读这个人对城邦在公共方面做出了多少有益的贡献。
ΜΑΡΤΥΡΙΑΙ. §57τοσαῦτα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, Φορμίων χρήσιμος γεγονὼς καὶ τῇ πόλει καὶ πολλοῖς ὑμῶν, καὶ οὐδένʼ οὔτʼ ἰδίᾳ οὔτε δημοσίᾳ κακὸν οὐδὲν εἰργασμένος, οὐδʼ ἀδικῶν Ἀπολλόδωρον τουτονί, δεῖται καὶ ἱκετεύει καὶ ἀξιοῖ σωθῆναι, καὶ ἡμεῖς συνδεόμεθʼ οἱ ἐπιτήδειοι ταῦθʼ ὑμῶν.
ΜΑΡΤΥΡΙΑΙ. 因此,雅典人啊,福尔米翁对城邦和你们中的许多人都如此有益,且无论在私人还是公共方面都没有做过任何坏事,也没有对这里的阿波罗多罗斯做过任何不义的事,他请求、哀求并要求获得救助,我们这些朋友也向你们共同提出这一恳求。
ἐκεῖνο δʼ ὑμᾶς ἀκοῦσαι δεῖ. τοσαῦτα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, χρήμαθʼ ὑμῖν ἀνεγνώσθη προσηυπορηκώς, ὅσʼ οὔθʼ οὗτος οὔτʼ ἄλλος οὐδεὶς κέκτηται.
但有一点你们必须听取:因为,雅典人啊,已经向你们宣读了他所提供的如此巨额的资金,这是此人或任何其他人都未曾拥有的。
πίστις μέντοι Φορμίωνι παρὰ τοῖς εἰδόσι καὶ τοσούτων καὶ πολλῷ πλειόνων χρημάτων, διʼ ἧς καὶ αὐτὸς αὑτῷ καὶ ὑμῖν χρήσιμός ἐστιν.
然而,福尔米翁在了解他的人中间拥有对如此之多、甚至多得多的资金的信誉,正是通过这种信誉,他对自己和你们都是有益的。
§58ἃ μὴ προῆσθε, μηδʼ ἐπιτρέψητʼ ἀνατρέψαι τῷ μιαρῷ τούτῳ ἀνθρώπῳ, μηδὲ ποιήσητʼ αἰσχρὸν παράδειγμα, ὡς τὰ τῶν ἐργαζομένων καὶ μετρίως ἐθελόντων ζῆν τοῖς βδελυροῖς καὶ συκοφάνταις ὑπάρχει παρʼ ὑμῶν λαβεῖν· πολὺ γὰρ χρησιμώτερʼ ὑμῖν παρὰ τῷδʼ ὄνθʼ ὑπάρχει.
请不要丢弃这些,也不要允许这个可恶的人将其毁灭,更不要树立一个耻辱的先例,表明那些辛勤工作、希望安分守己生活的人的财产,可以通过你们的许可被令人作呕的诬告者夺走;因为这些财产在此人手中对你们要有用得多。
ὁρᾶτε γὰρ αὐτοὶ καὶ ἀκούετε τῶν μαρτύρων, οἷον ἑαυτὸν τοῖς δεηθεῖσι παρέχει.
因为你们自己也从证人那里看到并听到,对于那些需要帮助的人,他是如何展现自己的。
§59καὶ τούτων οὐδὲν εἵνεκα τοῦ λυσιτελοῦντος εἰς χρήματα πεποίηκεν, ἀλλὰ φιλανθρωπίᾳ καὶ τρόπου ἐπιεικείᾳ.
他做这些事没有一件是为了金钱利益,而是出于人性温暖和温和的品格。
οὔκουν ἄξιον, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν τοιοῦτον ἄνδρα προέσθαι τούτῳ, οὐδὲ τηνικαῦτʼ ἐλεεῖν ὅτʼ οὐδὲν ἔσται τούτῳ πλέον, ἀλλὰ νῦν ὅτε κύριοι καθέστατε σῷσαι· οὐ γὰρ ἔγωγʼ ὁρῶ καιρὸν ἐν τίνι ἂν μᾶλλον βοηθήσειέ τις αὐτῷ.
因此,雅典人啊,把这样的人抛弃给这个人是不应该的,也不该在对他毫无用处时才去同情他,而应该在你们有权救他的现在去同情他;因为我找不到任何比这更适合帮助他的时机了。
§60τὰ μὲν οὖν πόλλʼ ὧν Ἀπολλόδωρος ἐρεῖ, νομίζετʼ εἶναι λόγον καὶ συκοφαντίας, κελεύετε δʼ αὐτὸν ἐπιδεῖξαι, ἢ ὡς οὐ διέθετο ταῦθʼ ὁ πατήρ, ἢ ὡς ἔστιν τις ἄλλη μίσθωσις πλὴν ἧς ἡμεῖς δείκνυμεν, ἢ ὡς οὐκ ἀφῆκεν αὐτὸν διαλογισάμενος τῶν ἐγκλημάτων ἁπάντων, ἃ ἔγνω θʼ ὁ κηδεστὴς ὁ τούτου καὶ οὗτος αὐτὸς συνεχώρησεν, ἢ ὡς διδόασιν οἱ νόμοι δικάζεσθαι τῶν οὕτω πραχθέντων, ἢ τῶν τοιούτων τι δεικνύναι.
因此,对于阿波罗多罗斯将要说的大部分话,请把它们视为空话和诬告,并要求他证明:要么他父亲没有立下这份遗嘱,要么除了我们所展示的之外还有其他租约,要么他在清算所有指控后没有免除他的责任(这曾由这个人的岳父裁决,且此人自己也表示同意),要么法律允许对这样解决的事情提起诉讼,或者证明类似的事情。
§61ἐὰν δʼ ἀπορῶν αἰτίας καὶ βλασφημίας λέγῃ καὶ κακολογῇ, μὴ προσέχετε τὸν νοῦν, μηδʼ ὑμᾶς ἡ τούτου κραυγὴ καὶ ἀναίδειʼ ἐξαπατήσῃ, ἀλλὰ φυλάττετε καὶ μέμνησθʼ ὅσʼ ἡμῶν ἀκηκόατε.
但如果他因理屈词穷而进行指控和诽谤,并口出恶言,请不要理会,也不要被他的叫嚷和厚颜无耻所蒙骗,而要警惕并记住你们从我们这里听到的一切。
κἂν ταῦτα ποιῆτε, αὐτοί τʼ εὐορκήσετε καὶ τοῦτον δικαίως σώσετε, ἄξιον ὄντα νὴ τὸν Δία καὶ θεοὺς ἅπαντας.
如果你们这样做,你们不仅履行了誓言,而且也公正地救了这个人,靠宙斯和众神起誓,他是配得上得救的。
§62ἀνάγνωθι λαβὼν αὐτοῖς τὸν νόμον καὶ τὰς μαρτυρίας τασδί.
拿去给他们宣读法律和这些证词。
ΝΟΜΟΣ. ΜΑΡΤΥΡΙΑΙ.
οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν. οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων.
ΝΟΜΟΣ. ΜΑΡΤΥΡΙΑΙ. 我不知道还有什么必要多说;因为我认为你们对所说的一切都并非一无所知。
ἐξέρα τὸ ὕδωρ.
把水倒出来吧。