Humanitext Reader

狄摩西尼 · 控诉波尔米翁 §38-45

对雅典的贡献与诉讼受理的合法性

第 6 段,共 7 段 · 希腊语

内容简介

原告通过列举他们在过去危机期间对雅典做出的慷慨贡献(捐资与粮食援助)来证实自己的清白,并根据法律及先前的仲裁过程,强烈主张由于契约是在雅典订立的,该诉讼在雅典法庭上完全是可受理的。

§38Φορμίων τοίνυν τούτῳ χρώμενος κοινωνῷ καὶ μάρτυρι οἴεται δεῖν ἀποστερῆσαι τὰ χρήματα ἡμᾶς, οἵ γε σιτηγοῦντες διατετελέκαμεν εἰς τὸ ὑμέτερον ἐμπόριον, καὶ τριῶν ἤδη καιρῶν κατειληφότων τὴν πόλιν, ἐν οἷς ὑμεῖς τοὺς χρησίμους τῷ δήμῳ ἐξητάζετε, οὐδενὸς τούτων ἀπολελείμμεθα, ἀλλʼ ὅτε μὲν εἰς Θήβας Ἀλέξανδρος παρῄει, ἐπεδώκαμεν ὑμῖν τάλαντον ἀργυρίου·
于是,福尔米翁利用这个人作为他的合伙人和证人,企图掠夺我们的资金。 而我们是一直向你们的交易港运送谷物的人,在城市已经遭遇的三次危机期间,在你们考验谁对民众有益的时刻,我们在其中任何一次都没有落后,反而在亚历山大进军底比斯时,我们向你们捐赠了一塔兰同白银。
§39ὅτε δʼ ὁ σῖτος ἐπετιμήθη τὸ πρότερον καὶ ἐγένετο ἑκκαίδεκα δραχμῶν, εἰσαγαγόντες πλείους ἢ μυρίους μεδίμνους πυρῶν διεμετρήσαμεν ὑμῖν τῆς καθεστηκυίας τιμῆς, πέντε δραχμῶν τὸν μέδιμνον, καὶ ταῦτα πάντες ἴστε ἐν τῷ πομπείῳ διαμετρούμενοι·
并且,当谷物价格在先前上涨并达到十六德拉克马时,我们引进了万余麦迪姆诺斯的输入小麦,并以规定的价格,即每麦迪姆诺斯五德拉克马的价格分配给你们,这一切你们都是知道的,因为那是在庞贝翁神殿分配的。
πέρυσι δὲ εἰς τὴν σιτωνίαν τὴν ὑπὲρ τοῦ δήμου τάλαντον ὑμῖν ἐπεδώκαμεν ἐγώ τε καὶ ὁ ἀδελφός.
去年,我和我弟弟又为代表民众的购粮基金向你们捐赠了一塔兰同。
καί μοι ἀνάγνωθι τούτων τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.
请为我宣读这些事情的证言。
§40ἀλλὰ μὴν εἴ γε δεῖ καὶ τούτοις τεκμαίρεσθαι, οὐκ εἰκὸς ἦν ἐπιδιδόναι μὲν ἡμᾶς τοσαῦτα χρήματα, ἵνα παρʼ ὑμῖν εὐδοξῶμεν, συκοφαντεῖν δὲ Φορμίωνα, ἵνα καὶ τὴν ὑπάρχουσαν ἐπιείκειαν ἀποβάλωμεν.
的确,如果也必须根据这些事实来判断,我们为了在你们中间获得好名声而捐赠了如此多的资金,却为了失去我们现有的体面而对福尔米翁进行恶意诉讼,这显然是不合常理的。
δικαίως ἂν οὖν βοηθήσαιτε ἡμῖν, ὦ ἄνδρες δικασταί.
因此,裁判官们,你们理应援助我们。
ἐπέδειξα γὰρ ὑμῖν οὔτʼ ἐξ ἀρχῆς τὰ φορτία ἐνθέμενον τοῦτον εἰς τὴν ναῦν ἁπάντων ὧν ἐδανείσατο Ἀθήνηθεν, τῶν τʼ ἐν τῷ Βοσπόρῳ πραθέντων τοὺς τὰ ἑτερόπλοα δανείσαντας μόλις διαλύσαντα, §41ἔτι δʼ οὔτʼ εὐποροῦντα οὔθʼ οὕτως ὄντʼ ἀβέλτερον ὥστʼ ἀντὶ δισχιλίων καὶ ἑξακοσίων δραχμῶν τριάκοντα μνᾶς καὶ ἐννέα ἀποδοῦναι, πρός τε τούτοις, ὅτε ἀποδοῦναί φησιν τὸ χρυσίον τῷ Λάμπιδι, οὔτε τὸν παῖδα παραλαβόντα τὸν ἐμὸν οὔτε τὸν κοινωνὸν ἐπιδημοῦντα ἐν Βοσπόρῳ.
因为我已向你们表明,此人起初并未将与他从雅典借得的所有资金相符的货物装上船,而且他利用在博斯普鲁斯售出货物的所得,仅仅是勉强偿还了那些为单程航行提供贷款的债权人,此外,我还表明了他既不富裕,也没有愚蠢到用三十九米纳去偿还两千六百德拉克马,再加上当他声称将黄金还给兰皮斯时,他既没有请我的仆人,也没有请当时居住在博斯普鲁斯的我的合伙人来作证。
ἐμοὶ δὲ Λάμπις αὐτὸς μαρτυρῶν φαίνεται ὡς οὐκ ἀπείληφεν τὸ χρυσίον, πρὶν ὑπὸ τούτου διαφθαρῆναι.
而且,在兰皮斯被此人收买之前,他自己显然向我证明过,他并没有收到那笔黄金。
§42καίτοι εἰ καθʼ ἓν ἕκαστον οὕτως ἐδείκνυεν Φορμίων, οὐκ οἶδʼ ὅπως ἂν ἄλλως ἄμεινον ἀπελογήσατο.
可是,如果福尔米翁能就每一个细节做出这样的证明,我不知道他还能用什么更好的方式来辩护。
ὑπὲρ δὲ τοῦ τὴν δίκην εἰσαγώγιμον εἶναι ὁ νόμος αὐτὸς διαμαρτύρεται, κελεύων τὰς δίκας εἶναι τὰς ἐμπορικὰς τῶν συμβολαίων τῶν Ἀθήνησιν καὶ εἰς τὸ Ἀθηναίων ἐμπόριον, καὶ οὐ μόνον τῶν Ἀθήνησιν, ἀλλὰ καὶ ὅσα ἂν γένηται ἕνεκα τοῦ πλοῦ τοῦ Ἀθήναζε.
然而,关于诉讼的可受理度,法律本身就是证明,法律规定商业诉讼适用于在雅典订立的契约以及针对雅典交易港的契约,不仅是在雅典订立的,还包括所有为了前往雅典航行而订立的契约。
λαβὲ δή μοι τοὺς νόμους. ΝΟΜΟΙ.
请拿取法律。
§43ὡς μὲν τοίνυν γέγονέ μοι τὸ συμβόλαιον πρὸς Φορμίωνʼ Ἀθήνησιν, οὐδʼ αὐτοὶ ἔξαρνοί εἰσιν, παραγράφονται δὲ ὡς οὐκ εἰσαγώγιμον τὴν δίκην οὖσαν.
因此,对于我和福尔米翁之间的契约是在雅典订立的,连他们自己也并不否认,但他们却以诉讼不可受理为由提出抗辩。
ἀλλʼ εἰς ποῖον δικαστήριον εἰσέλθωμεν, ἄνδρες δικασταί, εἰ μὴ πρὸς ὑμᾶς, οὗπερ τὸ συμβόλαιον ἐποιησάμεθα;
但是,裁判官们,如果不是到你们这里——我们订立契约的地方,我们还能进哪一个法廷呢?
δεινὸν γὰρ ἂν εἴη, εἰ μὲν ἕνεκα τοῦ πλοῦ τοῦ Ἀθήναζε ἠδικούμην, εἶναι ἄν μοι παρʼ ὑμῖν τὸ δίκαιον λαβεῖν παρὰ Φορμίωνος, ἐπειδὴ δὲ τὸ συμβόλαιον ἐν τῷ ὑμετέρῳ ἐμπορίῳ γέγονεν, μὴ φάσκειν παρʼ ὑμῖν τούτους ὑφέξειν τὴν δίκην.
因为如果我因前往雅典的航行而受到侵害,本可以在你们面前向福尔米翁索取公道,但在契约是在你们的交易港订立的情况下,这些人却声称他们不会在你们面前接受审判,这岂非荒谬之极。
§44καὶ ὅτε μὲν Θεοδότῳ τὴν δίαιταν ἐπετρέψαμεν, ὡμολόγησαν εἶναι καθʼ αὑτῶν ἐμοὶ τὴν δίκην εἰσαγώγιμον· νυνὶ δὲ τοὐναντίον λέγουσιν ὧν πρότερον αὐτοὶ συγκεχωρήκασιν, ὡς δέον παρὰ μὲν τῷ Θεοδότῳ τῷ ἰσοτελεῖ ὑποσχεῖν αὐτοὺς δίκην ἄνευ παραγραφῆς, ἐπειδὴ δὲ εἰς τὸ Ἀθηναίων δικαστήριον εἰσερχόμεθα, μηκέτʼ εἰσαγώγιμον τὴν δίκην εἶναι.
而且,当我们把仲裁委托给狄奥多托斯时,他们同意我对他们的诉讼是可受理的;但如今,他们所说的却与他们先前自己承认的相反,仿佛他们在享有同等税权的狄奥多托斯面前必须毫无抗辩地接受审判,而当我们进入雅典法廷时,诉讼便不再受理了。
§45ἐνθυμοῦμαι δʼ ἔγωγε, τί ἄν ποτε εἰς τὴν παραγραφὴν ἔγραψεν, εἰ ὁ Θεόδοτος ἀπέγνω τῆς δίκης, ὅπου νῦν γνόντος τοῦ Θεοδότου ἀπιέναι ἡμᾶς εἰς τὸ δικαστήριον οὔ φησι τὴν δίκην εἶναι εἰσαγώγιμον παρʼ ὑμῖν, πρὸς οὓς ἐκεῖνος ἔγνω ἀπιέναι.
在我看来,如果狄奥多托斯驳回了诉讼,我不知道他会在抗辩书里写些什么,因为现在,既然狄奥多托斯已经判定我们应当走向法廷,他却声称在你们——即那位仲裁员决定我们应当走向的审判者——面前,诉讼是不可受理的。
πάθοιμι μέντἂν δεινότατα, εἰ οἱ μὲν νόμοι τῶν Ἀθήνησι συμβολαίων κελεύουσι τὰς δίκας εἶναι πρὸς τοὺς θεσμοθέτας, ὑμεῖς δὲ ἀπογνοίητε τῆς δίκης ὀμωμοκότες κατὰ τοὺς νόμους ψηφιεῖσθαι.
如果法律规定在雅典订立契约的诉讼应由法律制定官受理,而你们宣誓依照法律投票却驳回了诉讼,那我将遭受极其悲惨的命运。

词汇与语法注释

  1. §40ἐπέδειξα γὰρ ὑμῖν οὔτʼ ἐξ ἀρχῆς τὰ φορτία ἐνθέμενον... — 动词 ἐπέδειξα(“我已表明”)支配宾格主语(τοῦτον)以及跨越第40和41节的一系列补充性分词。分词 ἐνθέμενον(未装船)、διαλύσαντα(勉强偿还)、εὐποροῦντα(不富裕)、ὄντα(不愚蠢)和 παραλαβόντα(未请人作证)均呈并列关系,共同作为 ἐπέδειξα 的直接补足成分。
  2. §43εἶναι ἄν — 不定式 εἶναι 伴有助词 ἄν,这代表了过去虚拟语气中归结从句的直陈式(如 ἐξῆν ἂν 或 ἦν ἂν,“本应是允许的”),此处在由 εἰ 引导的假设条件句下被转化为不定式结构。
  3. §44ὡς δέον — 这是由 ὡς 引导的无人称分词 δέον(源自 δεῖ)的宾格绝对独立结构,意为“仿佛这是应当的(必要的)”。它表达了对方主观的主张或假设,为后续的不定式 ὑποσχεῖν 和 εἶναι 奠定了逻辑框架。

引用这一段

狄摩西尼, 控诉波尔米翁 §38-45. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg034.humanitext-grc2:38-45

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。