Humanitext Reader

狄摩西尼 · 控诉波尔米翁 §46-52

还款主张的虚假与保护债权人以维系商业

第 7 段,共 7 段 · 希腊语

内容简介

原告揭示了福尔米翁还款主张的虚假性,并指出被收买的兰皮斯前后矛盾的证言极其不可靠。他强调保护债权人对于维护雅典交易港及整体经济繁荣至关重要,呼吁法庭做出公正裁决。

§46τοῦ μὲν οὖν δανεῖσαι ἡμᾶς τὰ χρήματα αἵ τε συνθῆκαι καὶ αὐτὸς οὗτός ἐστι μάρτυς· τοῦ δʼ ἀποδεδωκέναι οὐδείς ἐστι μάρτυς ἔξω τοῦ Λάμπιδος τοῦ συναδικοῦντος.
因此,对于我们出借资金一事,契约和这个男的本人就是证人;但对于他已还款一事,除了解释与他共同作恶的兰皮斯之外,没有任何证人。
καὶ οὗτος μὲν εἰς ἐκεῖνον μόνον ἀναφέρει τὴν ἀπόδοσιν, ἐγὼ δʼ εἴς τε τὸν Λάμπιν αὐτὸν καὶ τοὺς ἀκούσαντας αὐτοῦ ὅτε οὐκ ἔφη ἀπειληφέναι τὸ χρυσίον.
此人将还款一事仅仅归于兰皮斯一人,而我则归于兰皮斯本人以及那些听见他说没有收到黄金的人。
τούτῳ μὲν οὖν τοὺς ἐμοὺς μάρτυρας ἔξεστι κρίνειν, εἰ μή φησι τἀληθῆ μαρτυρεῖν αὐτούς· ἐγὼ δʼ οὐκ ἔχω τί χρήσωμαι τοῖς τούτου μάρτυσιν, οἵ φασιν εἰδέναι τὸν Λάμπιν μαρτυροῦντα ἀπειληφέναι τὸ χρυσίον.
因此,如果此人认为我的证人们没有说真话,他完全可以起诉他们;但我却不知道该如何应对他的证人们,因为他们声称知道兰皮斯曾证明自己收到了黄金。
εἰ μὲν γὰρ ἡ μαρτυρία ἡ τοῦ Λάμπιδος κατεβάλλετο ἐνταῦθα, ἴσως ἂν ἔφασαν οὗτοι δίκαιον εἶναι ἐπισκήπτεσθαί μʼ ἐκείνῳ· νῦν δʼ οὔτε τὴν μαρτυρίαν ταύτην ἔχω, οὑτοσί τε οἴεται δεῖν ἀθῷος εἶναι οὐδὲν βέβαιον ἐνέχυρον καταλιπὼν ὧν πείθει ὑμᾶς ψηφίζεσθαι.
因为如果兰皮斯的证言呈递在这里,他们或许会说,起诉他是理所当然的;但如今我并没有这份证言,而此人却认为自己应当免受处罚,对于他试图说服你们投票支持的事情没有留下任何可靠的担保。
§47πῶς δʼ οὐκ ἂν εἴη ἄτοπον, εἰ αὐτοῦ Φορμίωνος ὁμολογοῦντος δανείσασθαι, φάσκοντος δὲ ἀποδεδωκέναι, τὸ μὲν ὁμολογούμενον ὑπʼ αὐτοῦ τούτου ἄκυρον ποιήσαιτε, τὸ δὲ ἀμφισβητούμενον κύριον ψηφίσαισθε;
可是,如果福尔米翁本人承认借了钱,却声称已经偿还,而你们却将此人自己承认的事实判定为无效,而将存在争议的事实投票判定为有效,这岂非荒谬之极?
καὶ ὁ μὲν Λάμπις, ᾧ οὗτος σκήπτεται μάρτυρι, μαρτυρεῖ ἔξαρνος γενόμενος τὸ ἐξ ἀρχῆς ὡς οὐκ ἀπείληφεν τὸ χρυσίον· ὑμεῖς δὲ γνοίητε ὡς ἀπείληφεν ἐκεῖνος, ᾧ οὐκ εἰσὶ μάρτυρες τοῦ πράγματος;
而且,此人作为证人而推托的兰皮斯,最初明确否认并证明自己没有收到黄金,而你们却要在没有任何事情证人的情况下,判定他已经收到了黄金吗?
§48καὶ ὅσα μὲν εἶπε μετὰ τῆς ἀληθείας, μὴ χρήσαισθε τεκμηρίῳ, ἃ δʼ ἐψεύσατο ὕστερον, ἐπειδὴ διεφθάρη, πιστότερα ταῦθʼ ὑπολάβοιτε εἶναι;
难道你们不把符合真理的话当作证据,反而认为他后来在被收买后捏造的谎言更为可信吗?
καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, πολὺ δικαιότερόν ἐστιν τοῖς ἐξ ἀρχῆς ῥηθεῖσι τεκμαίρεσθαι μᾶλλον ἢ τοῖς ὕστερον τεκταινομένοις.
而且,雅典人啊,根据最初所说的话来判断,要比根据后来捏造的话来判断公正得多。
τὰ μὲν γὰρ οὐκ ἐκ παρασκευῆς, ἀλλʼ ἐκ τῆς ἀληθείας ἔλεγεν, τὰ δʼ ὕστερον ψευδόμενος καὶ πρὸς τὸ συμφέρον αὑτῷ.
因为前者并非出于预谋,而是出于真实而说,而后者则是他后来为了自己的利益而撒谎。
§49ἀναμνήσθητε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι οὐδʼ αὐτὸς ὁ Λάμπις ἔξαρνος ἐγένετο ὡς οὐκ εἴη εἰρηκὼς ὅτι οὐκ ἀπείληφεν τὸ χρυσίον, ἀλλʼ εἰπεῖν μὲν ὡμολόγει, οὐ μέντοι γε ἐντὸς ὢν αὑτοῦ εἰπεῖν.
雅典人啊,请记住,连兰皮斯本人也没有否认自己曾说过没有收到黄金,而是承认自己确实说过,但声称自己说这话时并非神志清醒。
οὔκουν ἄτοπον, εἰ τῆς ἐκείνου μαρτυρίας τὸ μὲν πρὸς τοῦ ἀποστεροῦντος πιστῶς ἀκούσεσθε, τὸ δʼ ὑπὲρ τῶν ἀποστερουμένων ἄπιστον ἔσται παρʼ ὑμῖν;
那么,如果他的证言中,有利于掠夺者的部分被你们信任地听取,而维护被掠夺者的部分在你们中间却不被信任,这难道不荒谬吗?
§50μηδαμῶς, ὦ ἄνδρες δικασταί.
绝不能这样,裁判官们。
ὑμεῖς γάρ ἐστε αὐτοὶ οἱ τὸν ἐπιδεδανεισμένον ἐκ τοῦ ἐμπορίου πολλὰ χρήματα καὶ τοῖς δανεισταῖς οὐ παρασχόντα τὰς ὑποθήκας θανάτῳ ζημιώσαντες εἰσαγγελθέντα ἐν τῷ δήμῳ, καὶ ταῦτα πολίτην ὑμέτερον ὄντα καὶ πατρὸς ἐστρατηγηκότος.
因为你们自己就是那些曾在民会上弹劾某人从交易港追加贷款且未向债权人提供抵押品时,将其判处死刑的人,而且那个人还是你们的公民,其父亲曾担任过将军。
§51ἡγεῖσθε γὰρ τοὺς τοιούτους οὐ μόνον τοὺς ἐντυγχάνοντας ἀδικεῖν, ἀλλὰ καὶ κοινῇ βλάπτειν τὸ ἐμπόριον ὑμῶν, εἰκότως.
因为你们认为,这类人不仅伤害了与他们交易的人,而且也共同损害了你们的交易港,这是理所当然的。
αἱ γὰρ εὐπορίαι τοῖς ἐργαζομένοις οὐκ ἀπὸ τῶν δανειζομένων, ἀλλʼ ἀπὸ τῶν δανειζόντων εἰσίν, καὶ οὔτε ναῦν οὔτε ναύκληρον οὔτʼ ἐπιβάτην ἔστʼ ἀναχθῆναι, τὸ τῶν δανειζόντων μέρος ἂν ἀφαιρεθῇ.
因为对于从业者来说,资金的充裕并非来自借款人,而是来自放贷人;如果放贷人的份额被剥夺,无论是船只、船主还是乘客都无法出航。
§52ἐν μὲν οὖν τοῖς νόμοις πολλαὶ καὶ καλαὶ βοήθειαί εἰσιν αὐτοῖς· ὑμᾶς δὲ δεῖ συνεπανορθοῦντας φαίνεσθαι καὶ μὴ συγχωροῦντας τοῖς πονηροῖς, ἵνʼ ὑμῖν ὡς πλείστη ὠφέλεια παρὰ τὸ ἐμπόριον ᾖ.
因此,法律中对他们有许多优秀的救济措施;但你们必须表现出共同纠正的态度,而不向恶人妥协,以便你们从交易港获得最大的利益。
ἔσται δέ, ἐὰν διαφυλάττητε τοὺς τὰ ἑαυτῶν προϊεμένους, καὶ μὴ ἐπιτρέπητε ἀδικεῖσθαι ὑπὸ τῶν τοιούτων θηρίων.
如果你们保护那些付出自己财产的人,不让其受到此类野兽的伤害,事情就会如此。
ἐγὼ μὲν οὖν ὅσαπερ οἷός τʼ ἦν εἴρηκα· καλῶ δὲ καὶ ἄλλον τινὰ τῶν φίλων, ἐὰν κελεύητε.
因此,我已经尽我所能说完了;如果你们要求,我也请我的朋友中的一位上台。

词汇与语法注释

  1. §46τοῦ μὲν οὖν δανεῖσαι ἡμᾶς τὰ χρήματα ... τοῦ δʼ ἀποδεδωκέναι — 属格冠词不定式(τοῦ δανεῖσαι 和 τοῦ ἀποδεδωκέναι)修饰后文的名词 μάρτυς(证人)。前者的逻辑主语是宾格的 ἡμᾶς(我们),后者的逻辑主语在上下文语境中为福尔米翁(他)。
  2. §46τί χρήσωμαι τοῖς τούτου μάρτυσιν — 由疑问代词 τί 和虚拟语气动词 χρήσωμαι 构成的“疑虑虚拟语气(deliberative subjunctive)”。动词 χράομαι 支配与格(τοῖς μάρτυσιν),表达困惑不解:“我不知道该如何应付(或利用)他的证人们”。
  3. §46ὧν πείθει ὑμᾶς ψηφίζεσθαι — 关系代词 ὧν 省略了先行词(可能是 τούτων)。虽然它在逻辑上本应是 ψηφίζεσθαι 的宾格目的语,但由于受到被省略的先行词属格的影响,其格变为了属格(即关系代词的同化现象)。
  4. §47τὸ μὲν ὁμολογούμενον ὑπʼ αὐτοῦ τούτου ἄκυρον ποιήσαιτε, τὸ δὲ ἀμφισβητούμενον κύριον ψηφίσαισθε; — 这两个希求语气动词(ποιήσαιτε 和 ψηφίσαισθε)处于由 εἰ 引导的条件从句中,呼应主句中带有 ἄν 的可能希求法(πῶς ἂν εἴη)。此句着力揭露其逻辑上的荒谬:将双方无争议的事实(借款)判定为无效,反将存有争议的主张(还款)判定为有效。
  5. §49οὐ μέντοι γε ἐντὸς ὢν αὑτοῦ εἰπεῖν — 不定式 εἰπεῖν 依赖于前文的动词 ὡμολόγει(承认)。介词短语 ἐντὸς ὢν αὑτοῦ 字面意为“在自己内部”,是表示“神志清醒”的惯用语。此句说明兰皮斯承认自己说过那句话,但辩解称当时并非在神志清醒的状态下所说。
  6. §50καὶ ταῦτα πολίτην ὑμέτερον ὄντα — 置于分词 ὄνta 前的短语 καὶ ταῦτα 是一个习惯宾格表达,表示“而且”、“更何况是……”,起强调让步或附加境况的作用。这突出了被惩罚者不仅是公民,还出身于将军之家的显赫地位,以此证明过去判决的严厉和先例的重要。

引用这一段

狄摩西尼, 控诉波尔米翁 §46-52. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg034.humanitext-grc2:46-52

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。