§31ἀλλὰ μὴν καὶ ὡς ἀπηγόρευεν ὁ Παρμένων τῷ Ἀριστοκλεῖ καθʼ αὑτοῦ μὴ γιγνώσκειν ἄνευ τῶν συνδιαιτητῶν, μεμαρτύρηται ὑμῖν.
此外,帕尔农曾禁止阿里斯托克莱斯在没有共同仲裁人的情况下做出对他不利的裁决,这也已经向你们证实了。
ὅταν δὴ ὁ αὐτὸς ἠφανικὼς φαίνηται τὰ γράμματα καθʼ ἃ ἔδει τὴν δίαιταν γενέσθαι, καὶ ἄνευ τῶν συνδιαιτητῶν παρὰ τὴν ἀπόρρησιν φῇ δεδιῃτηκέναι, πῶς ἂν τούτῳ τῷ ἀνθρώπῳ πιστεύσαντες δικαίως ἐμὲ ἀπολέσαιτε;
那么,当这同一个男人似乎弄丢了据以进行仲裁的文书,并且声称在违反禁令的情况下、在没有共同仲裁人的情况下进行了仲裁时,你们又怎能通过相信这个人来公正地毁灭我呢?
§32σκέψασθε γὰρ τοῦτο, ὦ ἄνδρες δικασταί· εἰ μὴ ἐμὲ νυνί, ἀλλὰ τὸν Παρμένοντα ἐδίωκεν Ἀπατούριος οὑτοσί, εἰσπράττων τὰς εἴκοσι μνᾶς, ἰσχυριζόμενος τῇ Ἀριστοκλέους γνώσει, ὁ δὲ Παρμένων παρὼν ἀπελογεῖτο ὑμῖν καὶ μάρτυρας παρείχετο, τοῦτο μὲν ὅτι οὐ μόνῳ τῷ Ἀριστοκλεῖ, ἀλλὰ τρίτῳ ἐπέτρεψεν, §33εἶθʼ ὅτι ἀπεῖπεν αὐτῷ ἄνευ τῶν συνδιαιτητῶν καθʼ αὑτοῦ μὴ ἀποφαίνεσθαι, καὶ ὅτι ἀπολομένης αὑτῷ τῆς γυναικὸς καὶ τῶν παίδων ὑπὸ τοῦ σεισμοῦ καὶ ἐπὶ τηλικαύτην συμφορὰν ἀπάραντος οἴκαδε, ὁ τὰς συνθήκας ἠφανικὼς ἐρήμην αὑτοῦ ἐν τῇ ἀποδημίᾳ κατέγνω τὴν δίαιταν, ἔστιν ὅστις ἂν ὑμῶν ταῦτα τοῦ Παρμένοντος ἀπολογουμένου τὴν οὕτω παρανόμως γνωσθεῖσαν δίαιταν κυρίαν ἔγνω εἶναι;
陪审员们,请考虑这一点:如果现在这名阿帕图里奥斯起诉的不是我,而是帕尔农,要求偿还二十米纳并依仗阿里斯托克莱斯的裁决,而帕尔农出庭并在你们面前辩护,并提供证人,首先证明他并非仅委托给阿里斯托克莱斯一人,而是委托给三人,其次,证明他曾禁止阿里斯托克莱斯在没有共同仲裁人的情况下做出对他不利的判判,并且当他的妻子和孩子们在地震中丧生、他因如此重大的灾难而动身回家时,那个弄丢了协议的人却在他因出行而不在国内期间,对他进行了缺席裁决;在帕尔农进行如此辩护的情况下,你们中是否有人会认定这桩如此违法做出的仲裁裁决是有效的?
§34μὴ γὰρ ὅτι ἀμφισβητουμένων ἁπάντων, ἀλλʼ εἰ ἦσαν μὲν αἱ συνθῆκαι, ὡμολογεῖτο δὲ εἷς εἶναι ὁ διαιτητὴς Ἀριστοκλῆς, μὴ ἀπεῖπεν δὲ ὁ Παρμένων αὐτῷ καθʼ αὑτοῦ μὴ διαιτᾶν, ἀλλὰ συνέβη πρὶν τὴν ἀπόφασιν γενέσθαι τῆς διαίτης ἡ συμφορὰ τῷ ἀνθρώπῳ, τίς οὕτως ὠμός ἐστιν ἀντίδικος ἢ διαιτητὴς ὃς οὐκ ἂν ἀνεβάλετο εἰς τὸ ἐπιδημῆσαι τὸν ἄνθρωπον;
且不说在一切都存在争议的情况下,即使协议存在,且双方同意阿里斯托克莱斯为唯一仲裁人,且帕尔农也未曾禁止他对自己做出裁决,但在仲裁裁决做出之前,那场灾难降临到了那个人身上,又有哪位对手或仲裁人会如此冷酷,以至于不将裁决推迟到那个人回来呢?
εἰ δὲ ὁ Παρμένων εἰς λόγον καταστὰς πανταχοῦ δικαιότερʼ ἂν φαίνοιτο λέγων τούτου, πῶς ἂν ὀρθῶς ἐμοῦ καταγιγνώσκοιτε, ᾧ τὸ παράπαν πρὸς τὸν ἄνθρωπον τουτονὶ μηδὲν συμβόλαιόν ἐστιν;
如果帕尔农一旦参与辩论,在各方面都会显得比此人说得更为公正,那么你们又怎能正确地判处我败诉呢? 要知道我与此人根本没有任何契约关系。
§35ὅτι μὲν οὖν ἐγὼ μὲν ὀρθῶς τὴν παραγραφὴν πεποίημαι, Ἀπατούριος δὲ τὰ ψευδῆ ἐγκέκληκε καὶ παρὰ τοὺς νόμους τὴν λῆξιν πεποίηται, ἐκ πολλῶν οἶμαι ἐπιδεδεῖχθαι τοῦτο ὑμῖν, ὦ ἄνδρες δικασταί·
因此,我认为我已经正确地提出了异议,而阿帕图里奥斯提出了虚假的指控,并违反法律提起诉讼,这一点已经从许多事实中向你们证明了,陪审员们。
τὸ δὲ κεφάλαιον, πρὸς ἐμὲ οὐδʼ ἐπιχειρήσει λέγειν Ἀπατούριος ὡς συνθῆκαί τινες αὐτῷ εἰσίν.
总之,阿帕图里奥斯甚至不敢对我声称存在任何针对我的协议。
ὅταν δὲ λέγῃ ψευδόμενος, ὡς ἐν ταῖς πρὸς τὸν Παρμένοντα συνθήκαις ἐνεγράφην ἐγγυητής, ἀπαιτεῖτε αὐτὸν τὰς συνθήκας, §36καὶ ἐνταῦθα αὐτῷ ἀπαντᾶτε, ὅτι πάντες ἄνθρωποι, ὅταν πρὸς ἀλλήλους ποιῶνται συγγραφάς, τούτου ἕνεκα σημηνάμενοι τίθενται παρʼ οἷς ἂν πιστεύσωσιν, ἵνα, ἐάν τι ἀντιλέγωσιν, ᾖ αὐτοῖς ἐπανελθοῦσιν ἐπὶ τὰ γράμματα, ἐντεῦθεν τὸν ἔλεγχον ποιήσασθαι περὶ τοῦ ἀμφισβητουμένου.
但当他撒谎说在与帕尔农的协议中我被登记为保证人时,请向他索要这些协议,并在这一点上驳斥他:所有人在相互签订契约时,都会为此签字封存并存放在他们信任的人那里,以便在发生争议时,他们可以重新查看文书,并由此对争议事项进行验证。
ὅταν δʼ ἀφανίσας τις τἀκριβὲς λόγῳ ἐξαπατᾶν πειρᾶται, πῶς ἂν δικαίως πιστεύοιτε;
但当有人消灭了确凿的证据,企图用言语欺骗时,你们又怎能公正地相信他呢?
§37ἀλλὰ νὴ Δία (τὸ ῥᾷστον τοῖς ἀδικεῖν καὶ συκοφαντεῖν προῃρημένοις) μαρτυρήσει τις αὐτῷ κατʼ ἐμοῦ.
但是,凭宙斯起誓,(这对于选择作恶和诬告的人来说是最容易的事)有人会为他作证来反对我。
ἐὰν οὖν ἐπισκήψωμαι αὐτῷ, πόθεν τὴν ἀπόδειξιν ποιήσεται τοῦ ἀληθῆ μαρτυρεῖν;
那么,如果我起诉该证人犯有伪证罪,他将从何处证明自己所言属实?
ἐκ τῶν συνθηκῶν;
从协议中吗?
τοῦτο τοίνυν μὴ ἀναβαλλέσθω, ἀλλʼ ἤδη φερέτω ὁ ἔχων τὰς συνθήκας.
因此,不要拖延这件事,让拥有协议的人现在就拿出来。
εἰ δʼ ἀπολωλέναι φησίν, πόθεν λάβω ἐγὼ τὸν ἔλεγχον καταψευδομαρτυρηθείς;
但如果他声称协议已经丢失,那么被伪证诬陷的我又该从何处获得验证呢?
εἰ μὲν γὰρ παρʼ ἐμοὶ ἐτέθη τὸ γραμματεῖον, ἐνῆν αἰτιάσασθαι Ἀπατουρίῳ, ὡς ἐγὼ διὰ τὴν ἐγγύην ἠφάνικα τὰς συνθήκας· §38εἰ δὲ παρὰ τῷ Ἀριστοκλεῖ, διὰ τί, εἴπερ ἄνευ τῆς τούτου γνώμης ἀπολώλασιν αἱ συνθῆκαι, τῷ μὲν λαβόντι αὐτὰς καὶ οὐ παρέχοντι οὐ δικάζεται, ἐμοὶ δʼ ἐγκαλεῖ, μάρτυρα παρεχόμενος κατʼ ἐμοῦ τὸν ἠφανικότα τὰς συνθήκας, ᾧ προσῆκεν αὐτὸν ὀργίζεσθαι, εἴπερ μὴ κοινῇ μετὰ τούτου ἐκακοτέχνει;
因为如果那份文书曾存放在我这里,阿帕图里奥斯大可指责我为了规避保证责任而弄丢了协议;但如果它曾存放在阿里斯托克莱斯那里,既然协议确实是在违背阿帕图里奥斯意愿的情况下丢失的,他为什么不起诉那个收受了协议却不提供的人,反而来指责我,甚至提供那个弄丢协议的人作为反对我的证人? 如果他没有与此人共同策划阴谋,他本应该对这个人感到愤怒才对。
εἴρηταί μοι τὰ δίκαια, ὅσα ἐδυνάμην.
我已经尽我所能陈述了正当的理由。
ὑμεῖς οὖν κατὰ τοὺς νόμους γιγνώσκετε τὰ δίκαια.
那么,请你们根据法律做出公正的判决。