Humanitext Reader

狄摩西尼 · 控诉芝诺塞米斯 §9-16

抵雅典后的诉讼与比雷埃夫斯同伙的勾结

第 2 段,共 4 段 · 希腊语

内容简介

说话者讲述了在凯法洛尼亚官员决定将船只送往雅典后,被告芝诺塞米斯如何出现在雅典并提起诉讼争夺小麦所有权。他进一步揭露了芝诺塞米斯与皮拉埃乌斯的恶势力集团及代理人阿里斯托丰勾结、拉拢债权人共同作恶的阴谋,并向法庭出示了证词。您想了解关于诉讼合法性进一步辩论的下一章节概要吗?

§9ἀποτυχὼν δὲ καὶ τούτου, καὶ τῶν ἀρχόντων τῶν ἐν τῇ Κεφαλληνίᾳ γνόντων Ἀθήναζε τὴν ναῦν καταπλεῖν, ὅθενπερ ἀνήχθη, ὃν οὐδʼ ἂν εἷς ἐλθεῖν ᾤετο δεῦρο τολμῆσαι τοιαῦτά γʼ ἐσκευωρημένον καὶ πεποιηκότα, οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, τοσοῦτον ὑπερβέβληκεν ἀναιδείᾳ καὶ τόλμῃ, ὥστʼ οὐκ ἐλήλυθεν μόνον, ἀλλὰ καὶ τοῦ σίτου τοῦ ἡμετέρου ἀμφισβητήσας ἡμῖν δίκην προσείληχεν.
在这一企图也失败后,且凯法洛尼亚的官员们已决定让船只驶回其出航地雅典。 阿提卡的朋友们,任何人都不会料到,一个策划并犯下如此勾当的人竟然有胆量来到这里。 然而,这个人的无耻和胆大妄为已经到了无以复加的地步,他不仅来了,甚至还对属于我们的谷物提出所有权要求,并对我们提起了诉讼。
§10τί οὖν ποτʼ ἐστὶν τὸ αἴτιον, καὶ τῷ ποτʼ ἐπηρμένος οὗτος καὶ ἐλήλυθεν καὶ τὴν δίκην εἴληχεν;
那么,这究竟是出于什么原因,他又凭什么胆敢既来到这里又提起诉讼呢?
ἐγὼ ὑμῖν ἐρῶ, ἄνδρες δικασταί, ἀχθόμενος μὲν νὴ τὸν Δία καὶ θεούς, ἀναγκαζόμενος δέ.
诸位法官,尽管我对天发誓感到十分愤慨,但我不得不告诉你们。
ἔστιν ἐργαστήρια μοχθηρῶν ἀνθρώπων συνεστηκότων ἐν τῷ Πειραιεῖ· οὓς οὐδʼ ὑμεῖς ἀγνοήσετʼ ἰδόντες.
在皮拉埃乌斯有一些由恶棍们结伙组成的团伙,你们一见到他们就会认出来。
§11ἐκ τούτων ἕνα, ἡνίχʼ οὗτος ἔπραττεν ὅπως ἡ ναῦς μὴ καταπλεύσεται δεῦρο, πρεσβευτὴν ἐκ βουλῆς τινα λαμβάνομεν γνώριμον οὑτωσί, ὅ τι δʼ ἦν οὐκ εἰδότες, ἀτύχημʼ οὐδὲν ἔλαττον, εἰ οἷόν τʼ εἰπεῖν, ἀτυχήσαντες ἢ τὸ ἐξ ἀρχῆς πονηροῖς ἀνθρώποις συμμεῖξαι.
当此人竭力阻止船只驶回这里时,我们从议会中挑选了这样一个在当时颇有声望的人作为代理人,却完全不了解他的本性。 可以说,这真是个不亚于最初与恶棍打交道的厄运。
οὗτος ὁ πεμφθεὶς ὑφʼ ἡμῶν (Ἀριστοφῶν ὄνομʼ αὐτῷ), ὃς καὶ τὰ τοῦ Μικκαλίωνος πράγματʼ ἐσκευώρηται (ταῦτα γὰρ νῦν ἀκούομεν), ἠργολάβηκεν αὐτὸς καὶ κατεπήγγελται τουτῳί, καὶ ὅλως ἐστὶν ὁ πάντα πράττων οὗτος· ὁδὶ δʼ ἅσμενος δέδεκται ταῦτα.
这个由我们派遣的人(名叫阿里斯托丰),也就是那个策划了米卡利翁事件的人(因为我们现在听到了这些传闻),他自己承揽了这桩差事并受雇于此人,总而言之,他就是幕后操纵一切的人,而被告则乐意接受了这些。
§12ὡς γὰρ διήμαρτεν τοῦ διαφθαρῆναι τὸ πλοῖον, οὐκ ἔχων ἀποδοῦναι τὰ χρήματα τοῖς δανείσασιν (πῶς γάρ;
因为当他未能将船只毁灭,又无钱偿还放贷人时(怎么可能还得起?
ἅ γʼ ἐξ ἀρχῆς μὴ ἐνέθετο) ἀντιποιεῖται τῶν ἡμετέρων, καί φησι τῷ Ἡγεστράτῳ ἐπὶ τούτῳ τῷ σίτῳ δεδανεικέναι ὃν ὁ παρʼ ἡμῶν ἐπιπλέων ἐπρίατο.
他一开始就什么货物都没装),他便觊觎我们的财产,并声称他是以我们的随行采购员所购买的这批谷物为抵押,将钱借给赫格斯特拉托斯的。
οἱ δὲ δανεισταὶ τὸ ἐξ ἀρχῆς ἐξηπατημένοι, ὁρῶντες ἑαυτοῖς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρήστην, ἄλλο δʼ οὐδέν, ἐλπίδʼ ἔχοντες ὑπὸ τούτου παρακρουσθέντων ὑμῶν ἐκ τῶν ἡμετέρων ἀπολήψεσθαι τὰ ἑαυτῶν, ὃν ἴσασιν ψευδόμενον ταῦτα καθʼ ἡμῶν, τούτῳ συνδικεῖν ἀναγκάζονται τοῦ συμφέροντος εἵνεκα τοῦ ἑαυτῶν.
而放贷人们从一开始就受了骗,看到自己手头除了一名恶棍债务人之外别无他物,便心存希望,以为若你们被此人蒙蔽,就能从我们的财产中拿回自己的本金。 因此,尽管他们深知此人是在向我们进行虚假指控,但为了自身的利益,也不得不与他同伙打官司。
§13τὸ μὲν οὖν πρᾶγμʼ ὑπὲρ οὗ τὴν ψῆφον οἴσετε, ὡς εἰπεῖν ἐν κεφαλαίῳ, τοιοῦτόν ἐστιν.
诸位要投票表决的案件,简而言之就是如此。
βούλομαι δὲ τοὺς μάρτυρας ὧν λέγω πρῶτον ὑμῖν παρασχόμενος, μετὰ ταῦτʼ ἤδη καὶ τἄλλα διδάσκειν.
不过,我希望能先向你们呈上能够证实我所说之言的证人们,然后再向你们说明其余的情况。
καί μοι λέγε τὰς μαρτυρίας.
请为我宣读证词。
ΜΑΡΤΥΡΙΑΙ. §14ἐπειδὴ τοίνυν ἀφίκετο δεῦρο τὸ πλοῖον, γνόντων τῶν Κεφαλλήνων ἀντιπράττοντος τούτου, ὅθεν ἐξέπλευσε τὸ πλοῖον, ἐνταῦθα καὶ καταπλεῖν αὐτό, τὴν μὲν ναῦν οἱ ἐπὶ τῇ νηὶ δεδανεικότες ἐνθένδʼ εὐθέως εἶχον, τὸν δὲ σῖτον ὁ ἠγορακὼς εἶχεν· ἦν δʼ οὗτος ὁ ἡμῖν τὰ χρήματʼ ὀφείλων.
证词当船只抵达这里后,由于凯法洛尼亚人顶住此人的反对,决定让船只驶回出航地,那些在本地对船只放贷的人便立即占有了船只,而购买了谷物的人则占有了谷物——此人正是欠我们钱的人。
μετὰ ταῦθʼ ἧκεν οὗτος ἔχων τὸν παρʼ ἡμῶν πεμφθέντα πρεσβευτήν, τὸν Ἀριστοφῶντα, καὶ ἠμφεσβήτει τοῦ σίτου, φάσκων Ἡγεστράτῳ δεδανεικέναι.
此后,被告带着我们派遣的代理人阿里斯托丰来到这里,争夺谷物的所有权,声称他曾借钱给赫格斯特拉托斯。
§15τί λέγεις, ἄνθρωπε;
「你在胡说些什么,你这人?
εὐθέως ὁ Πρῶτος (τοῦτο γὰρ ἦν τοὔνομα τῷ τὸν σῖτον εἰσαγαγόντι, τῷ τὰ χρήμαθʼ ἡμῖν ὀφείλοντι) σὺ χρήματα δέδωκας Ἡγεστράτῳ, μεθʼ οὗ τοὺς ἄλλους ἐξηπάτηκας, ὅπως δανείσηται, καὶ σοὶ πολλάκις λέγοντος ὅτι τοῖς προϊεμένοις ἀπολεῖται τὰ χρήματα;
」进口谷物、欠我们钱的普罗托斯(这是他的名字)当即说道,「你把钱给了赫格斯特拉托斯? 你曾和他共谋欺骗他人以便他能借到钱,而且他多次对你说过借钱给他们的人终将血本无归。
σὺ οὖν ταῦτʼ ἀκούων αὐτὸς ἂν προήκω;
既然你听到了这些话,你还会自己把钱借给他吗?
ἔφη καὶ ἀναιδὴς ἦν.
」他声称自己借了,极其厚颜无耻。
οὐκοῦν εἰ τὰ μάλιστʼ ἀληθῆ λέγεις, τῶν παρόντων τις ὑπέλαβεν, ὁ σὸς κοινωνὸς καὶ πολίτης, ὁ Ἡγέστρατος, ὡς ἔοικεν, ἐξηπάτηκέν σε, καὶ ὑπὲρ τούτων αὐτὸς αὑτῷ θανάτου τιμήσας ἀπόλωλεν.
「那么,即使你说的完全是真话,」在场的一人插话道,「看来你的同伙兼同乡赫格斯特拉托斯也是欺骗了你,并且他因这些罪行而自判死刑、一命呜呼了。
§16καὶ ὅτι γʼ, ἔφη τις τῶν παρόντων, ἁπάντων ἐστὶ συνεργὸς οὗτος ἐκείνῳ, σημεῖον ὑμῖν ἐρῶ·
」「而且,为了向你们证明此人确实在一切事情上都是那人的共犯,」在场的另一人说,「我将向你们提供一个证据。
πρὸ γὰρ τοῦ διακόπτειν ἐπιχειρῆσαι τὴν ναῦν, τίθενται πρός τινα τῶν συμπλεόντων οὗτος καὶ ὁ Ἡγέστρατος συγγραφήν.
因为在企图凿穿船只之前,此人和赫格斯特拉托斯曾向一名随行乘客存入了一份协议。
καίτοι εἰ μὲν εἰς πίστιν ἔδωκας, τί πρὸ τοῦ κακουργήματος ἂν τὰ βέβαιʼ ἐποιοῦ;
然而,如果你信任他,为什么要在作案前建立这种保障?
εἰ δʼ ἀπιστῶν ἐτύγχανες, τί οὐχ, ὥσπερ οἱ ἄλλοι, τὰ δίκαιʼ ἐλάμβανες ἐν τῇ γῇ;
如果你当时并不信任他,为什么不像素来众人那样,在陆地上确立你的合法权益呢? 」

词汇与语法注释

  1. §9ὃν οὐδʼ ἂν εἷς ἐλθεῖν ᾤετο δεῦρο τολμῆσαι — 关系代词 ὃν 是 ᾤετο 所带宾格不定式结构中 τολμῆσαι 的逻辑主语(宾格),并被提前至关系从句的句首(前置/超位现象)。
  2. §11ἀτύχημʼ οὐδὲν ἔλαττον... ἢ τὸ ἐξ ἀρχῆς πονηροῖς ἀνθρώποις συμμεῖξαι — 名词 ἀτύχημα 作为前句动作的同位语,表示一种结果,即“这带来了一个不亚于……的厄运”。
  3. §12ὁρῶντες ἑαυτοῖς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρήστην — 与格 ἑαυτοῖς 是表示(不)利益或占有的与格,修饰名词 χρήστην(债务人),意为“看到自己手头只剩下一个恶棍作为债务人,而不是自己的资金”。

引用这一段

狄摩西尼, 控诉芝诺塞米斯 §9-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg032.humanitext-grc2:9-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。