Humanitext Reader

狄摩西尼 · 控诉奥涅托尔一 §9-16

关于未付嫁妆与虚假离婚的论证

第 2 段,共 5 段 · 希腊语

内容简介

原告出示证据和证言,证明奥涅托尔与阿福布斯之间从未实际支付过嫁妆,而只是形式上将其作为债务处理,并结合时间线和常理反驳了他们关于离婚说法的可信度。

§9καὶ τὰ μὲν γενόμενα, καὶ διʼ ἃ φεύγει τὴν δίκην καὶ περὶ ὧν οἴσετε τὴν ψῆφον, ταῦτʼ ἐστίν, ὦ ἄνδρες δικασταί·
诸位陪审官,所发生的事实、他被提起诉讼的原因以及你们将要投票表决的事项,就是这些。
παρέξομαι δὲ μάρτυρας πρῶτον μὲν αὐτὸν Τιμοκράτην, ὡς ὡμολόγησεν ὀφειλήσειν τὴν προῖκα καὶ τὸν τόκον ἀπεδίδου τῆς προικὸς Ἀφόβῳ κατὰ τὰς ὁμολογίας, ἔπειθʼ ὡς αὐτὸς Ἄφοβος ὡμολόγει κομίζεσθαι τὸν τόκον παρὰ Τιμοκράτους.
我将首先提请提摩克拉底本人作为证人,证明他曾同意欠下这笔嫁妆,并按照协议向阿福布斯支付嫁妆的利息;其次提请阿福布斯本人作为证人,证明他曾承认从提摩克拉底那里收到利息。
καί μοι λαβὲ τὰς μαρτυρίας.
请帮我拿取证词。
ΜΑΡΤΥΡΙΑΙ. §10ἐξ ἀρχῆς μὲν τοίνυν ὁμολογεῖται μὴ δοθῆναι τὴν προῖκα μηδὲ γενέσθαι κύριον αὐτῆς Ἄφοβον.
\n\n[证词]\n\n 那么,从一开始大家就承认嫁妆并没有支付,阿福布斯也没有成为这笔嫁妆的拥有者。
δῆλον δὲ καὶ ἐκ τῶν εἰκότων ὅτι τούτων ἕνεχʼ ὧν εἴρηκα ὀφείλειν εἵλοντο μᾶλλον ἢ καταμεῖξαι τὴν προῖκʼ εἰς τὴν οὐσίαν τὴν Ἀφόβου τὴν οὕτω κινδυνευθήσεσθαι μέλλουσαν.
从常理来看,显而易见,正是因为我所说过的这些原因,他们才选择欠债,而不是将嫁妆混入阿福布斯那即将面临如此风险的财产中。
οὔτε γὰρ διʼ ἀπορίαν οἷόν τʼ εἰπεῖν ὡς οὐκ εὐθὺς ἀπέδοσαν (Τιμοκράτει τε γάρ ἐστιν οὐσία πλέον ἢ δέκα ταλάντων, Ὀνήτορί τε πλέον ἢ τριάκοντα, ὥστʼ οὐκ ἂν διὰ τοῦτό γʼ εἶεν οὐκ εὐθὺς δεδωκότες) οὔτε κτήματα μὲν ἦν αὐτοῖς, §11ἀργύριον δʼ οὐκ ἔτυχεν παρόν, ἡ γυνὴ δʼ ἐχήρευεν, διὸ πρᾶξαι ταῦτʼ ἠπείχθησαν οὐχ ἅμα τὴν προῖκα διδόντες·
因为不能说他们是因为贫困才没有立即支付(因为提摩克拉底拥有超过十个塔兰同的财产,奥涅托尔拥有超过三十个塔兰同,所以他们绝不会至少因为这个原因而没有立即支付);也不能说他们虽然拥有不动产,但手头刚好没有现银,且该妇人正处于守寡状态,因而他们急于办理这些婚事,来不及同时给付嫁妆。
ἀργύριόν τε γὰρ οὗτοι δανείζουσιν ἄλλοις οὐκ ὀλίγον, συνοικοῦσάν τε ταύτην, ἀλλʼ οὐ χηρεύουσαν παρὰ Τιμοκράτους ἐξέδοσαν, ὥστʼ οὐδʼ ἂν ταύτην τὴν σκῆψιν εἰκότως αὐτῶν τις ἀποδέξαιτο.
因为这些人向他人借出的现银绝非小数,而且他们是在这名妇人正与提摩克拉底共同生活时将她嫁出的,而不是在正处于守寡状态时,因此任何人也不会合理地接受他们这一借口。
§12καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, κἀκεῖνʼ ἂν πάντες ὁμολογήσαιτε, ὅτι τοιοῦτον πρᾶγμα συναλλάττων ὁστισοῦν ἕλοιτʼ ἂν ἑτέρῳ μᾶλλον ὀφείλειν ἢ κηδεστῇ τὴν προῖκα μὴ ἀποδοῦναι.
而且,诸位陪审官,你们所有人也会同意这一点:任何进行此类交易的人,都宁愿欠别人的债,也不愿不把嫁妆支付给自己的姻亲。
μὴ διαλυσάμενος μὲν γὰρ γίγνεται χρήστης ἄδηλος εἴτʼ ἀποδώσει δικαίως εἴτε μή, μετὰ δὲ τῆς γυναικὸς τἀκείνης ἀποδοὺς οἰκεῖος καὶ κηδεστής·
因为如果不清偿债务,他就成了一个不确定的债务人,不知道他是否会公正地偿还;但如果他把属于女方的份额随同她一起支付了,他就会成为真正的亲属和姻亲。
§13ἐν οὐδεμιᾷ γάρ ἐστιν ὑποψίᾳ τὰ δίκαια πάντα ποιήσας.
因为一个履行了所有正当义务的人是不会受到任何怀疑的。
ὥσθʼ οὕτως τοῦ πράγματος ἔχοντος, καὶ τούτων οὐδὲ καθʼ ἓν ὧν εἶπον ὀφείλειν ἀναγκασθέντων, οὐδὲ βουληθέντων ἄν, οὐκ ἔστʼ εἰπεῖν ἄλλην πρόφασιν διʼ ἣν οὐκ ἀπέδοσαν, ἀλλʼ ἀνάγκη ταύτην εἶναι τὴν αἰτίαν, διʼ ἣν δοῦναι τὴν προῖκʼ οὐκ ἐπίστευσαν.
因此,既然事情的状况是这样,而且他们并没有因为我所说的任何一个原因而被强迫欠债,他们自己也绝不会愿意这样做,那么就无法说出他们不支付的任何其他借口,而必定是这个原因:他们不信任他,因而没有交出嫁妆。
§14ἐγὼ τοίνυν ὁμολογουμένως οὕτω ταῦτʼ ἐξελέγχων, ὡς οὐδʼ ὕστερον ἀπέδοσαν, οἶμαι ῥᾳδίως ἐπιδείξειν ἐξ αὐτῶν τῶν πεπραγμένων, ὥσθʼ ὑμῖν γενέσθαι φανερόν, ὅτι κἂν εἰ μὴ ἐπὶ τούτοις, ἀλλʼ ἐπὶ τῷ διὰ ταχέων ἀποδοῦναι τἀργύριον εἶχον, οὐκ ἄν ποτʼ ἀπέδοσαν οὐδʼ ἂν προεῖντο·
因此,既然我如此确凿地证明了他们后来也没有支付,我认为从他们所做的事情本身就可以轻易地向你们表明:即使他们持有这笔银钱不是基于这些条件,而是基于尽快支付的条件,他们也绝不会支付,也绝不会放手。
τοιαύτας ἀνάγκας εἶχεν αὐτοῖς τὸ πρᾶγμα.
因为这桩交易对他们来说具有这样的必然性。
§15δύο μὲν γάρ ἐστιν ἔτη τὰ μεταξὺ τοῦ συνοικῆσαί τε τὴν γυναῖκα καὶ φῆσαι τούτους πεποιῆσθαι τὴν ἀπόλειψιν·
因为在妇人开始共同生活和他们声称办理离婚之间有两年的时间。
ἐγήματο μὲν γὰρ ἐπὶ Πολυζήλου ἄρχοντος σκιροφοριῶνος μηνός, ἡ δʼ ἀπόλειψις ἐγράφη ποσιδεῶνος μηνὸς ἐπὶ Τιμοκράτους·
她是在聚泽洛斯担任执政官的斯基罗佛里昂月结婚的,而离婚登记则是在提摩克拉底担任执政官的波希德昂月。
ἐγὼ δʼ εὐθέως μετὰ τοὺς γάμους δοκιμασθεὶς ἐνεκάλουν καὶ λόγον ἀπῄτουν, καὶ πάντων ἀποστερούμενος τὰς δίκας ἐλάγχανον ἐπὶ τοῦ αὐτοῦ ἄρχοντος.
我在婚礼后立刻通过了成年审查,对他们提出控告并要求核账,在被剥夺了一切财产的情况下,我在同一位执政官任内提起了诉讼。
§16ὁ δὴ χρόνος οὗτος ὀφειλῆσαι μὲν ἐνδέχεται κατὰ τὰς ὁμολογίας, ἀποδοῦναι δʼ οὐκ ἔχει πίστιν.
事实上,这段时间确实可能符合协议中的欠债情况,但对于已经支付这一点却毫无可信度。
ὃς γὰρ διὰ ταῦτʼ ἐξ ἀρχῆς ὀφείλειν εἵλετο καὶ τόκον φέρειν, ἵνα μὴ κινδυνεύοι ἡ προὶξ μετὰ τῆς ἄλλης οὐσίας, πῶς οὗτος ἂν ἀπέδωκεν ἤδη τὴν δίκην φεύγοντος;
因为,一个为了不让嫁妆与其他财产一同面临风险,而从一开始就选择欠债并支付利息的人,怎么会在阿福布斯已经面临诉讼时把钱付清呢?
ὃς εἰ καὶ τότʼ ἐπίστευσεν, τηνικαῦτʼ ἂν ἀπολαβεῖν ἐζήτησεν.
即使他当时信任他,在那种情况下,他也一定会寻求收回它。
οὐκ ἔνεστι δήπουθεν, ὦ ἄνδρες δικασταί.
诸位陪审官,这绝无可能。

词汇与语法注释

  1. §10ὀφείλειν — 不定式 ὀφείλειν(欠债)指的是提摩克拉底与阿福布斯达成的协议,即在不实际交付嫁妆的情况下将其作为未付债务保留。与“混入阿福布斯的财产”(καταμεῖξαι)相对,它表示将嫁妆保留为书面债务而非转移实际资金。
  2. §14κἂν εἰ μὴ ἐπὶ τούτοις, ἀλλʼ ἐπὶ τῷ διὰ ταχέων ἀποδοῦναι τἀργύριον εἶχον — 这是一个反事实条件句(εἰ + 直陈式过去时 εἶχον,主句使用 ἄν + 直陈式过去时 οὐκ ἂν ἀπέδοσαν)。动词 εἶχον 的宾语是“这笔银钱”(τἀργύριον,从上下文补充)。意思是“即使他们持有这笔银钱不是基于这些(安全保障的)条件,而是基于尽快支付的条件,他们也绝不会支付。”
  3. §16ὃς εἰ καὶ τότʼ ἐπίστευσεν, τηνικαῦτʼ ἂν ἀπολαβεῖν ἐζήτησεν — 关系代词 ὃς(指代奥涅托尔)作为主语,同时支配条件从句(εἰ καὶ... ἐπίστευσεν)和主句(τηνικαῦτʼ 篡 ἂν... ἐζήτησεν)。从 ἐπίστευσεν(信任,即“实际支付了嫁妆”)到 ἀπολαβεῖν(收回)的转变表明了这样一种逻辑:即使奥涅托尔当时信任阿福布斯并支付了钱,一旦阿福布斯面临诉讼,奥涅托尔也一定会试图收回这笔钱。

引用这一段

狄摩西尼, 控诉奥涅托尔一 §9-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg030.humanitext-grc2:9-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。