§1περὶ πολλοῦ ποιούμενος, ὦ ἄνδρες δικασταί, μήτε πρὸς Ἄφοβόν μοι συμβῆναι τὴν γενομένην διαφορὰν μήτε τὴν νῦν οὖσαν πρὸς Ὀνήτορα τουτονί, κηδεστὴν ὄντʼ αὐτοῦ, πολλὰ καὶ δίκαια προκαλεσάμενος ἀμφοτέρους, οὐδενὸς ἐδυνήθην τυχεῖν τῶν μετρίων, ἀλλʼ ηὕρηκα πολὺ τοῦτον ἐκείνου δυσκολώτερον καὶ μᾶλλον ἄξιον ὄντα δοῦναι δίκην.
诸位陪审官,我非常希望既不与阿福布斯发生已经产生的纠纷,也不与他的姻亲——眼前的这个奥涅托尔发生现在的纠纷;尽管我对双方提出了许多公正的建议,却未能获得任何合理的解决,反而发现这个人和那个人相比要难对付得多,也更应该受到惩罚。
§2τὸν μὲν γὰρ οἰόμενος δεῖν ἐν τοῖς φίλοις διαδικάσασθαι τὰ πρὸς ἐμὲ καὶ μὴ λαβεῖν ὑμῶν πεῖραν οὐχ οἷός τʼ ἐγενόμην πεῖσαι· τοῦτον δʼ αὐτὸν αὑτῷ κελεύων γενέσθαι δικαστήν, ἵνα μὴ παρʼ ὑμῖν κινδυνεύσῃ, τοσοῦτον κατεφρονήθην, ὥστʼ οὐχὶ μόνον λόγου τυχεῖν οὐκ ἠξιώθην, ἀλλὰ καὶ ἐκ τῆς γῆς, ἣν Ἄφοβος ἐκέκτηθʼ ὅτʼ ὠφλίσκανέ μοι τὴν δίκην, ὑβριστικῶς ὑπʼ αὐτοῦ πάνυ ἐξεβλήθην.
因为对于那个人,我认为有必要在朋友之间解决与我的争端,而不去接受你们的审判,但我却无法说服他;而对于这个人,我劝他自己做自己的裁判官,以免在你们面前冒险,结果我却受到如此的藐视,不仅不被认为值得给予申诉的机会,甚至还被他蛮横地赶出了那块土地——这块土地是阿福布斯在对我败诉时所拥有的。
§3ἐπειδὴ οὖν συναποστερεῖ τέ με τῶν ὄντων τῷ ἑαυτοῦ κηδεστῇ, πιστεύων τʼ εἰς ὑμᾶς εἰσελήλυθεν ταῖς αὑτοῦ παρασκευαῖς, ὑπόλοιπόν ἐστιν ἐν ὑμῖν πειρᾶσθαι παρʼ αὐτοῦ τῶν δικαίων τυγχάνειν.
因此,既然他与自己的姻亲联手剥夺我的财产,并且凭借自己的筹划充满信心地来到你们面前,那么剩下的就只有在你们面前努力从他那里获得公正了。
οἶδα μὲν οὖν, ὦ ἄνδρες δικασταί, ὅτι μοι πρὸς παρασκευὰς λόγων καὶ μάρτυρας οὐ τἀληθῆ μαρτυρήσοντας ὁ ἀγών ἐστιν· ὅμως μέντοι τοσοῦτον οἶμαι διοίσειν τῷ δικαιότερα τούτου λέγειν, §4ὥστʼ εἰ καί τις ὑμῶν πρότερον τοῦτον ἡγεῖτʼ εἶναι μὴ πονηρόν, ἔκ γε τῶν πρὸς ἐμὲ πεπραγμένων γνώσεσθαι, ὅτι καὶ τὸν ἄλλον χρόνον ἐλάνθανεν αὐτὸν κάκιστος ὢν καὶ ἀδικώτατος ἁπάντων.
诸位陪审官,我知道我的斗争是针对其言辞的伪装和那些不愿吐露真言的证人;然而,我相信通过陈述比他更公正的事实,我将在如此程度上胜过他,以至于即使你们中有人以前认为他不是个恶人,也能从他对我的所作所为中了解到,在过去的时间里,他一直隐瞒着自己是所有人中最邪恶、最不公的人。
ἀποδείξω γὰρ αὐτὸν οὐ μόνον τὴν προῖκʼ οὐ δεδωκότα, ἧς φησι νῦν ἀποτετιμῆσθαι τὸ χωρίον, ἀλλὰ καὶ ἐξ ἀρχῆς τοῖς ἐμοῖς ἐπιβουλεύσαντα, καὶ πρὸς τούτοις τὴν μὲν γυναῖκʼ οὐκ ἀπολελοιπυῖαν, ὑπὲρ ἧς ἐξήγαγέ μʼ ἐκ ταύτης τῆς γῆς, §5προϊστάμενον δʼ ἐπʼ ἀποστερήσει τῶν ἐμῶν Ἀφόβου καὶ τούτους ὑπομένοντα τοὺς ἀγῶνας, οὕτω μεγάλοις τεκμηρίοις καὶ φανεροῖς ἐλέγχοις ὥσθʼ ὑμᾶς ἅπαντας εἴσεσθαι σαφῶς ὅτι δικαίως καὶ προσηκόντως οὗτος φεύγει ταύτην ὑπʼ ἐμοῦ τὴν δίκην.
因为我将证明,他不仅没有支付他现在声称以此作为土地抵押的嫁妆,而且从一开始就在图谋我的财产,此外,他以此为借口将我逐出这片土地的那位妻子,实际上并没有离开她的丈夫,并且他是为了剥夺我的财产而为阿福布斯出头,并承受这些诉讼的;我将用如此重大且显而易见的证据和反驳来证明这一点,以至于你们所有人都会清楚地知道,他被我提起这项诉讼并成为被告是完全正当和理所当然的。
ὅθεν δὲ ῥᾷστα μαθήσεσθε περὶ αὐτῶν, ἐντεῦθεν ὑμᾶς καὶ ἐγὼ πρῶτον πειράσομαι διδάσκειν.
我将首先尝试从你们最容易理解这些事情的地方开始引导你们。
§6ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, πολλούς τʼ ἄλλους Ἀθηναίων καὶ τοῦτον οὐκ ἐλάνθανον κακῶς ἐπιτροπευόμενος, ἀλλʼ ἦν καταφανὴς εὐθὺς ἀδικούμενος· τοσαῦται πραγματεῖαι καὶ λόγοι καὶ παρὰ τῷ ἄρχοντι καὶ παρὰ τοῖς ἄλλοις ἐγίγνονθʼ ὑπὲρ τῶν ἐμῶν.
诸位陪审官,我遭受恶劣的监护掠夺一事,不仅许多其他雅典人知道,这个人也同样清楚,而我立刻就显露出受到了不公的对待;在执政官和其他人面前,围绕着我的财产进行了如此多的交涉和争论。
τό τε γὰρ πλῆθος τῶν καταλειφθέντων ἦν φανερόν, ὅτι τʼ ἀμίσθωτον τὸν οἶκον ἐποίουν οἱ διαχειρίζοντες, ἵνʼ αὐτοὶ τὰ χρήματα καρποῖντο, οὐκ ἄδηλον ἦν.
因为被遗留下来的财产数量之大显而易见,而那些管理人员为了能亲自享用这些资金的收益,故意使房屋保持不租状态,这也是不言而喻的。
ὥστʼ ἐκ τῶν γιγνομένων οὐκ ἔσθʼ ὅστις οὐχ ἡγεῖτο τῶν εἰδότων δίκην με λήψεσθαι παρʼ αὐτῶν, ἐπειδὴ τάχιστʼ ἀνὴρ εἶναι δοκιμασθείην.
因此,从发生的事情来看,在知情者中没有一个人不认为,一旦我被核准为成年男子,我就会立刻向他们讨回公道。
§7ἐν οἷς καὶ Τιμοκράτης καὶ Ὀνήτωρ ταύτην ἔχοντες διετέλεσαν τὴν διάνοιαν.
在这些人当中,提摩克拉底和奥涅托尔也一直持有这种看法。
τεκμήριον δὲ πάντων μέγιστον· οὗτος γὰρ ἐβουλήθη μὲν Ἀφόβῳ δοῦναι τὴν ἀδελφήν, ὁρῶν τῆς θʼ αὑτοῦ πατρῴας οὐσίας καὶ τῆς ἐμῆς οὐκ ὀλίγης αὐτὸν κύριον γεγενημένον, προέσθαι δὲ τὴν προῖκʼ οὐκ ἐπίστευσεν, ὥσπερ εἰ τὰ τῶν ἐπιτροπευόντων χρήματʼ ἀποτίμημα τοῖς ἐπιτροπευομένοις καθεστάναι νομίζων.
以下就是所有证据中最大的一点:这个人虽然因为看到阿福布斯掌控了他自己的祖传财产以及我那为数不少的财产,而愿意将自己的妹妹嫁给阿福布斯,但他并不信任阿福布斯,以至于不敢实际交出嫁妆,仿佛他认为监护人的财产理所当然地被确立为对被监护人的担保。
ἀλλὰ τὴν μὲν ἀδελφὴν ἔδωκεν, τὴν δὲ προῖκʼ αὐτῷ Τιμοκράτης ἐπὶ πέντʼ ὀβολοῖς ὀφειλήσειν ὡμολόγησεν, ᾧ πρότερον ἡ γυνὴ συνοικοῦσʼ ἐτύγχανεν.
然而,他虽然把妹妹嫁了过去,但至于嫁妆,先前与该妇人共同生活的提摩克拉底,则同意以五奥博尔的利息将这笔嫁妆作为债务欠着阿福布斯。
§8ὀφλόντος δέ μοι τὴν δίκην Ἀφόβου τῆς ἐπιτροπῆς καὶ οὐδὲν δίκαιον ποιεῖν ἐθέλοντος, διαλύειν μὲν ἡμᾶς Ὀνήτωρ οὐδʼ ἐπεχείρησεν, οὐκ ἀποδεδωκὼς δὲ τὴν προῖκα, ἀλλʼ αὐτὸς κύριος ὤν, ὡς ἀπολελοιπυίας τῆς ἀδελφῆς καὶ δοὺς κομίσασθαι δʼ οὐ δυνάμενος, ἀποτιμήσασθαι φάσκων τὴν γῆν ἐξάγειν μʼ ἐξ αὐτῆς ἐτόλμησεν·
但是,当阿福布斯在监护诉讼中对我败诉,且不愿履行任何正义的义务时,奥涅托尔甚至都没有试图调解我们;相反,他明明没有支付嫁妆、而是自己掌握着它,却以妹妹已经离婚、且自己虽然支付了却无法收回为由,声称已将该土地作抵押,竟敢将我从那片土地上赶走。
τοσοῦτον καὶ ἐμοῦ καὶ ὑμῶν καὶ τῶν κειμένων νόμων κατεφρόνησεν.
他是如此彻底地蔑视我、蔑视你们、也蔑视既有的法律。