§25φέρε δή, ὦ ἄνδρες δικασταί, καὶ τὴν γυναῖχʼ ὑμῖν ἀποδείξω λόγῳ μὲν ἀπολελοιπυῖαν, ἔργῳ δὲ συνοικοῦσαν Ἀφόβῳ·
那么,诸位陪审官,现在让我向你们证明,那名妇人虽然在名义上已经离婚,但在实际上仍然与阿福布斯同居。
νομίζω γάρ, ἂν τοῦτʼ ἀκριβῶς μάθητε, μᾶλλον ὑμᾶς τούτοις μὲν ἀπιστήσειν, ἐμοὶ δʼ ἀδικουμένῳ τὰ δίκαια βοηθήσειν.
因为我相信,如果你们能准确了解这一点,你们就会更加不信任他们,而会向遭受不公待遇的我伸出手来以维护正义。
μάρτυρας δὲ τῶν μὲν ὑμῖν παρέξομαι, τῶν δʼ ἐπιδείξω μεγάλα τεκμήρια καὶ πίστεις ἱκανάς.
关于这些事情,有些我会向你们提供证人,有些我则会展示重大的证据和充分的凭证。
§26ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, μετὰ τὸ γεγράφθαι παρὰ τῷ ἄρχοντι ταύτην τὴν γυναῖκʼ ἀπολελοιπυῖαν καὶ τὸ φάσκειν Ὀνήτορʼ ἀντὶ τῆς προικὸς ἀποτετιμῆσθαι τὸ χωρίον, ὁρῶν Ἄφοβον ὁμοίως ἔχοντα καὶ γεωργοῦντα τὴν γῆν καὶ τῇ γυναικὶ συνοικοῦντα, σαφῶς ᾔδειν ὅτι λόγος ταῦτα καὶ παραγωγὴ τοῦ πράγματός ἐστιν.
诸位陪审官,在这名妇人向执政官登记离婚、且奥涅托尔声称该土地已作为嫁妆的抵押物之后,我看到阿福布斯仍像以前一样占有该地、耕种土地并与那名妇人同居,我便清楚地知道,这些都只是空话,是对事实的掩盖和误导。
§27βουλόμενος δʼ ἐμφανῆ ποιῆσαι ταῦτα πᾶσιν ὑμῖν, ἐξελέγχειν αὐτὸν ἠξίουν ἐναντίον μαρτύρων, εἰ μὴ φάσκοι ταῦθʼ οὕτως ἔχειν, καὶ παρεδίδουν οἰκέτην εἰς βάσανον, ὃς συνῄδει πάντʼ ἀκριβῶς·
为了向你们所有人揭露这些,我要求在证人面前对他进行质问,如果他否认事实如此的话。
ὃν ἔλαβον κατὰ τὴν ὑπερημερίαν ἐκ τῶν Ἀφόβου.
为此,我提出交出一名清楚知晓一切细节的奴隶进行严刑审问,这名奴隶是我因阿福布斯逾期未付而从其财产中扣押出来的。
οὗτος δʼ ἐμοῦ ταῦτʼ ἀξιώσαντος, περὶ μὲν τοῦ συνοικεῖν Ἀφόβῳ τὴν ἀδελφὴν ἔφυγε τὴν βάσανον· ὡς δʼ οὐκ ἐκεῖνος ἐγεώργει τὴν γῆν, οὐκ ἐδύνατʼ ἀρνηθῆναι διὰ τὴν περιφάνειαν, ἀλλὰ προσωμολόγησεν.
然而,当我提出这一要求时,对于其姐是否与阿福布斯同居的问题,他逃避了对奴隶的审问;至于阿福布斯没有耕种土地这一点,他由于事实过于明显而无法否认,只好予以承认。
§28οὐ μόνον δʼ ἐκ τούτων ἦν ῥᾴδιον γνῶναι, ὅτι καὶ συνῴκει τῇ γυναικὶ καὶ τὸ χωρίον ἐκέκτητʼ ἔτι πρὶν γενέσθαι τὴν δίκην, ἀλλὰ καὶ ἐξ ὧν ὀφλὼν διεπράξατο περὶ αὐτῶν.
我们不仅能从这些事实中,轻易看出他在诉讼发生之前既与该妇人同居又依然占有该土地,而且还能从他在败诉后针对这些财产所做的事情中看出来。
ὡς γὰρ οὐκ ἀποτετιμηκώς, ἀλλʼ ἐμῶν ἐσομένων κατὰ τὴν δίκην, ἃ μὲν οἷόν τʼ ἦν ἐξενεγκεῖν, ᾤχετο λαβών, τοὺς καρποὺς καὶ τὰ σκεύη τὰ γεωργικὰ πάντα πλὴν τῶν πιθακνῶν·
因为他表现得好像并未将土地抵押出去,而是认为这些财产因诉讼结果将归我所有一样,他把所有可以运走的东西——除了大储酒罐以外的所有庄稼和农具——都席卷一空。
ὃ δʼ οὐχ οἷόν τʼ ἦν ἀνελεῖν, ἐξ ἀνάγκης ὑπέλιπεν, ὥστʼ ἐγγενέσθαι τούτῳ νῦν αὐτῆς τῆς γῆς ἀμφισβητεῖν.
而那些无法搬走的东西,他则被迫留了下来,这使得奥涅托尔如今能够对这块土地本身提出权属争议。
§29καίτοι δεινὸν τὸν μὲν λέγειν ὡς ἀπετιμήσατο τὸ χωρίον, τὸν δʼ ἀποτετιμηκότα φαίνεσθαι γεωργοῦντα, καὶ φάσκειν μὲν ἀπολελοιπέναι τὴν ἀδελφήν, ὑπὲρ αὐτῶν δὲ τούτων φανερὸν εἶναι φεύγοντα τοὺς ἐλέγχους, καὶ τὸν μὲν οὐ συνοικοῦντα, ὡς οὗτός φησιν, καὶ τοὺς καρποὺς καὶ τὰ ἐκ τῆς γεωργίας ἅπαντʼ ἐξενεγκεῖν, τὸν δʼ ὑπὲρ τῆς ἀπολελοιπυίας πράττοντα, ὑπὲρ ἧς ἀποτετιμῆσθαί φησι τὸ χωρίον, φαίνεσθαι μηδʼ ὑπὲρ ἑνὸς τούτων ἀγανακτοῦντα, ἀλλʼ ἡσυχίαν ἔχοντα.
然而,令人震惊的是,一方面有人说自己将土地抵押了出去,而那个抵押了土地的人却显而易见地在耕种它;一方面声称其姐已经离婚,却在这一点上显而易见地逃避检验;而那个此人声称并未与之同居的阿福布斯,却运走了所有的庄稼和农具,而那个代表已离婚妇人行事、并声称该土地是为她而抵押的人,却对这些事情中的任何一件都没有表现出愤怒,反而保持沉默。
§30ταῦτʼ οὐ πολλὴ περιφάνειʼ ἐστίν;
这难道不是极其显而易见的欺骗吗?
ταῦτʼ οὐχ ὁμολογουμένη προστασία;
这难道不是公然的串通包庇吗?
φήσειέ γʼ ἄν τις, εἰ διαλογίζοιτʼ ὀρθῶς ἕκαστʼ αὐτῶν.
任何人只要正确地推敲其中的每一个细节,都会这么说。
ὡς τοίνυν ὡμολόγει μὲν ἐκεῖνον γεωργεῖν πρὶν γενέσθαι τὴν δίκην ἐμοὶ πρὸς αὐτόν, ὑπὲρ δὲ τοῦ μὴ συνοικεῖν τὴν ἀδελφὴν οὐκ ἠθέλησεν ποιήσασθαι τὴν βάσανον, ἡ δὲ γεωργία ἐξεσκευάσθη μετὰ τὴν δίκην πλὴν τῶν ἐγγείων, λαβὲ ταύτας τὰς μαρτυρίας καὶ ἀνάγνωθι.
那么,为了证明他在我与他进行诉讼之前,承认了那个人在耕种土地,但对于其姐并未与对方同居这一点,他却不愿接受严刑审问的检验,并且在诉讼之后,除了土地上的固定物之外,所有的农具都被清空了,请拿取这些证词并宣读。
ΜΑΡΤΥΡΙΑΙ. §31ἐμοὶ τοίνυν τοσούτων ὑπαρχόντων τεκμηρίων, οὐχ ἥκιστʼ αὐτὸς ἔδειξεν Ὀνήτωρ, ὅτι οὐκ ἀληθινὴν ἐποιήσατο τὴν ἀπόλειψιν.
[证词]既然我有如此多的证据,奥涅托尔自己也最清楚地表明了他并没有真正地办理离婚。
ᾧ γὰρ προσῆκεν χαλεπῶς φέρειν, εἰ τὴν προῖκα δούς, ὥς φησιν, ἀντʼ ἀργυρίου χωρίον ἀμφισβητούμενον ἀπελάμβανεν, οὗτος οὐχ ὡς διάφορος οὐδʼ ὡς ἀδικούμενος, ἀλλʼ ὡς οἰκειότατος πάντων τὴν πρὸς ἐμὲ δίκην αὐτῷ συνηγωνίζετο.
因为,如果他像他所说的那样,在支付了嫁妆后,得到的却是一块有争议的土地而不是现金,那么理应感到怨恨的他,不仅没有表现得像个对手或受害者,反而像最亲近的家属一样,在针对我的诉讼中与阿福布斯并肩作战。
κἀμὲ μὲν συναποστερῆσαι μετʼ ἐκείνου τῶν πατρῴων ἐπεχείρησεν, καθʼ ὅσον αὐτὸς οἷός τʼ ἦν, ὑφʼ οὗ κακὸν οὐδʼ ὁτιοῦν ἦν πεπονθώς· Ἀφόβῳ δʼ, ὃν ἀλλότριον εἶναι προσῆκε νομίζειν, εἴ τι τούτων ἀληθὲς ἦν ὧν νῦν λέγουσιν, καὶ τἀμὰ πρὸς τοῖς ἐκείνου περιποιεῖν ἐζήτησεν.
而且,尽管他从未从我这里遭受过任何伤害,他却在自己能力所及的范围内,企图与阿福布斯勾结,剥夺我的父辈遗产;而对于阿福布斯,如果他们现在所说的话有半句属实,他本应视其为陌路人,却反而试图在保全对方财产的同时,连我的财产也一并为对方夺取。