§32καὶ οὐ μόνον ἐνταῦθα τοῦτʼ ἐποίησεν, ἀλλὰ καὶ κατεγνωσμένης ἤδη τῆς δίκης, ἀναβὰς ἐπὶ τὸ δικαστήριον ἐδεῖθʼ ἱκετεύων ὑπὲρ αὐτοῦ καὶ ἀντιβολῶν καὶ δάκρυσι κλάων ταλάντου τιμῆσαι, καὶ τούτου αὐτὸς ἐγίγνετʼ ἐγγυητής.
而且他不仅在当时这样做,甚至在判决已经下达之后,他还走上法庭,为他哀求、恳请、痛哭流涕,请求将罚金定为一塔兰同,并由他自己担任这笔款项的担保人。
καὶ ταῦθʼ ὁμολογούμενα μέν ἐστιν πολλαχόθεν (οἵ τε γὰρ ἐν τῷ δικαστηρίῳ τότε δικάζοντες καὶ τῶν ἔξωθεν παρόντων πολλοὶ συνίσασιν), ὅμως δὲ καὶ μάρτυρας ὑμῖν παρέξομαι.
这些事情从多方面得到了证实(当时在法庭里的裁判官以及许多旁听者都清楚此事),但尽管如此,我还是要向你们提供证人。
καί μοι λαβὲ ταύτην τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.
请帮我拿取这份证词。
§33ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ τεκμηρίῳ μεγάλῳ γνῶναι ῥᾴδιον, ὅτι τῇ ἀληθείᾳ συνῴκει καὶ οὐδέπω καὶ τήμερον ἀπολέλοιπεν.
此外,诸位陪审官,从一个重大的证据中很容易看出,实际上她一直与他同居,直至今日也未曾离婚。
αὕτη γὰρ ἡ γυνή, πρὶν μὲν ὡς Ἄφοβον ἐλθεῖν, μίαν ἡμέραν οὐκ ἐχήρευσεν, ἀλλὰ παρὰ ζῶντος Τιμοκράτους ἐκείνῳ συνῴκησεν, νῦν δʼ ἐν τρισὶν ἔτεσιν ἄλλῳ συνοικοῦσʼ οὐδενὶ φαίνεται.
因为这名妇人在来到阿福布斯处之前,连一天都没有守独身,而是在提摩克拉特斯还活着的时候就离开他,与阿福布斯同居;然而如今在长达三年的时间里,却未见她与任何其他男人同居。
καίτοι τῷ πιστόν, ὡς τότε μέν, ἵνα μὴ χηρεύσειεν, παρʼ ἀνδρὸς ὡς ἄνδρʼ ἐβάδιζεν, νῦν δʼ, εἴπερ ὡς ἀληθῶς ἀπολέλοιπεν, τοσοῦτον ἂν χρόνον χηρεύουσʼ ἠνείχετʼ ἐξὸν ἄλλῳ συνοικεῖν, τοῦ τʼ ἀδελφοῦ κεκτημένου τοσαύτην οὐσίαν, αὐτή τε ταύτην ἔχουσα τὴν ἡλικίαν;
然而,有谁会相信:当初为了不守独身,她从一个丈夫走向另一个丈夫;而如今,如果她真的已经离婚,在可以与他人同居的情况下,且其弟拥有如此丰厚的财产、她自己又正值这样的年纪,她竟能忍受守独身这么久?
§34οὐκ ἔχει ταῦτʼ ἀλήθειαν, ὦ ἄνδρες δικασταί, πιθανήν, ἀλλὰ λόγοι ταῦτʼ εἰσί, συνοικεῖ δʼ ἡ γυνὴ φανερῶς καὶ οὐκ ἐπικρύπτεται τὸ πρᾶγμα.
诸位陪审官,这些说辞毫无令人信服的真实性,纯属虚构,那名妇人显然正与他同居,此事并未隐瞒。
παρέξομαι δʼ ὑμῖν Πασιφῶντος μαρτυρίαν, ὃς ἀρρωστοῦσαν αὐτὴν θεραπεύων ἑώρα παρακαθήμενον Ἄφοβον ἐπὶ τούτου τοῦ ἄρχοντος, ἤδη τούτῳ ταυτησὶ τῆς δίκης εἰληγμένης.
我将向你们提供帕西丰的证词。 他在该妇人生病并为其治疗期间,看到阿福布斯陪伴在其病榻旁。 这发生在现任执政官任期内,当时针对阿福布斯的这起诉讼已经提起了。
καί μοι λαβὲ τὴν Πασιφῶντος μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.
请帮我拿取帕西丰的证词。
§35ἐγὼ τοίνυν εἰδώς, ὦ ἄνδρες δικασταί, καὶ μετὰ τὴν δίκην τοῦτον εὐθὺς ἀποδεδεγμένον τὰ ἐκ τῆς οἰκίας τῆς Ἀφόβου χρήματα, καὶ κύριον τῶν τʼ ἐκείνου καὶ τῶν ἐμῶν ἁπάντων γεγενημένον, καὶ συνοικοῦσαν τὴν γυναῖκα σαφῶς ἐπιστάμενος, τρεῖς θεραπαίνας ἐξῄτησʼ αὐτόν, αἳ συνοικοῦσάν τε τὴν γυναῖκʼ ᾔδεσαν καὶ τὰ χρήμαθʼ ὅτι παρὰ τούτοις ἦν, ἵνα μὴ λόγοι μόνον, ἀλλὰ καὶ βάσανοι περὶ αὐτῶν γίγνοιντο.
诸位陪审官,因此,我既然知道此人在诉讼后立即接管了阿福布斯家中的财产,并成为了对方财产及我所有财产的主宰,而且我也清楚地知道那名妇人正与他同居,我便向他索要三名女奴隶。 她们既知道该妇人正与他同居,也知道那些财产在他们手中,以便对这些事情不仅有言辞上的辩驳,而且能通过严刑审问来进行检验。
§36οὗτος δʼ ἐμοῦ προκαλεσαμένου ταῦτα, καὶ πάντων τῶν παρόντων δίκαια λέγειν μʼ ἀποφηναμένων, οὐκ ἠθέλησεν εἰς τοῦτο τἀκριβὲς καταφυγεῖν, ἀλλʼ ὥσπερ ἑτέρων τινῶν ὄντων περὶ τῶν τοιούτων σαφεστέρων ἐλέγχων ἢ βασάνων καὶ μαρτυριῶν, οὔτε μάρτυρας παρεχόμενος τὴν προῖχʼ ὡς ἀπέδωκεν, οὔτʼ εἰς βάσανον ἐκδιδοὺς τὰς συνειδυίας περὶ τοῦ μὴ συνοικεῖν τὴν ἀδελφήν, ὅτι ταῦτʼ ἠξίουν, ὑβριστικῶς πάνυ καὶ προπηλακιστικῶς οὐκ εἴα μʼ αὑτῷ διαλέγεσθαι.
然而,当我向他提出这一要求,且在场的所有人都表明我的要求是公正的时候,他却不愿意诉诸这一精准的检验方法。 相反,仿佛关于此类事情还有比严刑审问和证词更清晰的其他检验方式似的,他既未提供证人来证明自己已退还嫁妆,也未将那些知晓其姐未同居内情的女奴隶交出来接受拷问。 正因为我提出了这些要求,他便以极其侮辱和傲慢的态度,甚至不容许我和他说话。
τούτου γένοιτʼ ἄν τις σχετλιώτερος ἄνθρωπος, ἢ μᾶλλον ἑκὼν τὰ δίκαιʼ ἀγνοεῖν προσποιούμενος;
还能有比此人更恶劣、或者更故意装作不懂何为公正的人吗?
λαβὲ δʼ αὐτὴν τὴν πρόκλησιν καὶ ἀνάγνωθι. ΠΡΟΚΛΗΣΙΣ.
请拿取那份挑战书并宣读。
§37ὑμεῖς τοίνυν καὶ ἰδίᾳ καὶ δημοσίᾳ βάσανον ἀκριβεστάτην πασῶν πίστεων νομίζετε, καὶ ὅπου ἂν δοῦλοι καὶ ἐλεύθεροι παραγένωνται, δέῃ δʼ εὑρεθῆναι τὸ ζητούμενον, οὐ χρῆσθε ταῖς τῶν ἐλευθέρων μαρτυρίαις, ἀλλὰ τοὺς δούλους βασανίζοντες, οὕτω ζητεῖτε τὴν ἀλήθειαν εὑρεῖν.
你们在私人生活和公共生活中,都认为严刑拷问是所有凭证中最准确的一种;无论何时,只要奴隶和自由人同时在场,且需要查明所探寻的事实,你们便不采用自由人的证词,而是通过拷问奴隶,以此种方式来寻求真相。
εἰκότως, ὦ ἄνδρες δικασταί· τῶν μὲν γὰρ μαρτυρησάντων ἤδη τινὲς οὐ τἀληθῆ μαρτυρῆσαι ἔδοξαν· τῶν δὲ βασανισθέντων οὐδένες πώποτʼ ἐξηλέγχθησαν, ὡς οὐκ ἀληθῆ τὰ ἐκ τῆς βασάνου εἶπον.
这理所当然,诸位陪审官;因为在那些作证的人当中,已经有一些人被判定未作真实的证言;但在那些受过拷问的人当中,至今从未有人被证明在拷问下说出过不实之词。
§38οὗτος δὲ τηλικαῦτα δίκαια φυγὼν καὶ σαφεῖς οὕτω καὶ μεγάλους ἐλέγχους παραλιπών, Ἄφοβον παρεχόμενος μάρτυρα καὶ Τιμοκράτην, τὸν μὲν ὡς ἀπέδωκε τὴν προῖκα, τὸν δʼ ὡς ἀπείληφεν, ἀξιώσει πιστεύεσθαι παρʼ ὑμῖν, ἀμάρτυρον τὴν πρὸς τούτους πρᾶξιν γεγενῆσθαι προσποιούμενος·
然而此人逃避了如此正当的途径,忽略了如此清晰且重大的检验,却提供阿福布斯和提摩克拉特斯作为证人——前者证明已退还嫁妆,后者证明已收回嫁妆——并企图以此让你们相信他,伪称他们之间的交易是在没有旁证的情况下进行的。
τοσαύτην ὑμῶν εὐήθειαν κατέγνωκεν.
他竟把你们当成了如此愚蠢的人!
§39ὅτι μὲν τοίνυν οὔτʼ ἀληθῆ οὔτʼ ἀληθείᾳ ἐοικότα λέξουσιν, καὶ ἐκ τοῦ ἐξ ἀρχῆς αὐτοὺς ὁμολογεῖν τὴν προῖκα μὴ δοῦναι, καὶ ἐκ τοῦ πάλιν ἄνευ μαρτύρων ἀποδεδωκέναι φάσκειν, καὶ ἐκ τοῦ τὸν χρόνον μὴ ἐγχωρεῖν ἀμφισβητουμένης ἤδη τῆς οὐσίας ἀποδοῦναι τἀργύριον, καὶ ἐκ τῶν ἄλλων ἁπάντων ἱκανῶς ἀποδεδεῖχθαι νομίζω.
因此,我认为,他们所要说的话既不真实,也不合情理,这一点已经得到了充分的证明:无论是从他们最初承认未给付嫁妆,还是从他们再次声称在无证人的情况下已退还嫁妆,以及从在财产已产生争议时时间上根本来不及退还这笔资金,乃至从所有其他情况来看,都是如此。