§46περὶ δὲ τοῦ μὴ καταλειφθῆναι τὰ χρήματʼ ἔνδον, βούλομαι σαφῶς ὑμῖν ἐπιδεῖξαι ψευδόμενον.
关于钱财没有留在屋里的主张,我想向你们清楚地表明他在撒谎。
τοῦτον γὰρ τὸν λόγον καθεῖκεν, ἐπειδὴ τὰ χρήματα μὲν πολλὰ πέφηνεν ὄντα, οὐκ ἔχει δʼ ἐπιδεῖξαι ταῦθʼ ὡς ἀποδέδωκεν, ἵνʼ ἐξ εἰκότος οὐδὲν προσῆκον ἡμῖν φανῇ κομίζεσθαι τά γʼ ὄντα παρʼ ἡμῖν.
他提出这一论点,是因为既然已经显明财产数额巨大,但他又无法表明自己已经交出了这些钱,以便让人们觉得,我们收回任何在我们手头的东西在情理上都是不合适的。
§47εἰ μὲν τοίνυν ὁ πατὴρ ἠπίστει τούτοις, δῆλον ὅτι οὔτʼ ἂν τἄλλʼ ἐπέτρεπεν, οὔτʼ ἂν ἐκεῖνʼ οὕτω καταλείπων αὐτοῖς ἔφραζεν· ὥστε πόθεν ἴσασιν;
如果我的父亲不信任他们,显然他既不会把其他事务托付给他们,也不会在以那种方式留下财产时告诉他们;那么,他们是怎么知道的呢?
εἰ δʼ ἐπίστευεν, οὐκ ἂν δήπου τὰ μὲν πλεῖστʼ αὐτοῖς τῶν χρημάτων ἐνεχείρισεν, τῶν δʼ οὐκ ἂν κυρίους ἐποίησεν.
但如果他信任他们,他绝不会把大部分钱财交到他们手中,却不让他们掌控其余的部分。
οὐδʼ ἂν τῇ μὲν μητρί μου ταῦτα φυλάττειν παρέδωκεν, αὐτὴν δὲ ταύτην ἑνὶ τῶν ἐπιτρόπων τούτῳ γυναῖκʼ ἠγγύησεν· οὐ γὰρ ἔχει λόγον, σῷσαι μὲν τὰ χρήματα διʼ ἐκείνης ζητεῖν, ἕνα δὲ τῶν ἀπιστουμένων ταύτης κἀκείνων κύριον ποιεῖν.
他也不会把这些东西交给我母亲保管,却又把这位母亲本人许配给这位身为监护人之一的被告为妻;因为,一方面试图通过她来保全钱财,另一方面却让一个不被信任的人成为她和那些钱财的主人,这是说不通的。
§48ἔτι δὲ τοῦτον, εἴ τι τούτων ἀληθὲς ἦν, οἴεσθʼ οὐκ ἂν αὐτὴν λαβεῖν δοθεῖσαν ὑπὸ τοῦ πατρός;
此外,如果这些话有一点是真的,你们认为,当父亲把她许配给大被告时,此人会不娶她吗?
ὃς τὴν μὲν προῖκʼ αὐτῆς ἤδη, τὰς ὀγδοήκοντα μνᾶς, ἔχων ὡς αὐτῇ συνοικήσων, τὴν Φιλωνίδου τοῦ Μελιτέως θυγατέρʼ ἔγημεν διʼ αἰσχροκερδίαν, ἵνα πρὸς αἷς εἶχεν παρʼ ἡμῶν, ἑτέρας ὀγδοήκοντα μνᾶς λάβοι παρʼ ἐκείνου· τεττάρων δὲ ταλάντων ἔνδον ὄντων καὶ ταῦτʼ ἐκείνης ἐχούσης, ὡς οὗτός φησιν, οὐκ ἂν ἡγεῖσθʼ αὐτὸν κἂν ἐπιδραμεῖν, ὥστε γενέσθαι μετʼ ἐκείνης αὐτῶν κύριον;
他已经拿了她那八十米纳的嫁妆,本打算与她同居,却因为贪婪而娶了皮罗尼德斯的女儿,以便在我们这里拿到的钱之外,再从那人那里拿到另外八十米纳;而如果真如此人所说,屋里有四塔兰托,且由她保管着,你们难道不认为他会飞奔过去,以便与她一起成为这笔钱的主人吗?
§49ἢ τὴν μὲν φανερὰν οὐσίαν, ἣν καὶ ὑμῶν πολλοὶ συνῄδεσαν ὅτι κατελείφθη, μετὰ τῶν συνεπιτρόπων οὕτως αἰσχρῶς διήρπασεν, ὧν δʼ οὐκ ἐμέλλεθʼ ὑμεῖς ἔσεσθαι μάρτυρες, ἀπέσχετʼ ἂν ἐξὸν αὐτῷ λαβεῖν;
或者,难道说,对于你们许多人也知道留了下来的显形财产,他会与共同监护人们一起如此可耻地加以掠夺,而对于你们不可能作证的那些财产,他本可以拿走,却反而会克制住不伸手吗?
καὶ τίς ἂν πιστεύσειεν;
谁会相信这事呢?
οὐκ ἔστι ταῦτʼ, ὦ ἄνδρες δικασταί, οὐκ ἔστιν· ἀλλὰ τὰ μὲν χρήματα, ὅσα κατέλιπεν ὁ πατήρ, ἐκείνῃ τῇ ἡμέρᾳ κατωρύττετο, ὅτʼ εἰς τὰς τούτων χεῖρας ἦλθεν, οὗτος δʼ οὐκ ἔχων ἂν εἰπεῖν ὅπου τι τούτων ἀπέδωκεν, ἵνʼ εὔπορος εἶναι δοκῶν μηδενὸς τύχω παρʼ ὑμῶν ἐλέου, τούτοις χρῆται τοῖς λόγοις.
绝非如此,审判官诸位,绝非如此;相反,我父亲留下的一切钱财,在落入他们手中的那一天起就被埋藏起来了,而此人由于说不出他在哪里交出了这些钱财的任何一部分,为了让我显得富有、从而得不到你们的任何同情,才使用了这些论调。
§50πολλὰ μὲν οὖν ἔγωγʼ ἔχω καὶ ἄλλα τούτου κατηγορεῖν· οὐκ ἐνδέχεται δέ μοι, τῷ μάρτυρι τοῦ κινδύνου περὶ τῆς ἐπιτιμίας ὄντος, περὶ ὧν αὐτὸς ἠδίκημαι λέγειν.
那么,关于此人,我还有许多其他可指控的事情;但是,既然证人面临着涉及公民权的危险,我就不便再谈论我自己所遭受的侵害了。
ἀλλὰ βούλομαι πρόκλησιν ὑμῖν ἀναγνῶναι· γνώσεσθε γὰρ ἐξ αὐτῆς ἀκούσαντες, τὰ μεμαρτυρημένʼ ὡς ἔστιν ἀληθῆ, καὶ τὸν Μιλύαν ὅτι νῦν μὲν περὶ πάντων φησὶν ἐξαιτεῖν, τὸ δὲ πρῶτον ὑπὲρ τριάκοντα μόνον μνῶν ἐξῄτει, καὶ προσέτι ζημιοῦται κατὰ τὴν μαρτυρίαν οὐδέν.
然而,我想向你们宣读一份挑战书;因为你们从听取这份挑战书中就会明白,所证实的确实是真实的,并且,尽管他现在声称要就所有财产要求交出米利亚斯,但起初他仅仅是为了三十米纳而要求交出他,而且他并没有因这份证词而蒙受任何损失。
§51ἐγὼ γὰρ πανταχῇ τοῦτον ἐλέγξαι βουλόμενος, καὶ τὰς τέχνας αὐτοῦ καὶ τὰς πανουργίας ἐμφανεῖς ὑμῖν καταστῆσαι πειρώμενος, ἠρόμην αὐτὸν πόσʼ εἴη τὰ χρήματα τὸ πλῆθος, καθʼ ἃ τὸν Μιλύαν ὡς συνειδότʼ ἐξῄτησεν· οὗτος δὲ ψευσάμενος περὶ πάντων ἔφησεν.
因为我希望在方方面面驳倒此人,并试图向你们揭露他的诡计和奸诈,于是我问他,他以米利亚斯知情为由要求交出他,其所涉及的钱财总额是多少;而他撒了谎,说是关于全部财产。
περὶ μὲν τοίνυν
ἔφην ἐγώ
τούτου παραδώσω σοι τὸν ἔχοντα τἀντίγραφα ὧν σύ με προὐκαλέσω.
我说:‘那么关于这一点,我会把那个保存着你向我提出的挑战书副本的人交给你。
§52προομόσαντος δέ μου τὸν ἄνθρωπον ὡς ὡμολόγησας ἐλεύθερον εἶναι καὶ κατὰ Δήμωνος ἐμαρτύρησας, ἂν ἀπομόσῃς τἀναντία τούτων κατὰ τῆς θυγατρός, ἀφίημί σοι πάνθʼ ὑπὲρ ὧν ἂν ἐξαιτήσας φανῇς τὸ πρῶτον βασανιζομένου τοῦ παιδός, καὶ τοσούτῳ σοι γενέσθω τὸ τίμημʼ ἔλαττον ὧν ὦφλες, καθʼ ἃ τὸν Μιλύαν ἐξῄτησας, ἵνα μηδὲν ζημιωθῇς παρὰ τοὺς μάρτυρας.
’ 在就该人曾被你承认是自由人、并作证指控德蒙这一事实先行宣誓之后,我说:‘如果你敢指着你的女儿发誓否认这些事,那么在拷问该童奴时,凡是表明你最初要求交出他所涉及的一切,我都对你免于追究;并且,你因败诉而应支付的赔偿金,将根据你要求交出米利亚斯所涉及的金额相应减少,以便使你不会因证人而蒙受任何损失。
§53ταῦτʼ ἐμοῦ προκαλεσαμένου πολλῶν παρόντων, οὐκ ἂν ἔφη ποιῆσαι.
’ 当我在众多旁听者面前提出这一挑战时,他却说他绝不这样做。
καίτοι ὅστις αὐτὸς αὑτῷ ταῦτʼ ἔφυγεν δικάσαι, πῶς ὑμᾶς χρὴ τοὺς ὀμωμοκότας τούτῳ πειθομένους καταγνῶναι τῶν μαρτύρων, ἀλλʼ οὐ τοῦτον ἀναισχυντότατον πάντων ἀνθρώπων εἶναι νομίζειν;
然而,一个连自己为自己裁决此事都临阵脱逃的人,宣誓过的你们又怎能听信他而判决证人有罪,而不是认为他是所有人中最厚颜无耻的呢?
ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, κάλει τούτων τοὺς μάρτυρας.
然而,为了证明我说的是实话,请传唤关于这些事的证人。
ΜΑΡΤΥΡΕΣ.
〔证人。 〕