Humanitext Reader

狄摩西尼 · 控诉阿波布斯三 §54-60

拒绝立誓与拷问及阿波博斯的连番败诉

第 8 段,共 8 段 · 希腊语

内容简介

演讲者揭露了阿波博斯拒绝宣誓和拷问奴隶以验证证言真实性的行为。他指出,阿波博斯在私人仲裁、公断和法庭审判中均告失败,并阐明了判处其赔偿十塔兰托的公正理由。

§54οὐ τοίνυν ἐγὼ μὲν ταῦθʼ ἕτοιμος ἦν, οἱ δὲ μάρτυρες οὐ τὴν αὐτὴν γνώμην ἐμοὶ εἶχον, ἀλλʼ ἐκεῖνοι παραστησάμενοι τοὺς παῖδας, ὑπὲρ ὧν ἐμαρτύρησαν, πίστιν ἐπιθεῖναι ἠθέλησαν κατʼ ἐκείνων.
因此,并非只有我准备好了这样做,而证人们与我的想法不同;相反,他们把他们为其作证的孩子们带到身边,愿意指着他们发下重誓。
ὁ δʼ οὔτʼ ἐκείνοις οὔτʼ ἐμοὶ δοῦναι τὸν ὅρκον ἠξίωσεν, ἀλλʼ ἐπὶ λόγοις μεμηχανημένοις καὶ μάρτυσιν οὐ τἀληθῆ μαρτυρεῖν εἰθισμένοις τὸ πρᾶγμα καταστήσας, ἐλπίζει ῥᾳδίως ὑμᾶς ἐξαπατήσειν.
然而,他既不愿向他们、也不愿向我提供这一誓言,而是将事情建立在捏造的言辞和习惯于作假证的证人之上,企图以此轻易地欺骗你们。
λάβʼ οὖν αὐτοῖς καὶ ταύτην τὴν μαρτυρίαν.
那么,请为他们也拿取这份证词。
ΜΑΡΤΥΡΙΑ.
〔证词。
§55πῶς οὖν ἄν τις σαφέστερον ἐξελέγξειεν συκοφαντουμένους ἡμᾶς καὶ καταμεμαρτυρημένα τἀληθῆ καὶ τὴν δίκην δικαίως ὠφλημένην, ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνύς;
〕那么,除了用这种方式证明以外,还有谁能更清楚地证明我们被诬告、真理已被证实、以及该案判决完全公正呢?
οἰκέτην τὸν τὴν μαρτυρίαν γράφοντʼ οὐκ ἐθελήσαντα τοῦτον βασανίζειν περὶ αὐτῶν τῶν μεμαρτυρημένων· αἴσιον τὸν ἀδελφὸν αὐτοῦ ταῦτα μεμαρτυρηκότα, ἅ φησιν εἶναι ψευδῆ· §56τοῦτον αὐτὸν ταὐτὰ τοῖς μάρτυσιν οὓς διώκει μεμαρτυρηκότα μοι κατὰ Δήμωνος, ὄντος αὐτῷ θείου καὶ συνεπιτρόπου· τὰς θεραπαίνας οὐκ ἐθελήσανθʼ ὑπὲρ τοῦ τὸν ἄνθρωπον ἐλεύθερον εἶναι βασανίζειν· τὴν μητέρα τὴν ἐμαυτοῦ πίστιν περὶ τούτων ἐπιθεῖναι καθʼ ἡμῶν ἐθέλουσαν· τῶν ἄλλων οἰκετῶν οὐκ ἐθέλοντα τοῦτον παραλαμβάνειν οὐδένα, τῶν πάντʼ εἰδότων μᾶλλον ἢ Μιλύας· τῶν μαρτύρων οἳ κατεμαρτύρουν χρήματʼ ἔχειν αὐτόν, οὐδενὶ τῶν ψευδομαρτυρίων ἐπεσκημμένον· §57τὴν διαθήκην οὐκ ἀποδόντα, οὐδὲ τὸν οἶκον μισθώσαντα τῶν νόμων κελευόντων· πίστιν ἐπιθεῖναι προομνύντος ἐμοῦ καὶ τῶν μαρτύρων, ὥστʼ ἀφεῖσθαι τοῦτον τῶν χρημάτων καθʼ ἃ τὸν Μιλύαν ἐξῄτησεν, οὐκ οἰηθέντα δεῖν;
首先,此人不愿意就所证实的那些事情拷问记录该证言的奴隶;其次,他的亲兄弟艾西奥斯证实了这些他声称是虚假的事情;此人自己也曾就与他现在所起诉的证人们相同的桩桩件件,在针对他的叔父兼共同监护人德蒙的诉讼中,作出了有利于我的证言;他不愿意为了证明该人是自由人而拷问那些女奴;我的母亲愿意就这些事指着我们的生命发下重誓;他不愿意接收其他任何奴隶,而那些人比米利亚斯更清楚一切情况;对于那些指证他占有钱财的证人,他没有起诉其中任何一个人犯有假证罪;他没有呈交遗嘱,也没有按照法律的规定将产业出租;在我和证人们先行宣誓,以使他免于支付他要求交出米利亚斯所涉及的钱财时,他却认为没有必要发誓?
μὰ τοὺς θεούς, ἐγὼ μὲν οὐκ ἂν ἔχοιμʼ ἐπιδεῖξαι ταῦτʼ ἀκριβέστερον ἢ τοῦτον τὸν τρόπον.
指着天神发誓,我确实无法用比这更精确的方式来表明这些事。
οὕτω τοίνυν φανερῶς τῶν μαρτύρων καταψευδόμενος καὶ ἐκ τῶν πραγμάτων οὐδὲν ζημιούμενος καὶ τὴν δίκην δικαίως ὠφληκώς, ὅμως ἀναισχυντεῖ.
因此,他虽然如此明显地诬捏证人,且并未因事实而蒙受任何损失,且案件也判得公正,但他依然厚颜无耻。
§58καὶ εἰ μὲν μὴ καὶ παρὰ τοῖς αὑτοῦ φίλοις καὶ παρὰ τῷ διαιτητῇ προεγνωσμένος ἀδικεῖν τούτους ἐποιεῖτο τοὺς λόγους, ἧττον ἂν ἦν ἄξιον θαυμάζειν· νῦν δʼ ἐπιτρέψαι με πείσας Ἀρχένεῳ καὶ Δρακοντίδῃ καὶ Φάνῳ τουτῳί, τῷ νῦν ὑπʼ αὐτοῦ φεύγοντι τῶν ψευδομαρτυρίων, τούτους μὲν ἀφῆκεν ἀκούσας αὐτῶν ὅτι, εἰ μεθʼ ὅρκου ταῦτα διαιτήσουσιν, καταγνώσονται τὴν ἐπιτροπήν, ἐπὶ τὸν κληρωτὸν δὲ διαιτητὴν ἐλθὼν καὶ οὐδὲν ἔχων ἀπολύσασθαι τῶν ἐγκεκλημένων ὦφλεν τὴν δίαιταν.
如果他不是在已经被他自己的朋友们和仲裁人判定为不义之后才说出这些话,那还不太令人惊异;然而现在,他劝说我将案件委托给阿凯内奥斯、德拉孔蒂德斯以及这里的法诺斯(此人现在因假证罪而被他起诉),但当他听他们说,如果他们宣誓裁决此事,他们将判定他的监护行为有罪时,他就撤回了对他们的委托;随后他去了抽签产生的公断人那里,由于没有任何办法洗刷指控,他在仲裁中败诉了。
§59οἱ δικασταὶ δʼ ἀκούσαντες, εἰς οὓς ἐφῆκεν, ταὐτὰ καὶ τοῖς τούτου φίλοις καὶ τῷ διαιτητῇ περὶ αὐτῶν ἔγνωσαν καὶ δέκα ταλάντων ἐτίμησαν, οὐ μὰ Δίʼ οὐχ ὅτι τὸν Μιλύαν ὡμολόγησεν εἶναι ἐλεύθερον (τοῦτο μὲν γὰρ οὐδὲν ἦν), ἀλλʼ ὅτι πεντεκαίδεκα ταλάντων οὐσίας μοι καταλειφθείσης τὸν μὲν οἶκον οὐκ ἐμίσθωσεν, δέκα δʼ ἔτη μετὰ τῶν συνεπιτρόπων διαχειρίσας πρὸς μὲν τὴν συμμορίαν ὑπὲρ παιδὸς ὄντος ἐμοῦ πέντε μνᾶς συνετάξατʼ εἰσφέρειν, ὅσονπερ Τιμόθεος ὁ Κόνωνος καὶ οἱ τὰ μέγιστα κεκτημένοι τιμήματʼ εἰσέφερον,
而他上诉的裁判官们在听取案情后,对这些事的判决与他的朋友们及仲裁人完全一致,并判定了十塔兰托的赔偿金。
§60χρόνον δὲ τοσοῦτον τὰ χρήματα ταῦτʼ ἐπιτροπεύσας, ὑπὲρ ὧν τηλικαύτην αὐτὸς εἰσφορὰν ἠξίου εἰσφέρειν, ἐμοὶ μὲν τὸ καθʼ αὑτὸν οὐδʼ εἴκοσι μνῶν ἄξια παρέδωκεν, μετὰ δʼ ἐκείνων ὅλα τὰ κεφάλαια καὶ τὰς ἐπικαρπίας ἀπεστέρηκεν.
这凭宙斯起誓,并不是因为他承认了米利亚斯是自由人(因为这根本算不得什么),而是因为,在我被留下了十五塔兰托的财产时,他没有将该产业出租,并且与共同监护人们一起管理了十年之久,而在我还是个孩子的时候,为了参加纳税组合,他同意替我缴纳五米纳的税款,这与科农之子蒂莫特奥斯以及拥有最大资产评估额的人所缴纳的数额完全相同,他监护了这笔他自己认为应当缴纳如此巨额税款的财产这么长时间,却仅向我移交了他个人名下价值连二十米纳都不到的财产,并且与那些人一起侵吞了全部本金和收益。
θέντες οὖν οἱ δικασταὶ τοῖς πᾶσι χρήμασιν οὐκ ἐφʼ ὅσῳ μισθοῦσιν τοὺς οἴκους τόκον, ἀλλʼ ὃς ἦν ἐλάχιστος, ηὗρον τὸ σύμπαν πλέον ἢ τριάκοντα τάλαντʼ αὐτοὺς ἀποστεροῦντας· διὸ τούτῳ τῶν δέκα ταλάντων ἐτίμησαν.
因此,裁判官们对全部财产不按通常出租产业的利率、而是按最低的利率计算了利息,发现他们总共剥夺了我三十多塔兰托的财产;正因如此,他们判定此人赔偿十塔兰托。

词汇与语法注释

  1. §55οἰκέτην τὸν τὴν μαρτυρίαν γράφοντʼ ... οὐκ οἰηθέντα δεῖν; — 从 §55 的 `οἰκέτην τὸν ...` 到 §57 的 `... οὐκ οἰηθέντα δεῖν;`,一系列“宾格+分词”及“宾格+不定式”的结构并列出现。它们都充当 §55 开头 `ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνύς;`(除了以这种方式证明以外……)中 `ἐπιδεικνύς`(证明/指出)的宾语,列举了阿波博斯自证其罪的种种具体事实。
  2. §58τῷ νῦν ὑπʼ αὐτοῦ φεύγοντι τῶν ψευδομαρτυρίων — 在诉讼语境中,动词 `φεύγω` 具有被动意义,表示“被告、被起诉”,并带表示起诉罪名(此处为假证罪)的属格 `των ψευδομαρτυρίων`。该句意指“现在被他(阿波博斯)以假证罪起诉的法诺斯”。
  3. §59οὐ μὰ Δίʼ οὐχ ὅτι ... ἀλλʼ ὅτι ... — 这是一个对比句式:“不是因为……(οὐχ ὅτι),而是因为……(ἀλλʼ ὅτι)”。它解释了裁判官判定赔偿十塔兰托的原因,强调这并非因为承认米利亚斯是自由人这一细枝末节,而是因为监护人们对十五塔兰托财产的严重侵吞和管理不善(具体事实详见从 §59 的 `ἀλλʼ ὅτι ...` 到 §60 的 `... ἀπεστέρηκεν`)。

引用这一段

狄摩西尼, 控诉阿波布斯三 §54-60. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg029.humanitext-grc2:54-60

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。