Humanitext Reader

狄摩西尼 · 为梅格洛玻利斯人申辩 §18-24

收复奥罗波斯与遏制斯巴达势力

第 3 段,共 4 段 · 希腊语

内容简介

演说者指出,与阿卡迪亚人结盟以阻止拉栖代梦人强大,不仅关乎雅典的长期安全,也有利于收复奥罗波斯。他强调,在不使拉栖代梦人强大的前提下削弱底比斯不仅完全可行,而且符合正义的基本原则。

§18ἐγὼ δὲ νομίζω τὴν πόλιν, πρῶτον μὲν καὶ χωρὶς τοῦ καθυφεῖναι Λακεδαιμονίοις τινὰς Ἀρκάδων, Ὠρωπὸν ἂν κομίσασθαι, καὶ μετʼ ἐκείνων, ἂν τὰ δίκαια ποιεῖν ἐθέλωσι, καὶ μετὰ τῶν ἄλλων τῶν οὐκ οἰομένων δεῖν Θηβαίους ἐᾶν ἔχειν τἀλλότρια.
我认为,首先,即使不向拉栖代梦人妥协并放弃任何阿卡迪亚人,我们的城邦也能收复奥罗波斯。 如果拉栖代梦人愿意行正义之事,我们就能与他们一起收复;我们也能与那些同样认为不应容许底比斯人占有他人领土的人一起收复。
εἰ δʼ ἄρα τοῦτʼ εὔδηλον ἡμῖν γένοιτο, ὅτι μὴ Λακεδαιμονίους ἐῶντες τὴν Πελοπόννησον καταστρέψασθαι οὐχ οἷοί τʼ ἐσόμεθʼ Ὠρωπὸν λαβεῖν, αἱρετώτερον, εἰ οἷόν τʼ εἰπεῖν, ἡγοῦμαι τὸν Ὠρωπὸν ἐᾶν ἢ Λακεδαιμονίοις Μεσσήνην προέσθαι καὶ Πελοπόννησον.
但是,如果事态向我们显明,除非我们听任拉栖代梦人征服伯罗奔尼撒,否则我们将无法夺取奥罗波斯,那么,如果允许这样说的话,我认为放弃奥罗波斯也比把美塞尼亚和伯罗奔尼撒拱手让给拉栖代梦人更为可取。
οὐ γὰρ ἂν ἡγοῦμαι περὶ τούτου μόνον ἡμῖν εἶναι τὸν λόγον πρὸς ἐκείνους, ἀλλʼ—ἐάσω τό γʼ ἐπελθὸν εἰπεῖν μοι· περὶ πολλῶν δʼ ἂν οἶμαι κίνδυνον ἡμῖν γενέσθαι.
因为我认为我们与他们的争端绝不会仅限于此,而是——让我省去那脑海中闪过的念头吧——我认为我们将在许多事情上陷入危险。
§19ἀλλὰ μὴν ἅ γέ φασιν πεπρᾶχθαι διὰ Θηβαίους τοῖς Μεγαλοπολίταις ὑπεναντία πρὸς ἡμᾶς, ἄτοπον νῦν ἐν κατηγορίας μέρει ποιεῖσθαι, βουλομένων δὲ γενέσθαι φίλων αὐτῶν, ἵνα τοὐναντίον εὖ ποιῶσιν ἡμᾶς, βασκαίνειν καὶ σκοπεῖν ἐξ ὅτου τρόπου μὴ γενήσονται, καὶ μὴ γιγνώσκειν ὅτι, ὅσῳ ἂν σπουδαιοτέρους τούτους περὶ Θηβαίους γεγενημένους ἀποδείξωσι, τοσούτῳ πλείονος ὀργῆς αὐτοὶ δικαίως ἂν τυγχάνοιεν, εἰ τοιούτων συμμάχων τὴν πόλιν, ὅτʼ ἐφʼ ὑμᾶς προτέρους ἦλθον ἢ Θηβαίους, ἀπεστέρησαν.
此外,至于人们声称梅加洛波利斯人因底比斯人的缘故而对我们做出的敌对行为,现在将其作为控诉的内容是不妥的;而且在他们渴望成为我们的朋友、从而相反地能对我们有益的时候,我们却心怀怨恨并百般算计如何使他们无法成为朋友,同时也不明白:他们越是向我们证明这些人对底比斯人忠心耿耿,他们自己就越应当理所当然地承受更大的愤怒,因为当年梅加洛波利斯人在求助于底比斯人之前先来向你们求助时,他们却使城邦失去了如此优秀的盟友。
§20ἀλλʼ, οἶμαι, ταῦτα μέν ἐστι δεύτερον ἀνθρώπων βουλομένων ἑτέρων ποιῆσαι τούτους συμμάχους.
但是,我认为,这些不过是那些企图让这些人成为他人盟友之辈的次要借口。
ἐγὼ δʼ οἶδα, ὅσʼ ἂν ἐκ λογισμοῦ σκοπῶν τις εἰκάσαι, καὶ τοὺς πολλοὺς οἶμαι ὑμῶν ἐμοὶ ταὐτὰ φήσειν, ὅτι εἰ λήψονται Μεγάλην πόλιν Λακεδαιμόνιοι, κινδυνεύσει Μεσσήνη· εἰ δὲ καὶ ταύτην λήψονται, φήμʼ ἡμᾶς ἔσεσθαι συμμάχους Θηβαίων.
然而,据任何通过理性思考而能推测出的结论,我也相信你们大多数人会同意我的看法:如果拉栖代梦人攻占梅加洛波利斯,美塞尼亚就将处于危险之中;如果他们也攻占了这里,我断言我们绝免不了要成为底比斯人的盟友。
§21πολὺ δὴ κάλλιον καὶ ἄμεινον τὴν μὲν Θηβαίων συμμαχίαν αὐτοὺς παραλαβεῖν, τῇ δὲ Λακεδαιμονίων πλεονεξίᾳ μὴ ʼπιτρέψαι, ἢ νῦν ὀκνοῦντας μὴ τοὺς Θηβαίων σώσωμεν συμμάχους, τούτους μὲν προέσθαι, πάλιν δὲ σῴζειν αὐτοὺς τοὺς Θηβαίους, καὶ προσέτʼ ἐν φόβῳ καθεστάναι περὶ ἡμῶν αὐτῶν.
因此,由我们自己接手底比斯人的同盟关系,绝不听任拉栖代梦人的贪得无厌,这比起现在因为害怕营救底比斯人的盟友而放弃这些人,随后又不得不去拯救底比斯人自身、甚至让我们自己也陷入恐惧之中,要高尚得多,也明智得多。
§22οὐ γὰρ ἔγωγʼ ἀδεὲς τοῦθʼ ὑπολαμβάνω τῇ πόλει, τὸ λαβεῖν Μεγάλην πόλιν Λακεδαιμονίους καὶ πάλιν γενέσθαι μεγάλους.
因为在我看来,拉栖代梦人攻占梅加洛波利斯并重新强大起来,对城邦来说决非可以高枕无忧之事。
ὁρῶ γὰρ αὐτοὺς καὶ νῦν οὐχ ὑπὲρ τοῦ μὴ παθεῖν τι κακὸν πολεμεῖν αἱρουμένους, ἀλλʼ ὑπὲρ τοῦ κομίσασθαι τὴν πρότερον οὖσαν αὑτοῖς δύναμιν· ὧν δʼ, ὅτʼ ἐκείνην εἶχον, ὠρέγοντο, ταῦθʼ ὑμεῖς μᾶλλον ἴσως εἰδότες ἢ ʼγὼ φοβοῖσθʼ ἂν εἰκότως.
因为我看到他们甚至在现在选择发动战争,也绝不是为了免受什么伤害,而是为了夺回他们以前拥有的权力;而当他们拥有这权力时他们所渴求之物,你们或许比我更清楚,自然也更应该为此感到恐惧。
§23ἡδέως δʼ ἂν πυθοίμην τῶν λεγόντων καὶ τοὺς Θηβαίους μισεῖν φασκόντων καὶ τοὺς Λακεδαιμονίους, πότερʼ ἑκάτεροι μισοῦσιν, οὓς δὴ μισοῦσιν, ὑπὲρ ὑμῶν καὶ τοῦ συμφέροντος ὑμῖν, ἢ ὑπὲρ Λακεδαιμονίων μὲν Θηβαίους, ὑπὲρ δὲ Θηβαίων Λακεδαιμονίους ἑκάτεροι.
我倒很想请教那些自称既痛恨底比斯人又痛恨拉栖代梦人的辩士们:他们双方各自痛恨其所痛恨的对象,究竟是为着你们和你们的利益,还是各方分别为了拉栖代梦人而痛恨底比斯人、或者为了底比斯人而痛恨拉栖代梦人?
εἰ μὲν γὰρ ὑπὲρ ἐκείνων, οὐδετέροις ὡς μαινομένοις πείθεσθαι προσήκει· εἰ δʼ ὑπὲρ ὑμῶν φήσουσι, τί πέρα τοῦ καιροῦ τοὺς ἑτέρους ἐπαίρουσιν;
因为如果是为了他们,那么我们就不该听从任何一方,因为他们疯了;但如果他们说是为了你们,那他们为何要超越分寸地去抬高其中一方呢?
§24ἔστι γάρ, ἔστι Θηβαίους ταπεινοὺς ποιεῖν ἄνευ τοῦ Λακεδαιμονίους ἰσχυροὺς καθιστάναι, καὶ πολύ γε ῥᾷον· ὡς δʼ, ἐγὼ πειράσομαι πρὸς ὑμᾶς εἰπεῖν.
因为,使底比斯人屈服而不至于使拉栖代梦人强大,这是完全可能的,而且要容易得多;至于如何做到,我将试着向你们说明。
ἴσμεν ἅπαντες τοῦθʼ ὅτι τὰ μὲν δίκαια πάντες, ἐὰν καὶ μὴ βούλωνται, μέχρι τού γʼ αἰσχύνονται μὴ πράττειν, τοῖς δʼ ἀδίκοις ἐναντιοῦνται φανερῶς, ἄλλως τε κἄν τινες βλάπτωνται·
我们大家都知道,对于正义的事情,所有人即便不情愿,至少在不这样做便会感到羞耻的限度内,还是会去履行的;而对于不义的事情,他们则会公开反对,尤其是当有人因此受到伤害时。
καὶ τοῦτο λυμαινόμενον πάνθʼ εὑρήσομεν, καὶ ταύτην ἀρχὴν οὖσαν πάντων τῶν κακῶν, τὸ μὴ ʼθέλειν τὰ δίκαια πράττειν ἁπλῶς.
我们会发现,正是这一点败坏了一切,也是一切祸害的根源:那就是根本不愿意履行正义。

词汇与语法注释

  1. §18ἂν κομίσασθαι — 带对格的不定式结构,作 νομίζω 的宾语。不定式与 ἂν 连用,代表间接引语中的潜在希求语气(potential optative),表示“将能够收复”。
  2. §19βουλομένων δὲ γενέσθαι φίλων αὐτῶν — 属格独立结构,其中 αὐτῶν 指代梅加洛波利斯人。在主句谓语 ἄτοπον [ἐστι]... βασκαίνειν(……是荒谬的)背景下,该结构起让步作用(“尽管他们渴望成为朋友”)。
  3. §19ὅσῳ ἂν σπουδαιοτέρους τούτους περὶ Θηβαίους γεγενημένους ἀποδείξωσι, τοσούτῳ πλείονος ὀργῆς αὐτοὶ δικαίως ἂν τυγχάνοιεν — 表示程度差异的关联结构(ὅσῳ ἂν ... τοσούτῳ...)。带 ὅσῳ ἂν 和虚拟语气的关系从句,由主句中带 ἂν τυγχάνοιεν 的潜在希求语气作答,意为“他们越证明这些人忠诚,他们自己理所当然承受的愤怒就越大”。
  4. §21αὐτοὺς παραλαβεῖν — 带对格的不定式结构,其中 αὐτούς(阳性复数对格)是不定式 παραλαβεῖν 的主语,起强调作用,指雅典人自己(“由我们自己接手”)。
  5. §24μέχρι τού γʼ — μέχρι τοῦ γε 的收缩形式。属格 τού(相当于 τοῦτο 或指示/不定代词)起限制作用,表示“至少达到这一程度”或“在这个限度内”,修饰后文有关“感到羞耻”的从句。

引用这一段

狄摩西尼, 为梅格洛玻利斯人申辩 §18-24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg016.humanitext-grc2:18-24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。