§25ἵνα τοίνυν μὴ τοῦτʼ ἐμποδὼν γένηται τῷ Θηβαίους γενέσθαι μικρούς, τὰς μὲν Θεσπιὰς καὶ τὸν Ὀρχομενὸν καὶ τὰς Πλαταιὰς κατοικίζεσθαι φῶμεν δεῖν καὶ συμπράττωμεν αὐτοῖς καὶ τοὺς ἄλλους ἀξιῶμεν (ταῦτα γὰρ καὶ καλὰ καὶ δίκαια, μὴ περιορᾶν πόλεις ἀρχαίας ἐξανεστώσας), τὴν δὲ Μεγάλην πόλιν καὶ τὴν Μεσσήνην μὴ προώμεθα τοῖς ἀδικοῦσι, μηδʼ ἐπὶ τῇ προφάσει τῇ Πλαταιῶν καὶ Θεσπιῶν τὰς οὔσας καὶ κατοικουμένας πόλεις ἀναιρεθείσας περιίδωμεν.
因此,为了不让这件事阻碍使底比斯人变弱的计划,我们应当主张テスピアイ、オルコメノス和プラタイアイ应当被重建,并与他们合作,同时也向其他人提出这一要求(因为不容忍古老的城邦被毁灭,这既高尚又合乎正义)。 但我们决不能把梅加洛波利斯和美塞尼亚拱手让给那些行不义之人,也不应在以プラタイアイ和テスピアイ为借口的情况下,听任现存且有人居住的城邦遭到毁灭。
§26κἂν ᾖ ταῦτα πρόδηλα, οὐδεὶς ὅστις οὐ βουλήσεται παύσασθαι Θηβαίους ἔχοντας τὴν ἀλλοτρίαν· εἰ δὲ μή, πρῶτον μὲν ἐναντίους ἕξομεν πρὸς ἐκεῖνα τούτους εἰκότως, ὅταν ἡγῶνται τὴν ἐκείνων κατοίκισιν αὑτοῖς ὄλεθρον φέρειν, εἶτʼ ἀνήνυτα πράγμαθʼ ἕξομεν αὐτοί·
如果这些事情是显而易见的,就没有人会不希望底比斯人停止占有他人的土地;但如果不是这样,首先,当这些人认为那些城邦的重建会给自己带来灭顶之灾时,我们理所当然会发现他们会反对那些措施;其次,我们自己也将面临无休止的麻烦。
τί γὰρ ὡς ἀληθῶς ἔσται πέρας, ὅταν ἀεὶ τὰς μὲν οὔσας πόλεις ἐῶμεν ἀναιρεῖν, τὰς δʼ ἀνῃρημένας ἀξιῶμεν οἰκίζειν;
因为如果我们总是听任现存的城邦被毁灭,却要求重建已被毁灭的城邦,那么真正的终点究竟在哪里呢?
§27λέγουσι τοίνυν οἱ μάλιστα δοκοῦντες δίκαια λέγειν ὡς δεῖ τὰς στήλας καθελεῖν αὐτοὺς τὰς πρὸς Θηβαίους, εἴπερ ἡμέτεροι βεβαίως ἔσονται σύμμαχοι.
然而,那些看起来说得最合乎正义的人声称,如果他们要成为我们可靠的盟友,就必须拆除他们与底比斯人立下的盟约石碑。
οἱ δέ φασι μὲν αὑτοῖς οὐ στήλας, ἀλλὰ τὸ συμφέρον εἶναι τὸ ποιοῦν τὴν φιλίαν, τοὺς δὲ βοηθοῦντας ἑαυτοῖς, τούτους νομίζειν εἶναι συμμάχους.
但梅加洛波利斯人则说,对他们而言,建立友谊的不是石碑,而是共同利益,而且他们认为那些向自己提供援助的人才是真正的盟友。
ἐγὼ δʼ, εἰ τὰ μάλιστʼ εἰσὶ τοιοῦτοι, ὡδί πως ἔχω. φημὶ δεῖν ἅμα τούτους ἀξιοῦν καθαιρεῖν τὰς στήλας καὶ Λακεδαιμονίους ἄγειν εἰρήνην, ἐὰν δὲ μὴ ʼθέλωσι ποιεῖν ὁπότεροι ταῦτα, τότʼ ἤδη μετὰ τῶν ἐθελόντων ἡμᾶς γίγνεσθαι.
至于我,即使他们极其符合这种特征,我的看法也大致如下:我认为,我们应当在要求这些人拆除石碑的同时,也要求拉栖代梦人维持和平;如果任何一方不愿履行这些要求,那么届时我们就应当站在愿意履行的一方那一边。
§28εἴτε γὰρ εἰρήνης γιγνομένης αὐτοῖς οἱ Μεγαλοπολῖται τῆς Θηβαίων συμμαχίας ἕξονται, φανεροὶ πᾶσιν ἔσονται τὴν πλεονεξίαν τὴν Θηβαίων, οὐ τὸ δίκαιον αἱρούμενοι· εἴτε συμμάχους ἡμᾶς ἀδόλως τῶν Μεγαλοπολιτῶν ποιουμένων μὴ ʼθελήσουσιν ἄγειν εἰρήνην οἱ Λακεδαιμόνιοι, δῆλοι δήπου πᾶσιν ἔσονται, οὐχ ἵνα Θεσπιαὶ κατοικισθῶσι ποιούμενοι τὴν σπουδήν, ἀλλʼ ἵνα τοῦ πολέμου περιεστηκότος Θηβαίοις τὴν Πελοπόννησον ὑφʼ αὑτοῖς ποιήσωνται.
因为,如果在他们获得和平之后,梅加洛波利斯人依然坚持与底比斯人的同盟,那么在所有人面前,他们都将显露出自己选择的是底比斯人的贪婪而非正义;而如果当梅加洛波利斯人真诚地与我们结盟时,拉栖代梦人却不愿维持和平,那么他们对所有人来说显然暴露了:他们如此热心并非为了重建テスピアイ,而是为了在战争包围底比斯人时,将伯罗奔尼撒置于自己的统治之下。
§29θαυμάζω δʼ ἐνίων, εἰ τὸ μὲν Θηβαίων συμμάχους εἶναι τοὺς Λακεδαιμονίων ἐχθροὺς φοβοῦνται, εἰ δὲ καταστρέψονται Λακεδαιμόνιοι τούτους, μηδὲν ἡγοῦνται φοβερόν, καὶ ταῦτʼ ἔργῳ πεῖραν ἡμῖν δεδωκότος τοῦ χρόνου ὅτι Θηβαῖοι μὲν τούτοις συμμάχοις ἐπὶ Λακεδαιμονίους ἀεὶ χρῶνται, Λακεδαιμόνιοι δʼ ὅτʼ εἶχον αὐτούς, ἐφʼ ἡμᾶς ἐχρῶντο.
我感到奇怪的是,某些人一方面害怕拉栖代梦人的敌人成为底比斯人的盟友,另一方面,如果拉栖代梦人征服了这些人,他们却认为这没什么可怕的,而且这还是在历史时间已经在行动中向我们提供了证据的情况下:底比斯人总是利用这些人作为盟友来对付拉栖代梦人,而拉栖代梦人在控制他们的时候,却利用他们来对付我们。
§30οἶμαι τοίνυν ἔγωγε κἀκεῖνʼ ἐνθυμεῖσθαι δεῖν, ὅτι μὴ προσδεξαμένων μὲν ὑμῶν τοὺς Μεγαλοπολίτας, ἐὰν μὲν ἀναιρεθῶσι καὶ διοικισθῶσιν, ἰσχυροῖς Λακεδαιμονίοις ἔστιν εὐθὺς εἶναι, ἐὰν δὲ σωθῶσιν ἄρα, ὡς ἤδη τι καὶ παρʼ ἐλπίδας ἐξέβη, βέβαιοι σύμμαχοι Θηβαίων δικαίως ἔσονται·
因此,我认为我们也必须考虑这一点:如果你们不接纳梅加洛波利斯人,一旦他们被消灭并流散,拉栖代梦人便能立刻变得强大;但如果他们居然幸存下来——正如以往也曾发生过出乎意料的事情一样——他们理所当然会成为底比斯人坚固的盟友。
ἂν δὲ προσδέξησθε, τούτοις μὲν ὑπάρξει ἤδη σωθῆναι διʼ ὑμᾶς, τὸ δὲ συμβησόμενον, τὸν τοῦ κινδύνου λογισμὸν μετενεγκόντες, σκοπῶμεν ἐπὶ Θηβαίων καὶ Λακεδαιμονίων.
但如果你们接纳了他们,他们便能立刻因你们而得救,至于其后果,我们可以把危险的考量转移到底比斯人和拉栖代梦人身上来进行观察。
§31ἂν μὲν τοίνυν καταπολεμηθῶσιν οἱ Θηβαῖοι, ὥσπερ αὐτοὺς δεῖ, οὐκ ἔσονται μείζους τοῦ δέοντος οἱ Λακεδαιμόνιοι, τούτους ἔχοντες ἀντιπάλους τοὺς Ἀρκάδας ἐγγὺς οἰκοῦντας· ἂν δʼ ἀνενέγκωσιν ἄρʼ οἱ Θηβαῖοι καὶ σωθῶσιν, ἀλλʼ οὖν ἀσθενέστεροί γʼ ἔσονται, ἡμῖν συμμάχων γεγενημένων τῶνδε καὶ διʼ ἡμᾶς σεσωμένων.
因为,如果底比斯人如其所应得的那样被击败,拉栖代梦人有这些居住在近旁的阿卡迪亚人作为对手,便不会过度强大;而如果底比斯人居然恢复并幸存下来,至少他们也会变得更弱,因为这些人已经成为了我们的盟友,并且是因我们而得救。
ὥστε πανταχῇ συμφέρει μήτε προέσθαι τοὺς Ἀρκάδας μήτε διʼ αὑτούς, ἂν ἄρα σωθῶσι, περιγεγονέναι δοκεῖν, μηδὲ διʼ ἄλλους τινάς, ἀλλὰ διʼ ὑμᾶς.
因此,在任何方面,不放弃阿卡迪亚人,并且在他们居然得救时,让他们看起来不是靠自己或其他人、而是靠你们才得以幸存,都是有利的。
§32ἐγὼ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, μὰ τοὺς θεοὺς οὔτε φιλῶν οὐδετέρους οὔτε μισῶν ἰδίᾳ εἴρηκα, ἀλλʼ ἃ νομίζω συμφέρειν ὑμῖν·
因此,雅典的公民们,我指天发誓,我个人的发言既非出于对任何一方的偏爱,也非出于私怨,而纯粹是出于我认为对你们有利的考虑。
καὶ παραινῶ μὴ προέσθαι Μεγαλοπολίτας, μηδʼ ἄλλον ἁπλῶς μηδένα τῶν ἐλαττόνων τῷ μείζονι.
我建议你们不要放弃梅加洛波利斯人,总之也不要把任何弱者拱手让给强者。