Humanitext Reader

狄摩西尼 · 为梅格洛玻利斯人申辩 §10-17

正义原则与对斯巴达图谋的反驳

第 2 段,共 4 段 · 希腊语

内容简介

演说者强调援助梅加洛波利斯符合雅典一贯“拯救受不义者”的政策,驳斥了反对者关于收复奥罗波斯和拉栖代梦人敌意的担忧,并揭露了拉栖代梦人试图通过表面的协助来拉拢盟友进攻美塞尼亚的狡诈企图。

§10νῦν μέν γε βοηθεῖν δόξετʼ Ἀρκάσι, καὶ τὴν εἰρήνην σπουδάζειν εἶναι βεβαίαν, ὑπὲρ ἧς ἐκινδυνεύσατε καὶ παρετάξασθε· τότε δʼ εὔδηλοι πᾶσιν ἔσεσθε οὐ τοῦ δικαίου μᾶλλον εἵνεκα Μεσσήνην εἶναι βουλόμενοι ἢ τοῦ πρὸς Λακεδαιμονίους φόβου.
如今,你们将显得是在援助阿卡迪亚人,并致力于使你们曾为之冒险并并肩作战的和平保持稳固;但到那时,所有人都会看得很清楚,你们希望美塞尼亚存在,与其说是为了正义,不如说是出于对拉栖代梦人的恐惧。
δεῖ δὲ σκοπεῖν μὲν καὶ πράττειν ἀεὶ τὰ δίκαια, συμπαρατηρεῖν δʼ ὅπως ἅμα καὶ συμφέροντʼ ἔσται ταῦτα.
然而,我们必须始终考虑并践行正义,但同时也应共同关注如何使这些事情同样符合我们的利益。
§11ἔστι τοίνυν τοιοῦτός τις λόγος παρὰ τῶν ἀντιλεγόντων, ὡς κομίσασθαι τὸν Ὠρωπὸν ἡμᾶς ἐγχειρεῖν δεῖ, εἰ δὲ τοὺς βοηθήσαντας ἂν ἡμῖν νῦν ἐπʼ αὐτὸν ἐχθροὺς κτησόμεθα, οὐχ ἕξομεν συμμάχους.
那么,反对者们提出了这样一种论调,即我们应当设法收复奥罗波斯,但如果我们现在将那些本可以帮助我们收复该地的人变成敌人,我们就不会有盟友了。
ἐγὼ δὲ τὸ μὲν κομίσασθαι Ὠρωπὸν πειρᾶσθαι δεῖν φημι καὶ αὐτός· τὸ δʼ ἐχθροὺς ἡμῖν Λακεδαιμονίους ἔσεσθαι νῦν, ἐὰν ποιώμεθα συμμάχους Ἀρκάδων τοὺς βουλομένους ἡμῖν εἶναι φίλους, μόνοις οὐδʼ εἰπεῖν ἐξεῖναι νομίζω τοῖς πείσασιν ὑμᾶς, ὅτʼ ἐκινδύνευον Λακεδαιμόνιοι, βοηθεῖν.
但我自己也认为,我们必须尝试收复奥罗波斯;但是至于说,如果我们把那些愿意成为我们朋友的阿卡迪亚人转为盟友,拉栖代梦人现在就会成为我们的敌人,我认为唯独那些在拉栖代梦人处于危险时说服你们去援助他们的人,是没有权利说出这种话的。
§12οὐ γὰρ ταῦτα λέγοντες ἔπεισαν ὑμᾶς, πάντων Πελοποννησίων ἐλθόντων ὡς ὑμᾶς καὶ μεθʼ ὑμῶν ἀξιούντων ἐπὶ τοὺς Λακεδαιμονίους ἰέναι, τοὺς μὲν μὴ προσδέξασθαι (καὶ διὰ τοῦθʼ, ὅπερ ἦν ὑπόλοιπον αὐτοῖς, ἐπὶ Θηβαίους ἦλθον), ὑπὲρ δὲ τῆς Λακεδαιμονίων σωτηρίας καὶ χρήματʼ εἰσφέρειν καὶ τοῖς σώμασι κινδυνεύειν· οὐδʼ ἂν ὑμεῖς ἠθελήσατε δήπου σῴζειν αὐτούς, εἰ τοῦτο προὔλεγον ὑμῖν, ὅτι σωθέντες, ἐὰν μὴ ποιεῖν ὅ τι βούλονται πάλιν αὐτοὺς ἐᾶτε καὶ ἀδικεῖν, οὐδεμίαν ὑμῖν χάριν ἕξουσι τῆς σωτηρίας.
因为当所有伯罗奔尼撒人都来到你们这里,要求与你们一同去讨伐拉栖代梦人时,那些说服你们拒绝接纳他们(因此,他们走向了底比斯人,这是留给他们的唯一出路),转而为了拉栖代梦人的安全而既贡献资金又冒生命危险的人,当时并不是用这番话来说服你们的;而且,如果他们事先警告你们说,一旦获救,除非你们允许他们再次为所欲为并多行不义,否则他们对救命之恩不会有任何感激,那么你们当然也是绝不会愿意去营救他们的。
§13καὶ μὴν εἰ σφόδρʼ ἐναντίον ἐστὶ τοῖς Λακεδαιμονίων ἐπιχειρήμασιν τὸ τοὺς Ἀρκάδας ἡμᾶς συμμάχους ποιήσασθαι, προσήκει δήπου πλείω χάριν αὐτοὺς ἔχειν ὧν ἐσώθησαν ὑφʼ ἡμῶν εἰς τοὺς ἐσχάτους ἐλθόντες κινδύνους ἢ ὧν ἀδικεῖν κωλύονται νῦν ὀργίζεσθαι.
况且,即便我们把阿卡迪亚人作为盟友是极其违背拉栖代梦人的企图的,但比起对现在被阻止行事不义感到愤怒,他们当然更应该对在陷入极度危险时被我们所营救表示更大的感激。
ὥστε πῶς οὐ βοηθήσουσιν ἡμῖν ἐπʼ Ὠρωπόν, ἢ κάκιστοι πάντων ἀνθρώπων δόξουσιν εἶναι;
因此,他们怎么会不协助我们夺取奥罗波斯呢,除非他们想显得是全人类中最卑劣的人?
μὰ τοὺς θεοὺς ἔγωγʼ οὐχ ὁρῶ.
指神起誓,我实在看不出他们有何理由不协助。
§14θαυμάζω τοίνυν καὶ τῶν λεγόντων τοῦτον τὸν λόγον, ὡς εἰ συμμάχους ποιησόμεθʼ Ἀρκάδας καὶ ταῦτα πράξομεν, μεταβάλλεσθαι δόξει καὶ οὐδὲν ἔχειν πιστὸν ἡ πόλις.
此外,我也对那些提出这种论调的人感到惊讶,他们说如果我们与阿卡迪亚人结盟并采取这些行动,城邦就会显得是在朝秦暮楚,毫无信誉可言。
ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον, ὦ ἄνδρες Ἀθηναῖοι.
而在我看来,雅典的众位公民,情况恰恰相反。
διὰ τί;
为什么呢?
ὅτι τῶν πάντων οὐδένʼ ἂν ἀντειπεῖν οἴομαι ὡς οὐ καὶ Λακεδαιμονίους καὶ πρότερον Θηβαίους καὶ τὸ τελευταῖον Εὐβοέας ἔσωσεν ἡ πόλις, καὶ μετὰ ταῦτα συμμάχους ἐποιήσατο, ἕν τι καὶ ταὔτʼ ἀεὶ βουλομένη πράττειν.
因为我认为,任何人不会否认,城邦营救了拉栖代梦人,在此之前营救了底比斯人,最后营救了优卑亚人,并且在之后与他们结盟,正是因为她始终渴望贯彻同一宗旨。
§15ἔστι δὲ τοῦτο τί;
那么,这一宗旨是什么呢?
τοὺς ἀδικουμένους σῴζειν.
那就是拯救那些遭受不义之人。
εἰ τοίνυν ταῦθʼ οὕτως ἔχει, οὐκέτʼ ἂν ἡμεῖς εἴημεν οἱ μεταβαλλόμενοι, ἀλλʼ οἱ μὴ ʼθέλοντες τοῖς δικαίοις ἐμμένειν, καὶ φανήσεται τὰ πράγματʼ ἀεὶ διὰ τοὺς πλεονεκτεῖν βουλομένους μεταβαλλόμενα, οὐχ ἡ πόλις ἡμῶν.
因此,如果事实确是如此,那么朝秦暮楚的就不再是我们,而是那些不愿坚守正义的人;事态的不断变化,显然是由于那些贪得无厌之人的缘故,而不是因为我们的城邦。
§16δοκοῦσι δέ μοι Λακεδαιμόνιοι μάλα δεινῶν ἔργον ἀνθρώπων ποιεῖν.
在意我看来,拉栖代梦人的行为就像是极其狡诈之人所为。
νῦν γάρ φασιν ἐκεῖνοι δεῖν Ἠλείους μὲν τῆς Τριφυλίας τινὰ κομίσασθαι, Φλειασίους δὲ τὸ Τρικάρανον, ἄλλους δέ τινας τῶν Ἀρκάδων τὴν αὑτῶν, καὶ τὸν Ὠρωπὸν ἡμᾶς, οὐχ ἵνʼ ἑκάστους ἡμῶν ἴδωσιν ἔχοντας τὰ αὑτῶν, οὐδʼ ὀλίγου δεῖ·
因为他们现在声称,伊利斯人应当收复三城地区的一部分,弗利亚斯人收复特里卡拉农,阿卡迪亚的其他某些人收复他们自己的土地,而我们则收复奥罗波斯。
§17ὀψὲ γὰρ ἂν φιλάνθρωποι γεγονότες εἶεν· ἀλλʼ ἵνα πᾶσι δοκῶσι συμπράττειν ὅπως ἕκαστοι κομίσωνται ταῦθʼ ἅ φασιν αὑτῶν εἶναι, ἐπειδὰν δʼ ἴωσʼ ἐπὶ Μεσσήνην αὐτοί, συστρατεύωνται πάντες αὐτοῖς οὗτοι καὶ βοηθῶσι προθύμως, ἢ δοκῶσʼ ἀδικεῖν, περὶ ὧν ἔφασαν ἕκαστοι σφῶν αὐτῶν εἶναι συμψήφους λαβόντες ἐκείνους, μὴ τὴν ὁμοίαν αὐτοῖς ἀποδιδόντες.
这绝不是为了看到我们每个人都拥有自己的土地,差得远呢;如果说他们变得仁慈,那也未免太迟了;相反,他们这样做是为了向所有人表现出,他们是在协助大家收复各自声称属于自己的地方,而一旦他们自己向美塞尼亚进军,这些人就会全都与他们并肩作战并热心援助。 否则,如果这些人在获得拉栖代梦人对自己领土要求的支持之后,却不对其做出对等的回报,就会显得是在行事不义。

词汇与语法注释

  1. 10εὔδηλοι πᾶσιν ἔσεσθε ... βουλόμενοι — 形容词 εὔδηλος(明显的)与将来时动词 ἔσεσθε(你们将是)及主格分词 βουλόμενοι(希望)结合的典型“形容词+分词补足语”的个人称结构。其意义等同于非人称结构(εὔδηλον ἔσται ὅτι...),意为“所有人都会看得很清楚,你们希望……”。
  2. 11τὸ δʼ ἐχθροὺς ἡμῖν Λακεδαιμονίους ἔσεσθαι νῦν — 由中性单数宾格冠词 τὸ 引导的名词化宾格不定式短语。虽然 display_text 依据部分抄本写作 ἔσεσθε,但在语法上其发挥着将来时不定式 ἔσεσθαι 的功能。整个名词性短语作为后续 νομίζω(我认为)的宾格宾语,置于句首起到了强烈的对比和强调作用(意为“至于拉栖代梦人现在会成为我们的敌人这一说法”)。
  3. 12ἔπεισαν ὑμᾶς ... μὴ προσδέξασθαι ... εἰσφέρειν ... κινδυνεύειν — 主动词 ἔπεισαν(说服)与其宾格宾语 ὑμᾶς(你们)之间夹杂了长句(属格绝对结构 πάντων... ἰέναι),并支配了多个不定式。前半部分的否定不定式 μὴ προσδέξασθαι(不接纳)与后半部分并列的现在时不定式 εἰσφέρειν(贡献)及 κινδυνεύειν(冒险),均作为 ἔπεισαν 的补足语(宾语所要采取的行动)。
  4. 17ὀψὲ γὰρ ἂν φιλάνθρωποι γεγονότες εἶεν — 语气词 ἂν 与由完美时分词 γεγονότες 及 εἰμί 的现在时祈愿法第三人称复数 εἶεν 构成的“完成时祈愿法”的迂回表达。此句带有潜在或“如果……那就会是……”的反事实语气,表达了一种逻辑推论或强烈的反讽:“因为(若果真如此)他们变得仁慈也未免太迟了”。

引用这一段

狄摩西尼, 为梅格洛玻利斯人申辩 §10-17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg016.humanitext-grc2:10-17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。