Humanitext Reader

狄摩西尼 · 为罗德斯人自由申辩 §27-35

恢复罗德斯民主的正当性与祖先荣耀

第 4 段,共 4 段 · 希腊语

内容简介

德摩斯梯尼论证了恢复罗德斯民主政体符合雅典的利益,谴责了国内亲寡头派和亲波斯国王的从政者,并督促雅典人展现出配得上祖先荣耀功绩的勇气。

§27οὐδὲ Μαύσωλον ζῶντα, οὐδὲ τελευτήσαντος ἐκείνου τὴν Ἀρτεμισίαν οὐδείς ἐσθʼ ὁ διδάξων μὴ καταλαμβάνειν Κῶν καὶ Ῥόδον καὶ ἄλλας ἑτέρας πόλεις Ἑλληνίδας, ὧν βασιλεὺς ὁ ʼκείνων δεσπότης ἐν ταῖς συνθήκαις ἀπέστη τοῖς Ἕλλησι, καὶ περὶ ὧν πολλοὺς κινδύνους καὶ καλοὺς ἀγῶνας οἱ κατʼ ἐκείνους τοὺς χρόνους Ἕλληνες ἐποιήσαντο.
无论是对在世时的毛索洛斯,还是在其余生之后的阿尔特米西亚,都没有任何人去告诫他们不要强占科斯、罗德斯以及其他许多希腊城市——这些城市是他们的主人(波斯)国王在条约中向希腊人放弃的,当时的希腊人曾为了这些城市经历过无数危险和英勇的战斗。
εἰ δʼ ἄρα καὶ λέγει τις ἀμφοτέροις αὐτοῖς, ἀλλʼ οἵ γε πεισόμενοι τούτοις, ὡς ἔοικεν, οὐκ εἰσίν.
即便真的有人对他们两人都提出这样的劝告,但看来也没有会听从这些劝告的人。
§28ἐγὼ δὲ δίκαιον μὲν εἶναι νομίζω κατάγειν τὸν Ῥοδίων δῆμον· οὐ μὴν ἀλλὰ καὶ εἰ μὴ δίκαιον ἦν, ὅταν εἰς ἃ ποιοῦσιν οὗτοι βλέψω, προσήκειν οἶμαι παραινεῖν κατάγειν.
而我认为恢复罗德斯的民主派是公正的;不过,即便这不是公正的,当我看到这些人所做的事情时,我认为也应当建议恢复他们。
διὰ τί;
为什么呢?
ὅτι πάντων μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ δίκαια ποιεῖν ὡρμηκότων, αἰσχρὸν ἡμᾶς μόνους μὴ ʼθέλειν, ἁπάντων δὲ τῶν ἄλλων ὅπως ἀδικεῖν δυνήσονται παρασκευαζομένων μόνους ἡμᾶς τὰ δίκαια προτείνεσθαι, μηδενὸς ἀντιλαμβανομένους, οὐ δικαιοσύνην ἀλλʼ ἀνανδρίαν ἡγοῦμαι·
因为,雅典的诸位,如果所有人都致力于行公正,唯独我们不情愿,那是耻辱的;但当所有其他人都在筹划如何行不义时,唯独我们不采取任何行动而只把公正挂在嘴边,我认为这不是公正,而是懦弱。
ὁρῶ γὰρ ἅπαντας πρὸς τὴν παροῦσαν δύναμιν τῶν δικαίων ἀξιουμένους.
因为我看到,所有人都是根据其现有的实力来获得其应得的公正的。
§29καὶ παράδειγμα λέγειν ἔχω τούτου πᾶσιν ὑμῖν γνώριμον.
关于这一点,我可以举出一个你们大家都熟悉的例子。
εἰσὶ συνθῆκαι τοῖς Ἕλλησι πρὸς βασιλέα, ἃς ἐποιήσαθʼ ἡ πόλις ἡ ἡμετέρα, ἃς ἅπαντες ἐγκωμιάζουσι, καὶ μετὰ ταῦθʼ ὕστερον Λακεδαιμόνιοι ταύτας ὧν δὴ κατηγοροῦσι· κἀν ταύταις οὐχὶ ταὐτὰ δίκαιʼ ἀμφοτέραις ὥρισται.
希腊人与国王之间有条约,那是我们城邦缔结的、人人都赞美的条约,以及后来拉刻代蒙人缔结的、如今正遭受谴责的条约;在这两份条约中,规定的公正并不相同。
τῶν μὲν γὰρ ἰδίων δικαίων τῶν ἐν ταῖς πολιτείαις οἱ νόμοι κοινὴν τὴν μετουσίαν ἔδοσαν καὶ ἴσην καὶ τοῖς ἀσθενέσιν καὶ τοῖς ἰσχυροῖς· τῶν δʼ Ἑλληνικῶν δικαίων οἱ κρατοῦντες ὁρισταὶ τοῖς ἥττοσι γίγνονται.
因为对于各政体内部的私人权利,法律给予了弱者和强者共同且平等的份额;但对于全希腊的权利,强者则成了弱者的规定者。
§30ἐπειδὴ τοίνυν ὑμῖν ἐγνωκέναι τὰ δίκαια ὑπάρχει, ὅπως καὶ πρᾶξαι ταῦτʼ ἐφʼ ὑμῖν ἔσται δεῖ σκοπεῖν.
因此,既然你们已经认识到了公正,就必须考虑如何才能由你们自己去付诸实行。
ἔστι δὲ ταῦτʼ, ἐὰν ὑποληφθῆτε κοινοὶ προστάται τῆς πάντων ἐλευθερίας εἶναι.
而这只有在你们被视为全人类自由的共同维护者时才能实现。
εἰκότως δέ μοι δοκεῖ χαλεπώτατον ὑμῖν εἶναι πρᾶξαι τὰ δέοντα.
但在我看来,对你们而言,履行职责似乎确实是最困难的。
τοῖς μὲν γὰρ ἄλλοις ἅπασιν ἀνθρώποις εἷς ἀγών ἐστιν ὁ πρὸς τοὺς προδήλους ἐχθρούς, ὧν ἂν κρατήσωσιν, οὐδὲν ἐμποδὼν αὐτοῖς κυρίοις τῶν ἀγαθῶν εἶναι· §31ὑμῖν δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, δύο, οὗτός θʼ ὁ καὶ τοῖς ἄλλοις καὶ πρόσεσθʼ ἕτερος τούτου πρότερος καὶ μείζων· δεῖ γὰρ ὑμᾶς βουλευομένους κρατῆσαι τῶν τἀναντία τῇ πόλει παρʼ ὑμῖν πράττειν προῃρημένων.
因为对所有其他人来说,只有一场对抗公开敌人的斗争,只要战胜了他们,就没有什么能阻止他们支配自己的利益;但对你们来说,雅典的诸位,有两场斗争:一场是与其他所有人共同的斗争,另一场则在这之前、比这更大,且额外存在;因为在审议时,你们必须战胜你们中间那些选择与城邦背道而驰之人。
ὅταν οὖν μηδὲν ᾖ διὰ τούτους ἀκονιτεὶ τῶν δεόντων γενέσθαι, πολλῶν διαμαρτάνειν ὑμᾶς εἰκότως συμβαίνει.
因此,当因为这些人而使得必须做的事情没有任何一件能不费力达成时,你们自然会错失许多机会。
§32τοῦ μέντοι πολλοὺς ἀδεῶς ταύτην τὴν τάξιν αἱρεῖσθαι τῆς πολιτείας, ἴσως μὲν αἱ παρὰ τῶν μισθοδοτούντων αὐτοὺς ὠφέλειαι μάλιστʼ αἴτιαι, οὐ μὴν ἀλλὰ καὶ ὑμᾶς ἄν τις ἔχοι δικαίως αἰτιᾶσθαι.
然而,对于许多人毫无畏惧地在国家政体中选择这一立场,或许那些给他们发酬金之人所给予的利益是首要原因,但人们也可以正当地指责你们。
ἐχρῆν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν αὐτὴν ἔχειν διάνοιαν ὑμᾶς περὶ τῆς ἐν τῇ πολιτείᾳ τάξεως ἥνπερ περὶ τῆς ἐν ταῖς στρατείαις ἔχετε.
因为,雅典的诸位,你们本应对国家政体中的职位抱有与对军事行动中的岗位相同的看法。
τίς οὖν ἐστιν αὕτη;
那么,这是什么看法呢?
ὑμεῖς τὸν λιπόντα τὴν ὑπὸ τοῦ στρατηγοῦ τάξιν ταχθεῖσαν, ἄτιμον οἴεσθε προσήκειν εἶναι καὶ μηδενὸς τῶν κοινῶν μετέχειν.
你们认为,凡是擅自撤离将军所指定岗位的人,应当被剥夺公民权,不得享有任何公共权利。
§33χρῆν τοίνυν καὶ τοὺς τὴν ὑπὸ τῶν προγόνων τάξιν ἐν τῇ πολιτείᾳ παραδεδομένην λιπόντας καὶ πολιτευομένους ὀλιγαρχικῶς ἀτίμους τοῦ συμβουλεύειν ὑμῖν αὐτοῖς ποιεῖσθαι· νῦν δὲ τῶν μὲν συμμάχων τοὺς τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον κρινεῖν ὀμωμοκότας νομίζετʼ εὐνουστάτους, τῶν δὲ πολιτευομένων οὓς ἴστε σαφῶς τοὺς τῆς πόλεως ἐχθροὺς ᾑρημένους, τούτους πιστοτάτους ἡγεῖσθε.
因此,也应当剥夺那些擅自撤离祖先传下来的国家职位、并以寡头方式参政之人的建言资格;但如今,你们一方面把那些发誓视同一敌友的盟友视为最友善的人,另一方面却把你们清楚知道其选择了城邦之敌的从政者视为最可信赖的人。
§34ἀλλὰ γὰρ οὐχ ὅ τι τις κατηγορήσει τούτων ἢ τοῖς ἄλλοις ὑμῖν ἐπιπλήξει χαλεπὸν εὑρεῖν, ἀλλʼ ἀφʼ ὁποίων λόγων ἢ πράξεως ποίας ἐπανορθώσεταί τις ἃ νῦν οὐκ ὀρθῶς ἔχει, τοῦτʼ ἔργον εὑρεῖν.
然而,要找到控告这些人或指责你们其余人的言论并不困难;相反,通过何种言论或何种行动来纠正目前不正确的状况,这才是需要寻找的难题。
ἴσως μὲν οὖν οὐδὲ τοῦ παρόντος καιροῦ περὶ πάντων λέγειν· ἀλλʼ ἐὰν ἃ προῄρησθε δυνηθῆτʼ ἐπικυρῶσαι συμφερούσῃ τινὶ πράξει, καὶ τἄλλʼ ἂν ἴσως καθʼ ἓν ἀεὶ βέλτιον σχοίη.
或许,现在也并非谈论所有事情的合适时机;但如果你们能够通过某种有利的行动来批准并实行你们所选择的目标,其他事情或许也会一件接一件地变得更好。
§35ἐγὼ μὲν οὖν οἶμαι δεῖν ὑμᾶς ἀντιλαμβάνεσθαι τῶν πραγμάτων τούτων ἐρρωμένως, καὶ πράττειν ἄξια τῆς πόλεως, ἐνθυμουμένους ὅτι χαίρετʼ ἀκούοντες, ὅταν τις ἐπαινῇ τοὺς προγόνους ὑμῶν καὶ τὰ πεπραγμένʼ ἐκείνοις διεξίῃ καὶ τὰ τρόπαια λέγῃ.
因此,我认为你们应当大力着手这些事务,并采取配得上城邦的行动,心中要记住,当有人赞美你们的祖先、历数他们的功绩并提及他们的战功纪念碑时,你们听了会感到高兴。
νομίζετε τοίνυν ταῦτʼ ἀναθεῖναι τοὺς προγόνους ὑμῶν οὐχ ἵνα θαυμάζητʼ αὐτὰ θεωροῦντες, ἀλλʼ ἵνα καὶ μιμῆσθε τὰς τῶν ἀναθέντων ἀρετάς.
因此,请记住,你们的祖先设立这些纪念碑并不是为了让你们在凝视它们时仅仅感到惊叹,而是为了让你们也去效仿设立者的美德。

词汇与语法注释

  1. §27ὧν βασιλεὺς ὁ ʼκείνων δεσπότης ἐν ταῖς συνθήκαις ἀπέστη τοῖς Ἕλλησι — 关系代名词 ὧν(属格、复数、女性)的先行词是紧接其前的“科斯、罗德斯以及其他希腊城市”(Κῶν καὶ Ῥόδον καὶ ἄλλας ἑτέρας πόλεις Ἑλληνίδας)。动词 ἀπέστη(ἀφίστημι 的不定过去时)意为“放弃、退出”,此处带有一个表示分离的属格(由关系代词 ὧν 充当)和一个与格(τοῖς Ἕλλησι,“向希腊人”),意为“国王向希腊人放弃了对这些城市的主权”。
  2. §28ὅταν εἰς ἃ ποιοῦσιν οὗτοι βλέψω — 指示代词 οὗτοι(主格、复数、阳性)指代前一节中提到的毛索洛斯和阿尔特米西亚,或类似的外国统治者及寡头。关系代词 ἃ(宾格、复数、中性)省略了先行词,表示“他们(οὗτοι)正在做的事情”。
  3. §28πάντων μὲν ... τὰ δίκαια ποιεῖν ὡρμηκότων ..., ἁπάντων δὲ τῶν ἄλλων ... παρασκευαζομένων — 两个表示对比情况的独立属格(genitive absolute)结构通过 μέν 和 δέ 并列。前者带有虚拟假设的意味(“如果所有人都致力于行公正”),后者则描述了当下的现实情况(“而当所有其他人都在筹划如何行不义时”)。
  4. §32τοῦ μέντοι πολλοὺς ἀδεῶς ταύτην τὴν τάξιν αἱρεῖσθαι τῆς πολιτείας — 带冠词的不定式短语(τοῦ ... αἱρεῖσθαι)在句首充当表示原因或主题的属格,与主句中的谓语形容词 αἴτιαι(“是……的原因”)呼应,引出主题:“至于许多人毫无畏惧地在国家政体中选择这一立场”。

引用这一段

狄摩西尼, 为罗德斯人自由申辩 §27-35. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg015.humanitext-grc2:27-35

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。