Humanitext Reader

狄摩西尼 · 为罗德斯人自由申辩 §11-18

阿尔特米西亚的意图与捍卫民主政体

第 2 段,共 4 段 · 希腊语

内容简介

德摩斯梯尼分析了阿尔特米西亚的意图,指出雅典无需害怕介入罗德斯,并论证了保护民主制度的安全度远胜于与寡头政体结盟的危险。

§11ὅτι δʼ οὐδʼ ἂν ἐναντιωθῆναί μοι δοκεῖ τῇ πράξει ταύτῃ νῦν Ἀρτεμισία τῆς πόλεως οὔσης ἐπὶ τῶν πραγμάτων, μίκρʼ ἀκούσαντες σκοπεῖτε εἴτʼ ὀρθῶς λογίζομαι ταῦτʼ εἴτε μή.
此外,为了向你们证明,如果我国目前实际介入并掌控局势,阿尔特米西亚也绝不会反对这一行动,请听我简短陈述,然后考虑我的推论是否正确。
ἐγὼ νομίζω, πράττοντος μὲν ἐν Αἰγύπτῳ πάνθʼ ὡς ὥρμηκε βασιλέως, σφόδρʼ ἂν Ἀρτεμισίαν πειραθῆναι περιποιῆσαι Ῥόδον αὐτῷ, οὐ τῇ βασιλέως εὐνοίᾳ, ἀλλὰ τῷ βούλεσθαι πλησίον αὐτῆς διατρίβοντος ἐκείνου μεγάλην εὐεργεσίαν καταθέσθαι πρὸς αὐτόν, ἵνʼ ὡς οἰκειότατʼ αὐτὴν ἀποδέχηται·
我认为,如果国王在埃及如其所愿地取得全面成功,阿尔特米西亚必然会极力为他保全罗德斯岛。 这并非出于对国王的忠诚,而是因为她希望在国王于其邻近地区逗留期间,向他献上这份大礼,以便能获得他最亲密的接纳。
§12πράττοντος δʼ ὡς λέγεται, καὶ διημαρτηκότος οἷς ἐπεχείρησεν, ἡγεῖσθαι τὴν νῆσον ταύτην, ὅπερ ἔστιν, ἄλλο μὲν οὐδὲν ἂν εἶναι βασιλεῖ χρησίμην ἐν τῷ παρόντι, τῆς δʼ αὑτῆς ἀρχῆς ἐπιτείχισμα πρὸς τὸ μηδʼ ὁτιοῦν παρακινεῖν.
然而,如果王正如传闻所说的那样,在他所企图的事上已经彻底失败,她就会认为,这个岛屿(事实也确是如此)在目前对国王毫无用处,反而会成为控制她自己领地、防范任何骚乱的要塞。
ὥστε μοι δοκεῖ μᾶλλον ἂν ὑμᾶς ἔχειν μὴ φανερῶς αὐτῆς ἐνδούσης, ἢ ʼκεῖνον λαβεῖν βούλεσθαι.
因此,在我看来,即使她不能公然让步,她也宁愿由你们占领此岛,而不愿被那个国王夺去。
οἶμαι μὲν οὖν οὐδὲ βοηθήσειν αὐτήν, ἂν δʼ ἄρα τοῦτο ποιῇ, φαύλως καὶ κακῶς.
所以,我认为她甚至不会派遣援军,即便派遣,也必是敷衍了事且软弱无力的。
§13ἐπεὶ καὶ βασιλέα γε, ὅ τι μὲν ποιήσει μὰ Δίʼ οὐκ ἂν εἴποιμʼ ἔγωγʼ ὡς οἶδα, ὅτι μέντοι συμφέρει τῇ πόλει δῆλον ἤδη γενέσθαι πότερʼ ἀντιποιήσεται τῆς πόλεως τῆς Ῥοδίων ἢ οὔ, τοῦτʼ ἂν ἰσχυρισαίμην·
至于波斯国王,凭宙斯起誓,我不敢说我确知他将如何行事;但是,国王是否会争夺罗德斯城邦,这一事实尽快查明对我国大有裨益,对此我可以断言。
οὐ γὰρ ὑπὲρ Ῥοδίων βουλευτέον, ὅταν ἀντιποιῆται, μόνον, ἀλλʼ ὑπὲρ ἡμῶν αὐτῶν καὶ τῶν πάντων Ἑλλήνων.
因为一旦他提出争夺,我们所要审议的,就不仅是为了罗德斯人,更是为了我们自己以及全体希腊人。
§14οὐ μὴν οὐδʼ ἂν εἰ διʼ αὑτῶν εἶχον τὴν πόλιν οἱ νῦν ὄντες ἐν αὐτῇ Ῥόδιοι, παρῄνεσʼ ἂν ὑμῖν τούτους ἑλέσθαι, οὐδʼ εἰ πάνθʼ ὑπισχνοῦνθʼ ὑμῖν ποιήσειν.
然而,即使目前在罗德斯的那些人是靠自己的力量统治城邦,我也不会劝你们选择他们(作为盟友),哪怕他们承诺会为你们做任何事。
ὁρῶ γὰρ αὐτοὺς τὸ μὲν πρῶτον, ὅπως καταλύσωσι τὸν δῆμον, προσλαβόντας τινὰς τῶν πολιτῶν, ἐπειδὴ δὲ τοῦτʼ ἔπραξαν, πάλιν ἐκβαλόντας τούτους·
因为我看到,他们起初为了推翻民主制而拉拢了部分公民,而一旦得逞,却又将这些人驱逐。
τοὺς οὖν μηδετέροις πιστῶς κεχρημένους οὐδʼ ἂν ὑμῖν βεβαίους ἡγοῦμαι γενέσθαι συμμάχους.
因此,我认为对任何一方都不忠诚的人,绝不可能成为你们稳固可靠的盟友。
§15καὶ ταῦτʼ οὐδεπώποτʼ εἶπον ἄν, εἰ τῷ Ῥοδίων δήμῳ μόνον ἡγούμην συμφέρειν·
如果我认为这仅对罗德斯的民众有利,我绝不会说这些话。
οὔτε γὰρ προξενῶ τῶν ἀνδρῶν οὔτʼ ἰδίᾳ ξένος αὐτῶν οὐδείς ἐστί μοι.
因为我既不是他们的国家代理人,在他们中也没有任何私人朋友。
οὐ μὴν οὐδʼ εἰ ταῦτʼ ἀμφότερʼ ἦν, εἰ μὴ συμφέρειν ὑμῖν ἡγούμην, εἶπον ἄν, ἐπεὶ Ῥοδίοις γε, εἰ οἷόν τε τοῦτʼ εἰπεῖν τῷ συναγορεύοντι τῇ σωτηρίᾳ αὐτῶν, συγχαίρω τῶν γεγενημένων.
不仅如此,即使这两者皆是,若不认为对你们有利,我也绝不会开口。 不过,对于罗德斯人,如果对一个为他们的得救而辩护的人可以说这话的话,我倒为已经发生的事感到高兴。
τοῦ κομίσασθαι γὰρ τὰ ὑμέτερʼ ὑμῖν φθονήσαντες τὴν ἑαυτῶν ἐλευθερίαν ἀπολωλέκασι, καὶ παρὸν αὐτοῖς Ἕλλησι καὶ βελτίοσιν αὐτῶν ἐξ ἴσου συμμαχεῖν, βαρβάροις καὶ δούλοις, οὓς εἰς τὰς ἀκροπόλεις παρεῖνται, δουλεύουσιν.
因为他们因嫉妒你们收回自己的领土,结果丧失了自己的自由;他们本可以与希腊人、与比他们优秀的人在平等的地位上结盟,如今却沦为他们迎入卫城的蛮族和奴隶的奴仆。
§16ὀλίγου δὲ δέω λέγειν, ἐὰν αὐτοῖς ὑμεῖς ἐθελήσητε βοηθῆσαι, ὡς καὶ συνενήνοχε ταῦτʼ αὐτοῖς·
我甚至想说,如果你们愿意援助他们,这甚至对他们是有利的。
εὖ μὲν γὰρ πράττοντες οὐκ οἶδʼ εἴ ποτʼ ἂν εὖ φρονῆσαι ἠθέλησαν, ὄντες Ῥόδιοι, ἔργῳ δὲ πειραθέντες καὶ διδαχθέντες ὅτι πολλῶν κακῶν ἡ ἄνοιʼ αἰτία τοῖς πολλοῖς γίγνεται, τάχʼ ἄν, εἰ τύχοιεν, σωφρονέστεροι πρὸς τὸν λοιπὸν τοῦ χρόνου γένοιντο.
因为当他们顺遂时,我不知道作为罗德斯人的他们是否曾愿意保持清醒;但通过亲身体验和事实的教训,得知愚蠢是使大多数人遭受诸多灾祸的原因后,如果运气好,他们或许在今后的日子里会变得更加理智。
τοῦτο δʼ οὐ μικρὰν ὠφέλειαν αὐτοῖς ἡγοῦμαι.
我认为这并非一笔小的益处。
φημὶ δὴ χρῆναι πειρᾶσθαι σῴζειν τοὺς ἄνδρας καὶ μὴ μνησικακεῖν, ἐνθυμουμένους ὅτι πολλὰ καὶ ὑμεῖς ὑπὸ τῶν ἐπιβουλευσάντων ἐξηπάτησθε, ὧν οὐδενὸς αὐτοὶ δοῦναι δίκην δίκαιον ἂν εἶναι φήσαιτε.
因此,我主张应当努力拯救这些人,不要记恨往事,要考虑到你们自己也曾多次被那些阴谋家所欺骗,而对于其中任何一次,你们自己都会认为不应当承担罪责。
§17ὁρᾶτε δὲ κἀκεῖνʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι πολλοὺς ὑμεῖς πολέμους πεπολεμήκατε καὶ πρὸς δημοκρατίας καὶ πρὸς ὀλιγαρχίας.
雅典的诸位,你们还要注意到这一点:你们曾与民主政体和寡头政体都打过许多场战争。
καὶ τοῦτο μὲν ἴστε καὶ αὐτοί·
这一点你们自己也清楚。
ἀλλʼ ὑπὲρ ὧν πρὸς ἑκατέρους ἔσθʼ ὑμῖν ὁ πόλεμος, τοῦτʼ ἴσως ὑμῶν οὐδεὶς λογίζεται.
然而,你们与这两者开战各自是为了什么,这也许你们中谁也没有考虑过。
ὑπὲρ τίνων οὖν ἐστίν;
那究竟是为了什么呢?
πρὸς μὲν τοὺς δήμους ἢ περὶ τῶν ἰδίων ἐγκλημάτων, οὐ δυνηθέντων δημοσίᾳ διαλύσασθαι ταῦτα, ἢ περὶ γῆς μέρους ἢ ὅρων ἢ φιλονικίας ἢ τῆς ἡγεμονίας· πρὸς δὲ τὰς ὀλιγαρχίας ὑπὲρ μὲν τούτων οὐδενός, ὑπὲρ δὲ τῆς πολιτείας καὶ τῆς ἐλευθερίας·
与民主政体开战,或是因为私人恩怨在公职上无法解决,或是为了土地、边界、竞争或霸权;但与寡头政体开战,则绝非为了这些,而是为了你们的政体与自由。
§18ὥστʼ ἔγωγʼ οὐκ ἂν ὀκνήσαιμʼ εἰπεῖν μᾶλλον ἡγεῖσθαι συμφέρειν δημοκρατουμένους τοὺς Ἕλληνας ἅπαντας πολεμεῖν ὑμῖν ἢ ὀλιγαρχουμένους φίλους εἶναι.
因此,我敢断言,全体希腊人在民主政体下与你们为敌,比他们在寡头政体下成为你们的朋友,对你们更为有利。
πρὸς μὲν γὰρ ἐλευθέρους ὄντας οὐ χαλεπῶς ἂν εἰρήνην ὑμᾶς ποιήσασθαι νομίζω, ὁπότε βουληθείητε, πρὸς δʼ ὀλιγαρχουμένους οὐδὲ τὴν φιλίαν ἀσφαλῆ νομίζω· οὐ γὰρ ἔσθʼ ὅπως ὀλίγοι πολλοῖς καὶ ζητοῦντες ἄρχειν τοῖς μετʼ ἰσηγορίας ζῆν ᾑρημένοις εὖνοι γένοιντʼ ἄν.
因为与拥有自由的民众,我认为只要你们愿意,随时都可以轻易缔结和平;但与寡头统治的国家,我认为即使是友好关系也是不安全的。 因为少数人绝不可能对多数人抱有善意,那些追求统治权的人也绝不可能对选择在平等发言权下生活的人抱有善意。

词汇与语法注释

  1. 11τῆς πόλεως οὔσης ἐπὶ τῶν πραγμάτων — 独立属格(genitive absolute),表示条件(“如果我国掌控局势/采取实际行动”)。短语“处于事务之上”(ἐπὶ τῶν πραγμάτων)指在外交或军事上采取积极、果断的行动。
  2. 12μᾶλλον ἂν ὑμᾶς ἔχειν μὴ φανερῶς αὐτῆς ἐνδούσης, ἢ ʼκεῖνον λαβεῖν βούλεσθαι — 该句是以 δοκεῖ(似乎)为主导的宾格加不定式结构。βούλεσθαι(希望)的主语(阿特米西亚)根据上下文被省略,其宾语由两个并列的宾格不定式短语构成对比:“你们占有它”(ὑμᾶς ἔχειν)比(μᾶλλον)“他夺取它”(ἢ ʼκεῖνον λαβεῖν)更受青睐。短语 μὴ φανερῶς αὐτῆς ἐνδούσης 是带否定词 μή 的独立属格插入语,意为“在她不公开让步的情况下”。
  3. 15τοῦ κομίσασθαι γὰρ τὰ ὑμέτερʼ ὑμῖν φθονήσαντες — 动词 φθονέω(嫉妒、吝惜)通常以与格表示嫉妒的“人”(此处为 ὑμῖν,即你们),以属格表示嫉妒的“原因/事物”(此处为属格冠词引导的不定式 τοῦ κομίσασθαι ... τὰ ὑμέτερα,即收回你们的财产)。
  4. 16ὀλίγου δὲ δέω λέγειν — 这是一个惯用表达,字面意思是“我还差一点儿就说”(ὀλίγου δέω λέγειν),意为“我几乎想说”或“我甚至可以说”,它支配后面由 ὡς 引导的从句(ὡς καὶ συνενήνοχε... “这甚至对他们是有利的”)。
  5. 18οὐ γὰρ ἔσθʼ ὅπως ... εὖνοι γένοιντʼ ἄν — 强烈的否定表达 οὐκ ἔστιν ὅπως(决不可能……)与表示潜在可能性的 ἄν 加上希求法(γένοιντ' ἄν)相结合,表示极强的不可能性:“少数人绝对不可能对多数人抱有善意”。

引用这一段

狄摩西尼, 为罗德斯人自由申辩 §11-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg015.humanitext-grc2:11-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。