Humanitext Reader

狄摩西尼 · 为罗德斯人自由申辩 §1-10

援助罗得斯人的倡议与蒂莫西乌斯的先例

第 1 段,共 4 段 · 希腊语

内容简介

德摩斯梯尼敦促雅典人援助罗得斯人以捍卫其自由,指出无需过度畏惧波斯国王,并引用蒂莫西乌斯在萨摩斯的成功先例来支持其论点。

§1οἶμαι δεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τηλικούτων βουλευομένους διδόναι παρρησίαν ἑκάστῳ τῶν συμβουλευόντων.
雅典的人们啊,我认为在审议如此重大的事务时,应当给每一位建言献策者以发言的自由。
ἐγὼ δʼ οὐδεπώποθʼ ἡγησάμην χαλεπὸν τὸ διδάξαι τὰ βέλτισθʼ ὑμᾶς (ὡς γὰρ εἰπεῖν ἁπλῶς, ἅπαντες ὑπάρχειν ἐγνωκότες μοι δοκεῖτε), ἀλλὰ τὸ πεῖσαι πράττειν ταῦτα·
我从未认为向你们指出最善的策是一件难事(简而言之,在我看来,你们所有人似乎都已经知晓了这一点),难的是说服你们去付诸实行。
ἐπειδὰν γάρ τι δόξῃ καὶ ψηφισθῇ, τότʼ ἴσον τοῦ πραχθῆναι ἀπέχει ὅσονπερ πρὶν δόξαι.
因为每当一项决议被通过并确立时,它距离被付诸实施的距离,就和决议通过之前一样遥远。
§2ἔστι μὲν οὖν ἓν ὧν ἐγὼ νομίζω χάριν ὑμᾶς τοῖς θεοῖς ὀφείλειν, τὸ τοὺς διὰ τὴν αὑτῶν ὕβριν ὑμῖν πολεμήσαντας οὐ πάλαι νῦν ἐν ὑμῖν μόνοις τῆς αὑτῶν σωτηρίας ἔχειν τὰς ἐλπίδας.
那么,有一件事我认为你们应当感谢神明:那些不久前因自身的傲慢而向你们发动战争的人,如今正把得救的希望寄托在你们唯独一国身上。
ἄξιον δʼ ἡσθῆναι τῷ παρόντι καιρῷ· συμβήσεται γὰρ ὑμῖν, ἐὰν ἃ χρὴ βουλεύσησθʼ ὑπὲρ αὐτοῦ, τὰς παρὰ τῶν διαβαλλόντων τὴν πόλιν ἡμῶν βλασφημίας ἔργῳ μετὰ δόξης καλῆς ἀπολύσασθαι.
我们也理应对眼前的这个契机感到高兴;因为如果你们能就此做出应有的决策,你们就将用事实和美好的名声,来洗刷那些诽谤我们城邦的人所施加的污蔑。
§3ᾐτιάσαντο μὲν γὰρ ἡμᾶς ἐπιβουλεύειν αὑτοῖς Χῖοι καὶ Βυζάντιοι καὶ Ῥόδιοι, καὶ διὰ ταῦτα συνέστησαν ἐφʼ ἡμᾶς τὸν τελευταῖον τουτονὶ πόλεμον· φανήσεται δʼ ὁ μὲν πρυτανεύσας ταῦτα καὶ πείσας Μαύσωλος, φίλος εἶναι φάσκων Ῥοδίων, τὴν ἐλευθερίαν αὐτῶν ἀφῃρημένος, οἱ δʼ ἀποδείξαντες ἑαυτοὺς συμμάχους Χῖοι καὶ Βυζάντιοι τοῖς ἀτυχήμασιν αὐτῶν οὐ βεβοηθηκότες, §4ὑμεῖς δʼ, οὓς ἐφοβοῦντο, μόνοι τῶν πάντων τῆς σωτηρίας αὐτοῖς αἴτιοι.
事实上,基奥斯人、拜占庭人和罗得斯人曾指责我们对他们阴谋不轨,并因此在最近的这场战争中联合起来反对我们;但那策划并煽动了这些事、自称是罗得斯人朋友的毛索洛斯,却将被证明夺走了他们的自由;而那些自诩为盟友的基奥斯人和拜占庭人,在他们遭遇不幸时,也将被证明未提供任何援助;相反,你们这曾被他们畏惧的人,反倒成了所有人中唯一带给他们救赎的人。
ἐκ δὲ τοῦ ταῦθʼ ὑφʼ ἁπάντων ὀφθῆναι ποιήσετε τοὺς πολλοὺς ἐν ἁπάσαις ταῖς πόλεσι τοῦτο ποιεῖσθαι σύμβολον τῆς αὑτῶν σωτηρίας, ἐὰν ὑμῖν ὦσι φίλοι· οὗ μεῖζον οὐδὲν ἂν ὑμῖν γένοιτʼ ἀγαθόν, ἢ παρὰ πάντων ἑκόντων ἀνυπόπτου τυχεῖν εὐνοίας.
而当这一切被所有人亲眼目睹时,你们将使每一个城邦的民众,把“与你们为友”视为自身安全的保障;对你们而言,没有什么比从所有人那里获得自愿且不带猜疑的好意更为巨大的幸事了。
§5θαυμάζω δʼ ὅτι τοὺς αὐτοὺς ὁρῶ ὑπὲρ μὲν Αἰγυπτίων τἀναντία πράττειν βασιλεῖ τὴν πόλιν πείθοντας, ὑπὲρ δὲ τοῦ Ῥοδίων δήμου φοβουμένους τὸν ἄνδρα τοῦτον.
然而,我感到惊讶的是,我看到同样的一批人,一方面说服城邦为了埃及人的利益而采取与国王相反的行动,另一方面却又在罗得斯人民主政体的问题上畏惧这个男人。
καίτοι τοὺς μὲν Ἕλληνας ὄντας ἅπαντες ἴσασι, τοὺς δʼ ἐν τῇ ἀρχῇ τῇ ʼκείνου μεμερισμένους.
况且,大家都知道后者是希腊人,而前者不过是他帝国的一部分。
§6οἶμαι δʼ ὑμῶν μνημονεύειν ἐνίους, ὅτι ἡνίκʼ ἐβουλεύεσθʼ ὑπὲρ τῶν βασιλικῶν, παρελθὼν πρῶτος ἐγὼ παρῄνεσα, οἶμαι δὲ καὶ μόνος ἢ δεύτερος εἰπεῖν, ὅτι μοι σωφρονεῖν ἂν δοκεῖτε, εἰ τὴν πρόφασιν τῆς παρασκευῆς μὴ τὴν πρὸς ἐκεῖνον ἔχθραν ποιοῖσθε, ἀλλὰ παρασκευάζοισθε μὲν πρὸς τοὺς ὑπάρχοντας ἐχθρούς, ἀμύνοισθε δὲ κἀκεῖνον, ἐὰν ὑμᾶς ἀδικεῖν ἐπιχειρῇ.
我想你们中有些人还记得,当你们在审议国王事务的时候,是我第一个站出来,并向你们提出建议的——我想我也是唯一一个、或者是第二个指出,如果你们不以对他的敌意作为军备的借口,在我看来你们才是明智的,而是针对现有的敌人进行准备,同时在他也企图侵害你们时进行反击,那才堪称明智。
καὶ οὐκ ἐγὼ μὲν εἶπον ταῦτα, ὑμῖν δʼ οὐκ ἐδόκουν ὀρθῶς λέγειν, ἀλλὰ καὶ ὑμῖν ἤρεσκε ταῦτα.
而且,不仅是我说了这些话,你们也认为我说得对,并且赞同了这些话。
§7ἀκόλουθος τοίνυν ὁ νῦν λόγος ἐστί μοι τῷ τότε ῥηθέντι.
因而,我今天的言论与当时的说法是一脉相承的。
ἐγὼ γάρ, εἰ βασιλεὺς παρʼ αὑτὸν ὄντα με σύμβουλον ποιοῖτο, ταὔτʼ ἂν αὐτῷ παραινέσαιμʼ ἅπερ ὑμῖν, ὑπὲρ μὲν τῶν αὑτοῦ πολεμεῖν, ἐάν τις ἐναντιῶται τῶν Ἑλλήνων, ὧν δὲ μηδὲν αὐτῷ προσήκει, τούτων μηδʼ ἀντιποιεῖσθαι τὴν ἀρχήν.
因为,如果国王招我到他身边担任顾问,我也会向他提出与向你们提出的一模一样的建议:如果希腊人中有人反对他,他应当为自己的领土而战,但对于那些根本不属于他的地方,则连统治的企图都不该有。
§8εἰ μὲν οὖν ὅλως ἐγνώκατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσων ἂν βασιλεὺς ἐγκρατὴς γένηται φθάσας ἢ παρακρουσάμενός τινας τῶν ἐν ταῖς πόλεσι, παραχωρεῖν, οὐ καλῶς ἐγνώκατε, ὡς ἐγὼ κρίνω·
雅典的人们啊,如果你们已经一律决定,凡是国王通过先发制人或欺骗城邦居民而掌握的地方,你们都一概让步,那么在我看来,你们的决定并不妥当。
εἰ δʼ ὑπὲρ τῶν δικαίων καὶ πολεμεῖν, ἂν τούτου δέῃ, καὶ πάσχειν ὁτιοῦν οἴεσθε χρῆναι, πρῶτον μὲν ὑμῖν ἧττον δεήσει τούτων, ὅσῳ ἂν μᾶλλον ἐγνωκότες ἦτε ταῦτα, ἔπειθʼ ἃ προσήκει φρονεῖν δόξετε.
但如果你们认为,为了正义,在必要时甚至应当去战斗并承受任何后果,那么首先,你们越是坚定这一决心,这种战斗的需求就会越少;其次,你们也将被视为抱持了应有的态度。
§9ὅτι δʼ οὐδὲν καινὸν οὔτʼ ἐγὼ λέγω νῦν κελεύων Ῥοδίους ἐλευθεροῦν, οὔθʼ ὑμεῖς, ἂν πεισθῆτέ μοι, ποιήσετε, τῶν γεγενημένων ὑμᾶς τι καὶ συνενηνοχότων ὑπομνήσω.
为了说明我如今要求解放罗得斯人既非新奇之论,而如果你们听从我的建议,你们要做的也绝非前所未有之事,我将向你们唤醒一件曾发生过并给你们带来福祉的旧事。
ὑμεῖς ἐξεπέμψατε Τιμόθεόν ποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, βοηθήσοντʼ Ἀριοβαρζάνῃ, προσγράψαντες τῷ ψηφίσματι μὴ λύοντα τὰς σπονδὰς τὰς πρὸς τὸν βασιλέα.
雅典的人们啊,你们曾派遣蒂莫西乌斯去援助阿里奥巴尔赞,并在决议上附加了一条:“在不违反与国王所定条约的前提下”。
ἰδὼν δʼ ἐκεῖνος τὸν μὲν Ἀριοβαρζάνην φανερῶς ἀφεστῶτα βασιλέως, Σάμον δὲ φρουρουμένην ὑπὸ Κυπροθέμιδος, ὃν κατέστησε Τιγράνης ὁ βασιλέως ὕπαρχος, τῷ μὲν ἀπέγνω μὴ βοηθεῖν, τὴν δὲ προσκαθεζόμενος καὶ βοηθήσας ἠλευθέρωσε· §10καὶ μέχρι τῆς τήμερον ἡμέρας οὐ γέγονεν πόλεμος διὰ ταῦθʼ ὑμῖν.
然而,他看到阿里奥巴尔赞已公开背叛国王,而萨摩斯正由国王的代理人蒂格兰尼斯所委派的塞普罗塞米斯驻军把守,于是他放弃了援助前者,转而包围并援助了萨摩斯,使其获得了解放;直至今日,你们也未曾因此事而遭遇战争。
οὐ γὰρ ὁμοίως οὐδεὶς ὑπέρ τε τοῦ πλεονεκτεῖν πολεμήσειεν ἂν καὶ τῶν ἑαυτοῦ, ἀλλʼ ὑπὲρ μὲν ὧν ἐλαττοῦνται μέχρι τοῦ δυνατοῦ πάντες πολεμοῦσιν, ὑπὲρ δὲ τοῦ πλεονεκτεῖν οὐχ οὕτως, ἀλλʼ ἐφίενται μέν, ἐάν τις ἐᾷ, ἐὰν δὲ κωλυθῶσιν, οὐδὲν ἠδικηκέναι τοὺς ἐναντιωθέντας αὐτοῖς ἡγοῦνται.
因为任何人为了扩张利益而战,都不会像为了捍卫自己的财产那样拼命;相反,为了夺回失去的东西,所有人都会尽全力战斗,而为了贪图多得,则并非如此,如果有人允许,他们便会去追求,但若是受到阻碍,他们也并不认为那些反对他们的人做错了什么。

词汇与语法注释

  1. §1βουλευομένους — 分词采用宾格(复数阳性),用以修饰作为不定式短语“δεῖν ... διδόναι”逻辑主语的雅典公民(隐含宾格“ὑμᾶς”)。这一性数格的吻合符合无人称动词“δεῖ”所要求的带宾格的不定式结构。
  2. §2τὸ ... ἔχειν τὰς ἐλπίδας — 冠词定语不定式(中性单数宾格),它与前文的“ἕν”(向神明致谢的“一件事”)构成同格关系,用于具体阐释感恩的具体内容。
  3. §6σωφρονεῖν ἂν δοκεῖτε — 与不定式“σωφρονεῖν”共用的“ἄν”,是主句动词“δοκεῖτε”(似乎)的补足语,由原本的潜在祈愿语气(“ἂν σωφρονοῖτε”表示“你们将是明智的”)转为不定式而来。它与祈愿语气的条件从句“εἰ ... ποιοῖσθε”(如果你们……)相对应,构成潜在条件句。
  4. §9ἀπέγνω μὴ βοηθεῖν — 否定小词“μή”赘余地附加在动词“ἀπογιγνώσκω”(放弃、决定不作某事)后接的不定式上。这并非双重否定(即“放弃不予援助”等于“给予援助”),而是习惯性地表达单一否定含义,即“放弃了提供援助(决定不予援助)”。

引用这一段

狄摩西尼, 为罗德斯人自由申辩 §1-10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg015.humanitext-grc2:1-10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。