§34πρίασθαι γενέσθαι τινʼ αὐτοῖς καιρὸν διʼ οὗ τὰς προτέρας ἀναλύσονται πρὸς τοὺς Ἕλληνας ἁμαρτίας.
以购买一个让他们能够弥补以前对希腊人所犯下罪过的机会。
εἰ δʼ ἄρα παντάπασί τις οὕτως οἴεται φύσει δυστυχεῖς Θηβαίους εἶναι, ἐκεῖνό γε δήπουθεν ἅπαντες ἐπίστασθε, ὅτι Θηβαίων τἀκείνου φρονούντων, ἀνάγκη τοὺς τούτων ἐχθροὺς τὰ τῶν Ἑλλήνων φρονεῖν.
但是,如果真的有人认为底比斯人在天性上就是如此彻底地不幸,底比斯人如果支持国王的立场,他们的敌人就必然会支持希腊人的立场,这一点你们大家当然都是清楚的。
§35ἡγοῦμαι τοίνυν ἐγὼ ταύτην τὴν τάξιν τοῦ δικαίου καὶ τοὺς μετʼ αὐτῆς ὄντας κρείττους τῶν προδοτῶν καὶ τοῦ βαρβάρου ἔσεσθαι πρὸς ἅπαντα.
因此,我认为这一正义的阵营以及与之同在的人们,在一切事务上都将战胜叛徒和蛮族。
ὥστʼ οὔτε φοβεῖσθαί φημι δεῖν πέρα τοῦ μετρίου, οὔθʼ ὑπαχθῆναι προτέρους ἐκφέρειν τὸν πόλεμον.
所以,我认为我们既不应该过度恐惧,也不应该被诱导而首先发动战争。
καὶ μὴν οὐδὲ τῶν ἄλλων οὐδένʼ ἂν εἰκότως Ἑλλήνων φοβηθέντα τὸν πόλεμον τοῦτον ὁρῶ.
再者,我也看不到有任何其他希腊人会合情合理地害怕这场战争。
§36τίς γὰρ οὐκ οἶδεν αὐτῶν ὅτι, τέως μὲν κοινὸν ἐχθρὸν ἐκεῖνον ὑπειληφότες ὡμονόουν ἀλλήλοις, πολλῶν ἀγαθῶν ἦσαν κύριοι, ἐπειδὴ δὲ φίλον αὐτὸν νομίσαντες αὑτοῖς ὑπάρχειν περὶ τῶν πρὸς ἑαυτοὺς διηνέχθησαν διαφόρων, ὅσʼ ἂν οὐδὲ καταρώμενος εὗρέ τις αὐτοῖς, τοσαῦτα πεπόνθασι κακά;
因为他们中谁不知道,只要他们把那个人视为共同的敌人并彼此和睦,他们就掌握着许多福祉;但自从他们认为他是自己的朋友,并为彼此之间的分歧争吵不休以来,他们所遭受的灾祸,竟多到即便是在诅咒中也无人能为他们想得出来?
εἶθʼ ὃν ἡ τύχη καὶ τὸ δαιμόνιον φίλον μὲν ἀλυσιτελῆ, συμφέροντα δʼ ἐχθρὸν ἐμφανίζει, τοῦτον ἡμεῖς φοβώμεθα;
那么,对于这个被运气和神意表明为“作朋友无益,作敌人反而有利”的人,我们难道还要害怕他吗?
μηδαμῶς·
绝不。
ἀλλὰ μηδʼ ἀδικῶμεν, αὐτῶν ἡμῶν εἵνεκα καὶ τῆς τῶν ἄλλων Ἑλλήνων ταραχῆς καὶ ἀπιστίας·
但我们也不要行不义,这既是为了我们自己,也是为了避免其他希腊人产生混乱和不信任。
§37ἐπεὶ εἴ γʼ ὁμοθυμαδὸν ἦν μετὰ πάντων ἐπιθέσθαι μόνῳ, οὐδʼ ἀδικεῖν ἡμᾶς ἐκεῖνον ἀδίκημʼ ἂν ἔθηκα.
因为,如果真的能够与所有人万众一心地去攻击他一人,我甚至不会把我们对他行不义视为一桩罪过。
ἐπειδὴ δὲ τοῦτʼ οὐχ οὕτως ἔχει, φυλάττεσθαί φημι δεῖν μὴ πρόφασιν δῶμεν βασιλεῖ τοῦ τὰ δίκαιʼ ὑπὲρ τῶν ἄλλων Ἑλλήνων ζητεῖν·
然而,既然情况并非如此,我认为我们必须保持警惕,免得给国王提供一个以为其他希腊人争取权益为名义的借口。
ἡσυχίαν μὲν γὰρ ἐχόντων ὑμῶν ὕποπτος ἂν εἴη τοιοῦτόν τι πράττων, πόλεμον δὲ ποιησαμένων προτέρων εἰκότως ἂν δοκοίη διὰ τὴν πρὸς ὑμᾶς ἔχθραν τοῖς ἄλλοις φίλος εἶναι βούλεσθαι.
因为如果你们保持安静,他若采取此类行动便会引起怀疑;但如果你们先挑起战争,由于对你们的敌意,他自然会被认为想要成为其他人的朋友。
§38μὴ οὖν ἐξελέγξηθʼ ὡς κακῶς ἔχει τὰ Ἑλληνικά, συγκαλοῦντες ὅτʼ οὐ πείσονται, καὶ πολεμοῦντες ὅτʼ οὐ δυνήσεσθε· ἀλλʼ ἔχεθʼ ἡσυχίαν θαρροῦντες καὶ παρασκευαζόμενοι, καὶ βούλεσθʼ ἀπαγγέλλεσθαι μὲν περὶ ὑμῶν πρὸς βασιλέα, μὴ μὰ Δίʼ ὡς ἀποροῦσιν ἢ φοβοῦνται ἢ θορυβοῦνται πάντες, πολλοῦ γε καὶ δεῖ·
因此,不要在他们不会听从时召集他们,在你们无能为力时发动战争,从而暴露了希腊世界的糟糕状况;而应当满怀信心、做好准备,并保持安静,并且希望传给国王关于你们的消息——天哪,绝不是说所有人都在彷徨、恐惧或处于混乱之中,那可差得远呢!
§39ἀλλʼ ὅτι, εἰ μὲν μὴ τοῖς Ἕλλησιν ὁμοίως αἰσχρὸν ἦν τὸ ψεύδεσθαι καὶ ἐπιορκεῖν ὥσπερ ἐκείνῳ καλόν, πάλαι ἂν ἐπʼ αὐτὸν ὑμεῖς ἐπορεύεσθε, νῦν δὲ τοῦτο μὲν οὐκ ἂν ποιήσαιτε ὑμῶν ἕνεκʼ αὐτῶν, εὔχεσθε δὲ πᾶσι τοῖς θεοῖς τὴν αὐτὴν λαβεῖν παράνοιαν ἐκεῖνον ἥνπερ ποτὲ τοὺς προγόνους αὐτοῦ.
—— 而是说:如果对希腊人而言撒谎和背誓不像对他而言那般被视为光荣、反而是同样可耻的话,你们早就向他进军了;但现在,为了你们自己,你们不会这样做,而你们正向所有的神明祈祷,愿他陷入当年他先祖所陷入的同样疯狂之中。
καὶ ταῦτʼ ἂν ἐπίῃ σκοπεῖν αὐτῷ, οὐκ ὀλιγώρως ὑμᾶς βουλευομένους εὑρήσει.
如果他开始考虑这些事情,他会发现你们的协商绝非轻率。
§40ἐκ μέν γε τῶν πρὸς τοὺς ἑαυτοῦ προγόνους πολέμων σύνοιδε τὴν πόλιν εὐδαίμονα καὶ μεγάλην γεγενημένην, ἐκ δὲ τῆς ἡσυχίας ἧς ἦγέ ποτε, οὐδεμιᾶς τῶν Ἑλληνίδων πόλεων τοσοῦτον ὅσον νῦν ὑπεραίρουσαν.
因为从与他自己祖先的战争中,他深知我们城邦变得繁荣而伟大;而从她曾经保持的平居无事中,他也深知没有任何一个希腊城邦像现在这样超越其他城邦。
καὶ μὴν καὶ τοὺς Ἕλληνας ὁρᾷ δεομένους ἤτοι τινὸς ἑκουσίου ἢ ἀκουσίου διαλλακτοῦ, τοῦτον δʼ αὑτὸν ἂν οἶδε φανέντʼ αὐτοῖς, εἰ πόλεμον κινοίη.
再者,他也看到希腊人正需要一个自愿的或被迫的调停者,并且他知道,如果他挑起战争,他自己就会以这种身份出现在他们面前。
ὥστε καὶ γνώριμα καὶ πίστʼ αὐτῷ τῶν ἀπαγγελλόντων ἀκούειν ἔσται.
因此,他从汇报者那里听到的消息,对他来说既熟悉又可信。
§41ἵνα δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ μακρὰ λίαν λέγων ἐνοχλῶ, τὰ κεφάλαιʼ ὧν συμβουλεύω φράσας ἄπειμι.
雅典的诸位,为了不因长篇大论而打扰你们,我说明了我所建议的要点后便会退下。
παρασκευάζεσθαι μὲν πρὸς τοὺς ὑπάρχοντας ἐχθροὺς κελεύω, ἀμύνεσθαι δὲ καὶ βασιλέα καὶ πάντας, ἂν ἀδικεῖν ἐπιχειρῶσι, ταύτῃ τῇ αὐτῇ δυνάμει φημὶ δεῖν, ἄρχειν δὲ μηδενὸς μήτε λόγου μήτʼ ἔργου ἀδίκου, τὰ δʼ ἔργʼ ἡμῶν ὅπως ἄξια τῶν προγόνων ἔσται σκοπεῖν, μὴ τοὺς ἐπὶ τοῦ βήματος λόγους.
我促请大家针对现有的敌人做好准备,但我也主张,如果国王或任何人企图行不义,必须用这同一支力量予以防卫;同时不要发起任何不义之言行,要关注的是我们的行动——而非演坛上的言辞——将如何配得上我们的先祖。
κἂν ταῦτα ποιῆτε, καὶ ὑμῖν αὐτοῖς καὶ τοῖς τἀναντία πείθουσι συμφέροντα πράξετε· οὐ γὰρ ὀργιεῖσθʼ αὐτοῖς ὕστερον, νῦν ἁμαρτόντες.
如果你们这样做,你们不仅会为自己,也会为那些劝说你们采取相反行动的人做出有利的事;因为你们不至于因为现在犯错,而在日后对他们发怒。