§8νῦν δὲ πρωτεύειν μὲν ὑμεῖς ἀξιοῦτε καὶ τὰ δίκαιʼ ὁρίζειν τοῖς ἄλλοις, τὴν δὲ ταῦτʼ ἐφορεύσουσαν καὶ φυλάξουσαν δύναμιν οὔτε κατεσκεύασθʼ οὔτε κατασκευάζεσθε, ἀλλʼ ἐπὶ πολλῆς μὲν ἡσυχίας καὶ ἐρημίας ὑμῶν ὁ Μυτιληναίων δῆμος καταλέλυται, ἐπὶ πολλῆς δʼ ἡσυχίας ὁ Ῥοδίων, ἐχθρός γʼ ὢν ἡμῖν, φαίη τις ἄν·
但是现在,你们既期望占有首要地位并为他人规定正义,却又既没有准备好、也没有正在准备去监视和守护这些事物的力量。 相反,在你们的极度平静和孤立中,米蒂利尼的民主制度已被推翻;同样在极度的平静中,罗德斯人的民主制度也被推翻了——可能有人会说,“可他们是我们的敌人啊”。
ἀλλὰ μείζω χρὴ νομίζειν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πρὸς τὰς ὀλιγαρχίας ὑπὲρ αὐτῆς τῆς προαιρέσεως ἔχθραν, ἢ τὴν πρὸς τοὺς δήμους ὑπὲρ ὧν ποτʼ ἂν ᾖ.
但是,雅典的公民们,你们必须认为,为了民主政体本身的生存而对寡头政体的敌意,要大于由于任何个别原因而对其他民主政体的敌意。
§9ἀλλʼ ἵνʼ ἐκεῖσʼ ἐπανέλθω, φημὶ δεῖν ὑμᾶς συντετάχθαι, καὶ τὴν αὐτὴν τοῦ τε λαβεῖν καὶ τοῦ ποιεῖν ἃ προσήκει σύνταξιν εἶναι.
然而,为了回到刚才的话题,我认为你们必须组织起来,并且领取资金与履行分内之责应当有相同的组织规划。
διελέχθην δʼ ὑμῖν περὶ τούτων καὶ πρότερον, καὶ διεξῆλθον ὡς ἂν συνταχθείητε, οἵ θʼ ὁπλῖται καὶ οἱ ἱππεῖς καὶ ὅσοι τούτων ἐκτός ἐστε, καὶ εὐπορία τις ἂν ἅπασι γένοιτο κοινή.
我以前也对你们谈过这些,并详细阐述了你们该如何组织起来——无论是重装步兵、骑兵还是你们之中不属于这些阶级的人——以及如何为所有人创造出共同的充裕财源。
§10ὃ δέ μοι πλείστην ἀθυμίαν παρέσχεν ἁπάντων, ἐρῶ πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι, ὅτι πολλῶν καὶ μεγάλων καὶ καλῶν ὄντων τούτων ἁπάντων, τῶν μὲν ἄλλων οὐδενὸς οὐδεὶς μέμνηται, τοῖν δυοῖν δʼ ὀβολοῖν ἅπαντες.
但在所有事情中,最让我感到气馁的一点,我要向你们说出来,决不隐瞒:尽管这一切倡议既多又重大、美好,但没有人记住其他任何一条,所有人却只记挂着那“两个奥博尔”。
καίτοι τοὺς μὲν οὐκ ἔστι πλείονος ἢ δυοῖν ὀβολοῖν ἀξίους εἶναι, τἄλλα δὲ μετὰ τούτων ὧν εἶπον τῶν βασιλέως ἄξιʼ ἐστὶ χρημάτων, πόλιν τοσούτους ὁπλίτας ἔχουσαν καὶ τριήρεις καὶ ἵππους καὶ χρημάτων πρόσοδον συντετάχθαι καὶ παρεσκευάσθαι.
然而,尽管那两个奥博尔硬币本身的价值不可能超过两个奥博尔,但结合我所说的其他事情——一个拥有如此多重装步兵、三段櫂船、骑兵和财政收入的城邦能够组织并准备就绪——其价值则堪比波斯国王的所有财富。
§11τί οὖν ταῦτα νῦν λέγω;
那么,我现在为什么要说这些呢?
ὅτι φημὶ δεῖν ὑμᾶς, ἐπειδὴ τὸ μὲν πάντας μισθοφορεῖν δυσχεραίνουσί τινες, τὸ δὲ συνταχθῆναι καὶ παρασκευασθῆναι παρὰ πάντων χρήσιμον εἶναι δοκιμάζεται, ἐντεῦθεν ἄρξασθαι τοῦ πράγματος, καὶ προθεῖναι περὶ τούτων τῷ βουλομένῳ γνώμην ἀποφήνασθαι.
因为我认为,既然有些人反感所有人拿薪贴,而所有人又都赞同组织和准备是有益的,那么就应该从这里着手,并提出动议,让任何愿意的人就此发表意见。
ὡς οὕτως ἔχει· ἂν μὲν ὑμεῖς νῦν πεισθῆτε τούτων καιρὸν εἶναι, ὅταν αὐτῶν εἰς χρείαν ἔλθητε, ἕτοιμʼ ὑπάρξει· ἂν δʼ ἀκαιρίαν ἡγησάμενοι παρίδητε, ὅταν δέῃ χρῆσθαι, τότʼ ἀναγκασθήσεσθε παρασκευάζεσθαι.
因为情况就是这样:如果你们现在被说服,认为这是做这些事的时机,那么当你们需要它们时,它们就会准备就绪;但如果你们认为时机不合而予以忽视,那么到了必须使用它们的时候,你们才会被迫去准备。
§12ἤδη δέ τις εἶπεν ὦ ἄνδρες Ἀθηναῖοί που λέγων, οὐχ ὑμῶν τῶν πολλῶν, ἀλλὰ τῶν διαρρηγνυμένων εἰ ταῦτα γενήσεται,
τί δʼ ὑμῖν ἐκ τῶν Δημοσθένους λόγων ἀγαθὸν γέγονεν;
而且,雅典的公民们,已经有人在某个地方说过了——这并非来自你们大众,而是来自那些如果这些事情实现就会气得肚皮胀破的人: “德摩斯梯尼的演说给你们带来了什么好处?
παρελθὼν ὑμῶν, ὅταν αὐτῷ δόξῃ, ἐνέπλησε τὰ ὦτα λόγων, καὶ διέσυρε τὰ παρόντα, καὶ τοὺς προγόνους ἐπῄνεσεν, καὶ μετεωρίσας καὶ φυσήσας ὑμᾶς κατέβη.
他只要自己高兴,就走到你们面前,用言辞塞满你们的耳朵,贬低当前的现状,赞美你们的祖先,让你们得意忘形、飘飘然之后,就走下了讲坛。
§13ἐγὼ δʼ εἰ μὲν ὑμᾶς δυναίμην ὧν λέγω τι πεῖσαι, τηλικαῦτʼ ἂν οἶμαι τὴν πόλιν πρᾶξαι ἀγαθὰ ὥστʼ, εἰ νῦν εἰπεῖν ἐπιχειρήσαιμι, πολλοὺς ἂν ἀπιστῆσαι ὡς μείζοσιν ἢ δυνατοῖς·
” 但在我看来,如果我能说服你们听从我的任何建议,我认为城邦将会获得如此巨大的福祉,以至于如果我现在试图说出来,许多人都会因为觉得这超出了可能而无法相信。
οὐ μὴν οὐδὲ τοῦτο μικρὸν ὠφελεῖν οἶμαι, εἰ τὰ βέλτιστʼ ἀκούειν ὑμᾶς συνεθίζω.
然而,即使只是让你们习惯于听取最好的意见,我认为这也绝非微小的益处。
δεῖ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν βουλόμενόν τι ποιῆσαι τὴν πόλιν ἡμῶν ἀγαθὸν τὰ ὦτα πρῶτον ὑμῶν ἰάσασθαι· διέφθαρται γάρ·
因为,雅典的公民们,任何想要为我们的城邦做些好事的人,必须首先治好你们的耳朵,因为它们已经被毁坏了。
οὕτω πολλὰ καὶ ψευδῆ καὶ πάντα μᾶλλον ἢ τὰ βέλτιστʼ ἀκούειν εἴθισθε.
你们已经太习惯于听取许多谎言,以及除了最好的意见之外的任何话。
§14οἷον (ὅπως δὲ μὴ θορυβήσει μοι μηδείς, πρὶν ἂν ἅπαντʼ εἴπω) ἀνέῳξαν δήπου πρώην τινὲς τὸν ὀπισθόδομον.
例如(在我说完所有话之前,请任何人不要对我起哄),我想前不久有人撬开了神殿的后室。
οὐκοῦν οἱ παριόντες ἅπαντες τὸν δῆμον καταλελύσθαι, τοὺς νόμους οὐκέτʼ εἶναι, τοιαῦτʼ ἔλεγον.
于是,所有上台的发言人都说民主制被推翻了,法律不复存在了,诸如此类。
καίτοι, ὦ ἄνδρες Ἀθηναῖοι, (καὶ σκοπεῖτʼ ἂν ἀληθῆ λέγω) οἱ μὲν ταῦτα ποιοῦντες ἄξιʼ ἐποίουν θανάτου, ὁ δῆμος δʼ οὐ διὰ τούτων καταλύεται.
然而,雅典的公民们(并且请考虑我说的如果是真话),做这些事的人确实做了该死的事,但民主制并不会因为这些事而被推翻。
πάλιν κώπας τις ὑφείλετο·
又有一次,有人偷了桨。
μαστιγοῦν, στρεβλοῦν πάντες οἱ λέγοντες, τὸν δῆμον καταλύεσθαι.
所有的发言人又大喊大叫:“鞭笞他,拷问他,民主制正在被推翻!
ἐγὼ δὲ τί φημί;
”但我怎么说呢?
τὸν μὲν ὑφαιρούμενον θανάτου ποιεῖν ἄξια, ὥσπερ ἐκεῖνοι, τὸν δῆμον δʼ οὐ διὰ τούτων καταλύεσθαι.
我说,那个偷东西的人和前面那些人一样,做了该死的事,但民主制并不会因为这些事而被推翻。