Humanitext Reader

狄摩西尼 · 论财政组织 §15-21

民主制的内部危机与重拾先祖精神

第 3 段,共 5 段 · 希腊语

内容简介

德摩斯梯尼警告说,公民的冷漠、领导人的自私以及政治的派系化正在从内部瓦解民主制。他通过将现状与先祖时代的谦逊态度进行对比,呼吁公民重新采取自主行动。

§15ἀλλὰ πῶς καταλύεται, οὐδεὶς λέγει οὐδὲ παρρησιάζεται.
但是它如何被推翻,没有人说,也没有人直言不讳。
ἐγὼ δὲ φράσω· ὅταν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, φαύλως ἠγμένοι, πολλοὶ καὶ ἄποροι καὶ ἄοπλοι καὶ ἀσύντακτοι καὶ μὴ ταὐτὰ γιγνώσκοντες ἦτε, καὶ μήτε στρατηγὸς μήτʼ ἄλλος μηδεὶς ὧν ἂν ὑμεῖς ψηφίσησθε φροντίζῃ, καὶ ταῦτα μηδεὶς λέγειν ἐθέλῃ μηδʼ ἐπανορθοῖ, μηδʼ ὅπως παύσεται τοιαῦτʼ ὄντα πράττῃ, ὃ νῦν ἀεὶ συμβαίνει.
而我来告诉你们:雅典的公民们,当你们被糟糕地引导,人数虽多却贫穷、无武装、无组织且意见不一时,当将军或其他任何人对你们所通过的决议毫不在意时,当没有人愿意指出这些事、予以纠正、或采取行动制止这种状况时(而这正是现在一直发生的事)——[民主制就是在此时被推翻的]。
§16καὶ νὴ Δίʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἕτεροί γε λόγοι παρερρυήκασι πρὸς ὑμᾶς ψευδεῖς, καὶ πολλὰ τὴν πολιτείαν βλάπτοντες, οἷον ἐν τοῖς δικαστηρίοις ὑμῖν ἐστιν ἡ σωτηρία, καὶ δεῖ τῇ ψήφῳ τὴν πολιτείαν ὑμᾶς φυλάττειν.
而且,凭宙斯发誓,雅典的公民们,另外一些虚假且极大地危害城邦体制的言论已经潜入你们之中,例如:“你们的拯救存在于法庭之中”,以及“你们必须用选票来守护城邦体制”。
ἐγὼ δʼ οἶδʼ ὅτι ταῦτα μὲν ὑμῖν τῶν πρὸς ἀλλήλους δικαίων ἐστὶ κύρια, ἐν δὲ τοῖς ὅπλοις δεῖ κρατεῖν τῶν ἐχθρῶν, καὶ διὰ τούτων ἐστὶν ἡ σωτηρία τῆς πολιτείας.
但我知道,虽然这些在你们相互之间的权利纠纷中具有决定性的效力,但在对抗敌人时,你们必须依靠武器去战胜,而城邦体制的拯救正是通过这些武器实现的。
§17οὐ γὰρ τὸ ψηφίσασθαι τοῖς ἐν τοῖς ὅπλοις ποιήσει τὸ νικᾶν, ἀλλʼ οἱ μετὰ τούτων κρατοῦντες τοὺς ἐχθροὺς καὶ ψηφίζεσθαι καὶ ἄλλʼ ὅ τι ἂν βούλησθε ποιεῖν ὑμῖν ἐξουσίαν καὶ ἄδειαν παρασκευάσουσι·
因为,通过决议并不能给拿起武器的人带来胜利,相反,是那些用武器战胜敌人的人,为你们创造了通过决议以及做任何你们想做之事的权力和安全。
δεῖ γὰρ ἐν μὲν τοῖς ὅπλοις φοβερούς, ἐν δὲ τοῖς δικαστηρίοις φιλανθρώπους εἶναι.
因为你们必须在武器(战场)上令人畏惧,而在法庭上宽大仁慈。
§18εἰ δέ τῳ δοκῶ μείζους ἢ κατʼ ἐμαυτὸν λέγειν λόγους, αὐτὸ τοῦτʼ ὀρθῶς αὐτῶν ἔχει·
如果有人认为我说的话超出了我个人的分量,这恰恰证明这些话本身是正确的。
τὸν γὰρ ὑπὲρ τηλικαύτης πόλεως ῥηθησόμενον λόγον καὶ τοιούτων πραγμάτων παντὸς ἑνὸς τοῦ λέγοντος ἀεὶ μείζω φαίνεσθαι δεῖ, καὶ τῆς ἀξίας τῆς ὑμετέρας ἐγγὺς εἶναι, μὴ τῆς τοῦ λέγοντος.
因为为了如此伟大的城邦和如此重大的事务而发表的演说,必须始终显得超越任何单一发言人的器量,并且应当接近于你们的尊严,而不是发言人的尊严。
ὅτι δʼ οὐδεὶς τῶν ὑφʼ ὑμῶν τιμωμένων ταῦτα λέγει, τὰς προφάσεις ἐγὼ διέξειμʼ ὑμῖν.
但是,为什么你们所器重的人中没有一个说这些话,我将向你们详细说明其中的原因。
§19οἱ μὲν πρὸς ἀρχαιρεσίας καὶ ταύτην τὴν τάξιν προσιόντες δοῦλοι τῆς ἐπὶ τῷ χειροτονεῖσθαι χάριτος περιέρχονται, τελεσθῆναι στρατηγὸς ἕκαστος σπουδάζων, οὐκ ἀνδρὸς ἔργον οὐδὲν πρᾶξαι.
那些谋求选举和这种官职的人,为了被选上而四处奔走,成了讨好选民的奴隶,每个人都急于被任命为将军,却不去做任何男子汉该做的事。
εἰ δέ τις καὶ τοιοῦτός ἐστιν οἷος ἐγχειρεῖν ἔργῳ τῳ, νῦν μὲν ἡγεῖται τὴν τῆς πόλεως δόξαν ἀφορμὴν ἔχων καὶ τοὔνομα, τῆς τῶν ἐναντιωσομένων ἐρημίας ἀπολαύων, τὰς ἐλπίδας ὑμῖν ὑποτείνων, ἄλλο δʼ οὐδὲ ἕν, κληρονομήσειν αὐτὸς τῶν ὑμετέρων ἀγαθῶν, ὅπερ ἐστίν, ἂν δʼ ὑμεῖς διʼ ὑμῶν αὐτῶν ἕκαστα πράττητε, τὸ ἴσον τοῖς ἄλλοις ὥσπερ τῶν ἔργων αὐτῶν, οὕτω καὶ τῶν ἐκ τούτων ἕξειν.
即使有这样的人,试图去着手做某些事,他现在也认为自己以城邦的名声和名义为起点,利用没有反对者的便利,给你们画饼却不做别的事,自己就能独占你们的成果——事实也确实如此;但他知道,如果你们亲自动手做每一件事,他自己在行动本身以及由此产生的成果中,就只能像其他人一样获得平等的一份。
§20οἱ δὲ πολιτευόμενοι καὶ περὶ ταῦτʼ ὄντες, τὸ τὰ βέλτιστα σκοπεῖν ὑμῖν ἀφέντες, προσκεχωρήκασι πρὸς τούτους·
而参与政治、忙于这些事务的政客们,放弃了为你们考虑最善之事的责任,转而投靠了这些人。
καὶ πρότερον μὲν κατὰ συμμορίας εἰσεφέρετε, νυνὶ δὲ πολιτεύεσθε κατὰ συμμορίας.
以前你们是按课税班来纳税,现在你们是按课税班来进行政治。
ῥήτωρ ἡγεμὼν καὶ στρατηγὸς ὑπὸ τούτῳ καὶ οἱ βοησόμενοι μεθʼ ἑκατέρων τριακόσιοι· οἱ δʼ ἄλλοι προσνενέμησθε οἱ μὲν ὡς τούτους, οἱ δʼ ὡς ἐκείνους.
演说家是领导者,将军在其手下,而两边各有三百名大喊大叫的随从;你们其他人则被划分,有的归这一派,有的归那一派。
τοιγαροῦν ὑμῖν περίεστιν ἐκ τούτων ὁ δεῖνα χαλκοῦς καὶ ὁ δεῖνʼ εὐδαίμων, εἷς ἢ δύο, ὑπὲρ τὴν πόλιν· οἱ δʼ ἄλλοι μάρτυρες τῆς τούτων εὐδαιμονίας κάθησθε, τῆς καθʼ ἡμέραν ῥᾳθυμίας πολλὴν καὶ μεγάλην ὑπάρχουσαν ὑμῖν εὐδαιμονίαν τούτοις προϊέμενοι.
因此,你们从这些事情中得到的,不过是某人立了青铜像,某人发了财,一两个人在城邦之上飞黄腾达;而你们其他人则只是坐着充当他们幸福的见证人,为了每天的安逸,把本来属于你们的丰富而巨大的幸福拱手让给了这些人。
§21καίτοι σκέψασθε πῶς ἐπὶ τῶν προγόνων ταῦτʼ εἶχεν·
然而,请看在先祖时代这些事情是如何的。
οὐ γὰρ ἀλλοτρίοις ὑμῖν παραδείγμασι χρησαμένοις, ἀλλʼ οἰκείοις ἔξεσθʼ ἃ προσήκει πράττειν εἰδέναι.
因为你们不需要借用别人的例子,只需用你们自己的例子,就能知道自己应当做什么。
ἐκεῖνοι Θεμιστοκλέα τὸν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν στρατηγοῦντα καὶ Μιλτιάδην τὸν ἡγούμενον Μαραθῶνι καὶ πολλοὺς ἄλλους, οὐκ ἴσα τοῖς νῦν στρατηγοῖς ἀγάθʼ εἰργασμένους, μὰ Δίʼ οὐ χαλκοῦς ἵστασαν, ἀλλʼ ὡς οὐδὲν αὑτῶν κρείττους ὄντας, οὕτως ἐτίμων.
他们——凭宙斯发誓——并没有为在萨拉米斯指挥海战的忒弥斯托克勒,也没有为在马拉松指挥的米尔提亚德,以及许多立下与现在的将军们无法同日而语的伟大功勋的人树立青铜像,而是把他们当作与自己并无二致的人来尊重。

词汇与语法注释

  1. 15ὅταν ὑμεῖς ... συμβαίνει — 此处从 ὅταν 开始的条件从句群缺少字面上的主句,属于句法省略(破格,anacoluthon)。必须根据前文“民主制是如何被推翻的”这一语境来补全主句(即“民主制就在此时被推翻”)。句末的 ὃ νῦν ἀεὶ συμβαίνει 是中性单数主格的关系代词,指代前面提到的整套情况。
  2. 19ἂν δʼ ὑμεῖς ... ἕξειν — 不定式 ἕξειν 与前面的 κληρονομήσειν 并列,同样依赖于主句动词 ἡγεῖται(“他认为/相信”)。ἕξειν 的主语是将军自身(隐性地共用 κληρονομήσειν 处的代词主格 αὐτός),意为如果公民们亲自动手,他(将军)就只能和其他人一样获得平等的份额,而无法继续独占。
  3. 20εἰσεφέρετε ... πολιτεύεσθε — 动词 εἰσφέρω 在雅典语境中特指缴纳临时财产税(eisphora)。演说者在此将过去按课税班(symmoriai)纳税的军事/财政组织,与现在政治生活本身退化为按派系(课税班)进行斗争的现状进行了讽刺性的对比。
  4. 21οὐκ ἴσα τοῖς νῦν στρατηγοῖς ἀγάθʼ εἰργασμένους — 短语 οὐκ ἴσα(“不相等”)是一种委婉陈述(litotes),实际意为“远为巨大”或“无法同日而语”。分词 εἰργασμένους 起定语作用,修饰前面的历史人物(忒弥斯托克勒和米尔提亚德)。

引用这一段

狄摩西尼, 论财政组织 §15-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg013.humanitext-grc2:15-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。