§1περὶ μὲν τοῦ παρόντος ἀργυρίου καὶ ὧν ἕνεκα τὴν ἐκκλησίαν ποιεῖσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδέτερόν μοι δοκεῖ τῶν χαλεπῶν εἶναι, οὔτʼ ἐπιτιμήσαντα τοῖς νέμουσι καὶ διδοῦσι τὰ κοινὰ εὐδοκιμῆσαι παρὰ τοῖς βλάπτεσθαι διὰ τούτων ἡγουμένοις τὴν πόλιν, οὔτε συνειπόντα καὶ παραινέσανθʼ ὡς δεῖ λαμβάνειν, χαρίσασθαι τοῖς σφόδρʼ ἐν χρείᾳ τοῦ λαβεῖν οὖσιν·
雅典的公民们,关于当前的资金以及你们举行公民大会的目的,我认为两件事情都并非难事:既不难在通过指责那些分配和发放公共资金的人,来赢得那些认为城邦因此受损之人的好感;也不难在通过支持并建议应该领取这些资金,来讨好那些极度急需领取的人。
οὐδέτεροι γὰρ πρὸς τὸ τῇ πόλει συμφέρον σκοποῦντες οὔτʼ ἐπαινοῦσιν οὔτε δυσχεραίνουσι τὸ πρᾶγμα, ἀλλʼ ὡς ἑκάτεροι χρείας καὶ περιουσίας ἔχουσιν.
因为双方都不是为了城邦的利益而赞美或嫌恶这件事,而是根据各自的匮乏或富足状况来表态。
§2ἐγὼ δὲ τοῦτο μὲν οὔτʼ ἂν εἰσηγησαίμην, οὔτʼ ἂν ἀντείποιμʼ ὡς οὐ δεῖ λαμβάνειν·
至于我,既不会提出这样的建议,也不会反对说不应该领取。
παραινῶ μέντοι σκοπεῖν καὶ λογίζεσθαι πρὸς ὑμᾶς αὐτοὺς ὅτι τἀργύριον μέν ἐστι τοῦθʼ, ὑπὲρ οὗ βουλεύεσθε, μικρόν, τὸ δʼ ἔθος μέγα, ὃ γίγνεται μετὰ τούτου.
然而,我建议你们在自己心中思考和衡量:你们所商议的这笔资金固然微薄,但与之共同形成的习惯却是重大的。
εἰ μὲν οὖν μετὰ τοῦ πράττειν ἃ προσήκει καὶ τὸ λαμβάνειν κατασκευάσεσθε, οὐ μόνον οὐ βλάψετε, ἀλλὰ καὶ τὰ μέγιστʼ ὠφελήσετε τὴν πόλιν καὶ ὑμᾶς αὐτούς·
因此,如果你们在领取的同时,也做好履行分内之责的准备,你们不仅不会造成伤害,而且还会给城邦和你们自己带来最大的益处。
εἰ δὲ τοῦ μὲν λαμβάνειν καὶ ἑορτὴ καὶ πᾶσʼ ἀρκέσει πρόφασις, τοῦ δʼ ἃ πρὸς τούτοις δεῖ ποιεῖν μηδὲ τοὺς λόγους ἀκούειν ἐθελήσετε, ὁρᾶτε μήποθʼ, ἃ νῦν ὀρθῶς ἡγεῖσθε πράττειν, σφόδρʼ ἡμαρτηκέναι νομίσητε.
但如果对于领取而言,无论是节日还是任何借口都足够了,而对于在此之外必须做的事,你们甚至连话都不愿意听,那么请注意,免得有朝一日你们会认为,现在自以为做得正确的事实际上是大错特错。
§3ἐγὼ δέ φημι δεῖν (καί μοι μὴ θορυβήσητʼ ἐφʼ ᾧ μέλλω λέγειν, ἀλλʼ ἀκούσαντες κρίνατε), ὡς περὶ τοῦ λαβεῖν ἐκκλησίαν ἀπεδώκαμεν, οὕτω καὶ περὶ τοῦ συνταχθῆναι καὶ παρασκευασθῆναι τὰ πρὸς τὸν πόλεμον ἐκκλησίαν ἀποδοῦναι, καὶ παρασχεῖν ἕκαστον αὑτὸν μὴ μόνον ταῦτʼ ἀκούειν ἐθέλοντα, ἀλλὰ καὶ πράττειν βουλόμενον, ἵνʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἀγαθῶν τὰς ἐλπίδας διʼ ὑμῶν αὐτῶν ἔχητε, καὶ μὴ τὸν δεῖνα μηδὲ τὸν δεῖνα πυνθάνησθε τί πράττει.
我认为应当(请不要对我将要说的话起哄,而是在听完之后再做评判):正如我们为了领取资金而举行了公民大会一样,我们也应当为了应对战争的组织和准备而举行公民大会,并且每个人都要展现出不仅乐于倾听这些话、而且愿意付诸行动的态度,以便,雅典的公民们,你们能通过自己把握对美好事物的希望,而不是去打听某某人或某某人正在做什么。
§4καὶ τὰ μὲν προσιόντα τῇ πόλει πάντα, καὶ ἃ νῦν ἐκ τῶν ἰδίων παραναλίσκετʼ εἰς οὐδὲν δέον καὶ ὅσʼ ἐκ τῶν συμμάχων ὑπάρχει, λαμβάνειν ὑμᾶς φημὶ χρῆναι τὸ ἴσον ἕκαστον, τοὺς μὲν ἐν ἡλικίᾳ στρατιωτικόν, τοὺς δʼ ὑπὲρ τὸν κατάλογον ἐξεταστικὸν ἢ ὅπως ἄν τις ὀνομάσαι τοῦτο, στρατεύεσθαι δʼ αὐτοὺς καὶ μηδενὶ τούτου παραχωρεῖν, §5ἀλλὰ τὴν δύναμιν τῆς πόλεως οἰκείαν εἶναι, κατεσκευασμένην ἀπὸ τούτων, ἵνʼ ἅμʼ εὐπορῆτε καὶ τὰ δέοντα ποιῆτε, καὶ τὸν στρατηγὸν ἡγεῖσθαι ταύτης, ἵνʼ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ τοιαῦθʼ οἷάπερ νυνὶ συμβαίνῃ· τοὺς στρατηγοὺς κρίνετε, καὶ περίεσθʼ ὑμῖν ἐκ τῶν πραγμάτων
ὁ δεῖνα τοῦ δεῖνος τὸν δεῖνʼ εἰσήγγειλεν,
ἄλλο δʼ οὐδέν.
此外,国家的所有收入,以及你们现在无端从私人财产中虚度浪费的一切,还有来自盟国的所有资源,我认为你们每人都应该平等地领取一份:适龄服役者作为军役津贴,超出名册年龄者作为审查津贴,或无论人们如何称呼它;而你们必须亲自出征,绝不将此任务让给任何人,而是让城邦的武装力量成为由这些资源组建的本土力量,以便你们在富足的同时也能尽到职责,并且让将军来领导这支力量,从而,雅典的公民们,不至于发生像现在这样对你们产生的情况:你们审判将军们,而你们从这些事务中剩下的唯一结果就是“某某的儿子某某弹劾了某某”,别无他物。
§6ἀλλὰ τί ὑμῖν γένηται;
那你们应该发生什么呢?
πρῶτον μὲν οἱ σύμμαχοι μὴ φρουραῖς, ἀλλὰ τῷ ταὐτὰ συμφέρειν ὑμῖν κἀκείνοις ὦσιν οἰκεῖοι, ἔπειθʼ οἱ στρατηγοὶ μὴ ξένους ἔχοντες τοὺς μὲν συμμάχους ἄγωσι καὶ φέρωσι, τοὺς δὲ πολεμίους μηδʼ ὁρῶσιν, ἀφʼ ὧν αἱ μὲν ὠφέλειαι τούτων εἰσὶν ἴδιαι, τὰ δὲ μίση καὶ τὰ ἐγκλήματα ἐφʼ ὅλην ἔρχεται τὴν πόλιν, ἀλλὰ πολίτας τοὺς ἀκολουθοῦντας ἔχοντες τοὺς ἐχθρούς, ἃ νῦν τοὺς φίλους, ποιῶσιν.
首先,盟国不是因为驻军,而是因为与你们利益一致而成为坚实的盟友;其次,将军们在没有雇佣兵的情况下,不要一方面四处抢掠掠夺盟国,另一方面却连敌人的影子都没见到——这使得好处成了他们私人的,而怨恨和指控却落到了整个城邦身上——而是带着跟随他们的本国公民,像现在对待朋友那样对待敌人。
§7χωρὶς δὲ τούτων πολλὰ τῶν πραγμάτων τὴν ὑμετέραν ποθεῖ παρουσίαν, καὶ ἄνευ τοῦ πρὸς τοὺς οἰκείους πολέμους οἰκείᾳ χρῆσθαι δυνάμει συμφέρειν, καὶ πρὸς τἄλλα πράγματʼ ἀναγκαῖόν ἐστιν.
除这些之外,许多事务都渴望着你们的亲临,而且除了对本土战争使用本土军队大有裨益之外,对于其他事务这也是不可或缺的。
εἰ μὲν γὰρ ἡσυχίαν ἔχειν ὑμῖν ἀπέχρη καὶ μηδὲν τῶν Ἑλληνικῶν περιεργάζεσθαι ὅπως ἔχει, ἄλλος ἂν ἦν λόγος·
因为如果你们满足于保持平静,完全不理会希腊局势如何,那自然是另外一回事;