Humanitext Reader

狄摩西尼 · 论财政组织 §22-28

先辈维护城邦荣誉与当代政策的堕落

第 4 段,共 5 段 · 希腊语

内容简介

演讲者通过历史对比,指出先祖将伟大胜利归功于城邦整体而非将领个人,且不轻易授予外国人公民权以维护城邦尊严;随后他严厉批判当今领导人浪费公共资源、丧失同盟,使城邦陷入衰退。

§22καὶ γάρ τοι τῶν ἔργων οὐδενός, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν τότʼ ἀπεστέρησαν αὑτούς, οὐδʼ ἔστʼ οὐδεὶς ὅστις ἂν εἴποι τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Θεμιστοκλέους, ἀλλʼ Ἀθηναίων, οὐδὲ τὴν Μαραθῶνι μάχην Μιλτιάδου, ἀλλὰ τῆς πόλεως.
实际上,雅典的公民们,他们当时并没有剥夺自己这些功绩中的任何一项,也没有人会说萨拉米斯海战属于忒弥斯托克勒,而是说属于雅典人,也没有人说马拉松战役属于米尔提亚德,而是说属于城邦。
νῦν δὲ πολλοὶ τοῦτο λέγουσιν, ὡς Κέρκυραν εἷλε Τιμόθεος καὶ τὴν μόραν κατέκοψεν Ἰφικράτης καὶ τὴν περὶ Νάξον ναυμαχίαν ἐνίκα Χαβρίας· δοκεῖτε γὰρ αὐτοὶ τῶν ἔργων τούτων παραχωρεῖν τῶν τιμῶν ταῖς ὑπερβολαῖς αἷς δεδώκατʼ ἐπʼ αὐτοῖς ἑκάστῳ τούτων.
但现在许多人却这样说,如“提摩太夺取了克基拉”、“伊菲克拉特歼灭了莫拉兵团”、“哈布里亚斯赢得了纳克索斯海战”;因为你们自己似乎因你们给予他们每个人超出常规的荣誉,而放弃了这些功绩的荣耀。
§23τὰς μὲν δὴ πολιτικὰς δωρεὰς οὕτως ἐκεῖνοί τε καλῶς καὶ ὑμεῖς οὐκ ὀρθῶς· τὰς δὲ τῶν ξένων πῶς;
因此,他们对公民的赏赐处理得如此得当,而你们却不正确;但他们对外国人的赏赐又是如何的呢?
ἐκεῖνοι Μένωνι τῷ Φαρσαλίῳ δώδεκα μὲν τάλαντʼ ἀργυρίου δόντι πρὸς τὸν ἐπʼ Ἠιόνι τῇ πρὸς Ἀμφιπόλει πόλεμον, διακοσίοις δʼ ἱππεῦσι πενέσταις ἰδίοις βοηθήσαντι, οὐκ ἐψηφίσαντο πολιτείαν, ἀλλʼ ἀτέλειαν ἔδωκαν μόνον.
法萨卢斯的梅农在针对安菲波利斯附近的埃翁战争中提供了十二塔兰同白银,并用自己拥有的两百名隶农骑兵提供援助,他们并没有通过决议授予其公民权,而仅给予了免税权。
§24καὶ πρότερον τούτου Περδίκκᾳ τῷ κατὰ τὴν τοῦ βαρβάρου ποτʼ ἐπιστρατείαν βασιλεύοντι Μακεδονίας, τοὺς ἀναχωροῦντας ἐκ Πλαταιῶν τῶν βαρβάρων ἀπὸ τῆς ἥττης διαφθείραντι καὶ τέλειον τἀτύχημα ποιήσαντι τῷ βασιλεῖ, οὐκ ἐψηφίσαντο πολιτείαν, ἀλλʼ ἀτέλειαν ἔδωκαν μόνον, μεγάλην καὶ τιμίαν, οἶμαι, καὶ σεμνὴν τὴν αὑτῶν πατρίδʼ ἡγούμενοι καὶ πάσης μείζονʼ εὐεργεσίας.
在此之前,对于在异族入侵时统治马其顿的珀尔迪卡斯,他歼灭了败战后从普拉提亚撤退的异族,使(波斯)国王的灾难彻底化,他们也同样没有通过决议授予其公民权,而仅给予了免税权;我想,这是因为他们认为自己的祖国伟大、尊贵、庄严,超越了任何恩义。
νῦν δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, φθόρους ἀνθρώπους οἰκοτρίβων οἰκότριβας, τιμὴν ὥσπερ ἄλλου του τῶν ὠνίων λαμβάνοντες, ποιεῖσθε πολίτας.
而现在,雅典的公民们,你们却把那些家奴之奴的卑贱之人,像收取其他任何商品的货款一样收取代价,接纳他们为公民。
§25ταῦτα δʼ ὑμῖν ἐπελήλυθε πράττειν, οὐχ ὅτι τὰς φύσεις χείρους ἐστὲ τῶν προγόνων, ἀλλʼ ὅτι τοῖς μὲν ἐφʼ αὑτοῖς παρειστήκει μέγα φρονεῖν, ὑμῶν δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, περιῄρηται τοῦτο.
你们之所以落得做这些事的境地,并不是因为你们天生比先祖差,而是因为对他们而言,在他们那个时代,保持高尚的志向是自然而然的,而雅典的公民们,这种志向却从你们身上被剥夺了。
ἔστι δʼ οὐδέποτʼ, οἶμαι, δυνατὸν μικρὰ καὶ φαῦλα πράττοντας μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν, ὥσπερ οὐδὲ λαμπρὰ καὶ καλὰ πράττοντας μικρὸν καὶ ταπεινὸν φρονεῖν· ὁποῖʼ ἄττα γὰρ ἂν τἀπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημʼ ἔχειν.
因为我想,做着渺小而卑微之事的人绝不可能获得伟大而年轻(高昂)的志向,正如同做着光辉而美好之事的人不可能产生渺小和卑微的思想一样;因为人们的追求是怎样的,他们的精神也必然是怎样的。
§26σκέψασθε δʼ ἅ τις κεφάλαιʼ ἂν ἔχοι εἰπεῖν τῶν τʼ ἐκείνοις πεπραγμένων καὶ τῶν ὑμῖν, ἂν ἄρʼ ὑμῶν αὐτῶν ἀλλʼ ἐκ τούτων γε δύνησθε γενέσθαι.
请看一看,如果你们真的能够通过这些事情找回自我,那么有人能对他们和你们所做的事情做出怎样的简述。
πέντε μὲν καὶ τετταράκοντʼ ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων ἐκεῖνοι, πλείω δʼ ἢ μύρια τάλαντʼ εἰς τὴν ἀκρόπολιν ἀνήγαγον, πολλὰ δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαια, ἐφʼ οἷς ἔτι καὶ νῦν ἡμεῖς φιλοτιμούμεθα.
他们在希腊人自愿的情况下统治了四十五年,将一万多塔兰同运送到了卫城,并且在陆上和海上都树立了许多精美的战胜纪念碑,对此我们至今仍引以为傲。
καίτοι νομίζετʼ αὐτοὺς ταῦτα στῆσαι, οὐχ ἵνα θαυμάζωμεν ἡμεῖς θεωροῦντες αὐτά, ἀλλʼ ἵνα καὶ μιμώμεθα τὰς τῶν ἀναθέντων ἀρετάς. §27ἐκεῖνοι μὲν δὴ ταῦτα·
然而,请相信他们树立这些,不是为了让我们在瞻仰时仅仅感到惊叹,而是为了让我们也效仿献纳者的美德。
ἡμεῖς δʼ, ὅσης ἅπαντες ὁρᾶτʼ ἐρημίας ἐπειλημμένοι, σκέψασθʼ εἰ παραπλήσια.
他们所做的是这些;而我们,请看一看在大家都看到的如此巨大的荒凉中,我们的境况是否相似。
οὐ πλείω μὲν ἢ χίλια καὶ πεντακόσια τάλαντʼ ἀνήλωται μάτην εἰς τοὺς τῶν Ἑλλήνων ἀπόρους, ἐξανήλωνται δʼ οἵ τʼ ἴδιοι πάντες οἶκοι καὶ τὰ κοινὰ τῇ πόλει καὶ τὰ παρὰ τῶν συμμάχων, οὓς δʼ ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα, οὗτοι νῦν ἐν τῇ εἰρήνῃ ἀπολώλασιν;
不是已经有一千五百多塔兰同白白地浪费在希腊的贫困者身上了吗? 所有私人的家产、城邦的公共财产以及来自同盟国的贡献,不是都消耗殆尽了吗? 而那些我们在战争中获得的同盟国,现在不是在和平中丧失了吗?
§28ἀλλὰ νὴ Δία ταῦτα μόνον τότʼ εἶχε βέλτιον ἢ νῦν, τὰ δʼ ἄλλα χεῖρον.
但是,凭宙斯发誓,有人可能会说,那时只有这些事情比现在好,而其他事情更糟。
πολλοῦ γε καὶ δεῖ, ἀλλʼ ὅ τι βούλεσθʼ ἐξετάσωμεν.
远非如此! 让我们来检验你们想检验的任何事情。
οἰκοδομήματα μέν γε καὶ κόσμον τῆς πόλεως, ἱερῶν καὶ λιμένων καὶ τῶν ἀκολούθων τούτοις, τοιοῦτον καὶ τοσοῦτον κατέλιπον ἐκεῖνοι ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι, προπύλαια ταῦτα, νεώσοικοι, στοαί, τἄλλα, οἷς ἐκεῖνοι κοσμήσαντες τὴν πόλιν ἡμῖν παρέδωκαν·
因为在建筑和城邦的装饰、神殿、港口以及与之相伴的事物方面,他们留下的东西是如此之好、如此之多,以至于没有给任何后继者留下超越的可能——这些前门(普罗皮莱亚)、船坞、柱廊,以及他们用以装饰城邦并移交给我们的其他一切;

词汇与语法注释

  1. §22τῶν ἔργων οὐδενός... τῶν τότʼ ἀπεστέρησαν αὑτούς — 动词 ἀποστερέω 支配所剥夺事物的属格与被剥夺人的人称对格。在此处,τῶν ἔργων... τῶν τότʼ 是表示事物的属格,而 αὑτούς 是表示“自己”的对格反身代词。
  2. §25ἔστι δʼ οὐδέποτʼ... δυνατὸν ... λαβεῖν — 此处 ἔστι 作为非人称动词使用(相当于 ἔξεστι,意为“可能”),支配中性单数形容词 δυνατὸν 和不定式 λαβεῖν(及其带有的对格主语短语)。
  3. §26ἂν ἄρʼ ὑμῶν αὐτῶν ἀλλʼ ἐκ τούτων γε δύνησθε γενέσθαι — 短语 ἂν ἄra(即 ἐὰν ἄρα)引导条件从句,表达一种期望或可能性(“或许,万一”)。γενέσθαι 结合属格 ὑμῶν αὐτῶν 属于所有属格的叙述性用法,意为“成为你们自己的主人”或“找回自我”。
  4. §27οὐ πλείω μὲν ἢ χίλια... ἀνήλωται ... ἐξανήλωνται δʼ ... — 这是一个由 οὐ 引导的反问句,表达强烈的肯定(“难道不是……吗?”)。语法一致性上,单数动词 ἀνήλωται 与中性复数主语(πλείω... τάλαντα)一致,而复数动词 ἐξανήλωνται 则与后面并列的复数主语一致。

引用这一段

狄摩西尼, 论财政组织 §22-28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg013.humanitext-grc2:22-28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。